Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 1.36, ed. Kühn, 1826, vol. 11, p. 443-445. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.36

4. Εἶτά τινες ἐξ αὐτῶν, ὥσπερ Ἡρόδοτος
5. καὶ Διοσκουρίδης, ἐκ τοῦ φάρμακα ἄττα διαῤῥοίας τε καὶ
6. δυσεντερίας ὠφελεῖν συλλογίζονται στύφειν αὐτὰ, καίτοι μηδ’
7. ἐλαχίστης μετέχοντα στύψεως, ἀλλ’ αὐτὸ τοὐναντίον ἀραιότερα
8. τε καὶ χαλαστικὰ ταῖς δυνάμεσιν ὑπάρχοντα τῶν στυφόντων,
9. συναγαγόντων τε καὶ πιλούντων καὶ πυκνούντων
10. καὶ σφιγγόντων τὰ σώματα. καταφρονήσαντες γὰρ ἅπαξ τῆς
11. αἰσθήσεως ἀνέτρεψαν ἅπαντα καὶ συνέχεαν ἃ σαφῶς ἐστιν
12. αἰσθήσει διαγνῶναι, ταῦτα μοχθηρῷ λόγῳ πιστούμενοι. τὸ
13. γοῦν αἴγειον στέαρ ἐναντιώτατόν ἐστιν τοῖς στύφουσιν
14. ἅπασι καὶ γεύσει καὶ δυνάμει, καθάπερ καὶ τὸ τῶν πυρῶν
15. ἄλευρον, ἄμυλόν τε καὶ ἄλλα μυρία τῶν ἐμπλασάντων τε καὶ
16. παρηγορούντων καὶ δριμύτητας ἀμβλυνόντων καὶ ταύτῃ τοῖς
17. δακνώδη τε καὶ δριμέα διαχωροῦσιν ἀρηγόντων. καὶ εἰ διὰ
18. ταῦτα στύφει, ἔστω δὴ καὶ τὸ ἔλαιον ἡμῖν τῶν στυφόντων,
1. ὅτι δὴ καὶ πολλάκις ὠφέλησεν τοὺς σφοδρῶς δακνομένους
2. ἐνεθέν. ἔσται δὲ καὶ κηρὸς καὶ στέαρ χοίρειον, ὀρνίθειόν
3. τε καὶ χήνειον καὶ χόνδρου καὶ τράγου χυλός. ἐνίεμεν γὰρ
4. καὶ ταῦτα καὶ κηρωτὴν ἐνίοτε τοῖς δακνομένοις ἰσχυρῶς,
5. ὥσπερ καὶ τὸ αἴγειον στέαρ. ἐναργεστέραν δὲ τὴν ὠφέλειαν
6. τὸ αἴγειον ἐπιδείκνυται τῷ ῥᾳδίως πήγνυσθαι ἐπαλείφεσθαί
7. τε τοῖς ἐντέροις καὶ περιμένειν ἐπὶ πλεῖστον. εἴτε
8. δὲ διὰ πάχος, εἴτε δι’ ἄλλην τινὰ αἰτίαν πήγνυται
9. ταχέως, οὐδὲν δέομαι τάδε νῦν ζητεῖν ἐναργῶς φαινομένου
10. τοῦ πράγματος. ἀλλ’ ὥσπερ ὅτι καὶ πήγνυται τάχιστα
11. καὶ τὰς δήξεις τῶν ἐντέρων ἀμβλύνει, τῷ φαίνεσθαι πιστότερόν
12. ἐστιν, οὕτω δὴ καὶ ὅτι μηδεμιᾶς αὐτῷ μέτεστι
13. ψύξεως ἢ στύψεως. οὗτοι μὲν οὖν ἐξ ἀδήλων ὑπὲρ τῶν
14. φαινομένων συλλογίζονται. μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς
15. εἰπεῖν, παραλογίζονται σφᾶς αὐτοὺς, ἡμᾶς δὲ τοσῷδε μᾶλλον
16. ἐπὶ τὴν αἴσθησιν ἀνέρχεσθαι προσῆκεν, ἐπιμελῶς τε
17. προσέχειν αὐτῇ διὰ παντὸς, ὅσῳ καὶ μᾶλλον οὐκ ὀλίγα
18. καταψεύδονται πάντες αὐτῆς οἱ σοφισταί. πάλιν οὖν ἀναμνήσαντες
1. αὐτοὺς, ὅτι ἃ τοῖς μὲν ἰδιώταις ἐστὶ δῆλα καὶ
2. τούτοις ἦν, ὅτ’ οὔπω διὰ φιλονεικίαν ὑπερεφρόνουν τῶν
3. αἰσθήσεων, ὕστερον δ’ ἀπώλετο διὰ περιττὴν σοφίαν, ἐπὶ τὸ
4. συνεχὲς τοῦ λόγου μεταβήσομαι.

Cliquer un n° de page pour en afficher l’image