5. Ἑκάστη τις φύσις τῶν αἰσθητῶν ἰδίᾳ
6. ὑποβέβληται· θερμότης μὲν καὶ ψυχρότης καὶ σκληρότης καὶ
7. μαλακότης ἁφῇ, λευκότης δὲ καὶ μελανότης καὶ ξανθότης,
8. ἐρυθρότης τε καὶ συλλήβδην εἰπεῖν ἅπαν τὸ τῶν χρωμάτων
9. γένος ὄψει, πικρότης τε καὶ γλυκύτης, αὐστηρότης τε καὶ
10. στρυφνότης, ὀξύτης τε καὶ ἁλυκότης καὶ δριμύτης, γεύσει καὶ
11. μαίνεσθαι δόξει σαφῶς, εἴ τις ἤ τὰς χροιὰς τῇ γεύσει κρίνειν
12. ἐπιχειρήσειεν, ἢ τοὺς χυμοὺς τῇ ὄψει. κατὰ ταὐτὰ δὲ καὶ
13. περὶ τῆς ἁφῆς χρὴ γινώσκειν καὶ περὶ τῶν ἄλλων αἰσθήσεων,
14. ὡς τὰς μὲν ἁπτὰς διαφορὰς ἁφῇ κριτέον ἐστὶ, τὰς δ’ ἀκουστὰς
15. ἀκοῇ, τὰς δ’ ἐν ἀτμοῖς ὀσφρήσει. τούτων οὖν οὕτως
16. ἐχόντων ἀκούσωμεν εἰ βούλεσθε καὶ Πλάτωνος ὑπὲρ τῶν
17. γευστῶν διαφορῶν ἐξηγουμένου. χρὴ δὲ οὐ τῇ φυσιολογίᾳ
18. προσέχειν αὐτοῦ τὸν νοῦν. οὐ γὰρ ἂν ἐν καιρῷ μοι νῦν εἴη
ㅤ
1. μνημονεύειν αὐτῆς, ㅤοὐδ’ εἰς τοῦτο καλῶ μάρτυρα τὸν
2. ἄνδρα, μόνον δ’ ὑπὲρ τοῦ δεῖξαι κατὰ τίνος πράγματος ἕκαστον
3. τῶν ὀνομάτων ἔθος ἐστὶν ἐπιφέρειν τοῖς Ἕλλησιν. ἄκουε
4. τοίνυν τοῦ Πλάτωνος λέγοντος· ὅσα μὲν γὰρ εἰσιόντα περὶ
5. τὰ φλεβία, οἷόν περ δοκίμια τῆς γλώττης, τεταμένα δ’ ἐπὶ
6. τὴν καρδίαν εἰς τὰ νοτερὰ τῆς σαρκὸς καὶ ἁπαλὰ ἐμπίπτοντα
7. γήϊνά τινα μέρη κατατηκόμενα ξυνάγει τὰ φλεβία καὶ ἀποξηραίνει,
8. τραχύτερα μὲν ὄντα στρυφνὰ, ἧττον δὲ τραχύνοντα
9. αὐστηρὰ λέγεται. τὰ δὲ τούτων ῥυπτικὰ καὶ πᾶν τὸ
10. περὶ τὴν γλῶτταν ἀποπλύνοντα πέραν μὲν τοῦ μετρίου
11. τοῦτο δρῶντα καὶ προσεπιλαμβανόμενα, ὥστε ἀποτήκειν
12. αὐτῆς τι τῆς φύσεως, οἷον ἡ τῶν νίτρων δύναμις, πικρὰ πάνθ’
13. οὕτως ὠνόμασται. τὰ δὲ ὑποδεέστερα τῆς νιτρώδους ἕξεως,
14. ἐπὶ τὸ μέτριόν τε τῇ ῥύψει χρώμενα, ἁλυκὰ ἄνευ πικρότητος
15. τραχείας καὶ φίλα μᾶλλον ἡμῖν φαντάζεται. τὰ δὲ τῇ τοῦ
16. στόματος θερμότητι κοινωνήσαντα καὶ λεαινόμενα ὑπ’ αὐτοῦ
17. συνεκπυρούμενα καὶ πάλιν αὐτὰ ἀντικάοντα τὸ διαθερμῆναν,
18. φερόμενά τε καὶ ὑπὸ κουφότητος ἄνω πρὸς τὰς τῆς κεφαλῆς
ㅤ
1. αἰσθήσεις, τέμνοντά τε πάνθ’ ὁπόσα ἂν προσπίπτῃ διὰ ταύτας
2. τὰς δυνάμεις, δριμέα πάντα τὰ τοιαῦτα ἐλέχθη. τῶν δὲ
3. αὐτῶν προλελεπτυσμένων μὲν ὑπὸ σηπεδόνος, εἰς δὲ τὰς
4. στενὰς φλέβας ἐνδυομένων καὶ ἐνοῦσιν αὐτόθι μέρεσι γεώδεσιν
5. καὶ ὅσα ἀέρος συμμετρίαν ἔχοντα, ὥστε κινήσαντα περὶ
6. ἄλληλα ποιεῖν κυκᾶσθαι, κυκώμενα δὲ περιπίπτειν τε καὶ εἰς
7. ἕτερα ἐνδυόμενα ἕτερα κοῖλα ἀπεργάζεσθαι περιτεινόμενα
8. τοῖς εἰσιοῦσιν, ἃ δὴ νοτίδος περὶ ἀέρα κοίλης περιταθείσης
9. ποτὲ μὲν γεώδους, ποτὲ δὲ καὶ καθαρᾶς, νοτερὰ ἀγγεῖα ἀέρος
10. ὕδατα κοῖλα περιφερῆ τε γενέσθαι καὶ τὰ μὲν τῆς καθαρᾶς
11. εἰς διαφανεῖς περιστῆναι, κληθείσας ὄνομα πομφόλυγας, τὰ
12. δὲ τῆς γεώδους, ὁμοῦ κινουμένης τε καὶ αἰρομένης, ζέσιν τε
13. καὶ ζύμωσιν ἐπίκλην λεχθῆναι. τὸ τούτων αἴτιον τῶν παθημάτων
14. ὀξὺ προσρηθῆναι. ξύμπασι δὲ τοῖς περὶ ταῦτα εἰρημένοις
15. πάθος ἐναντίον ἀπ’ ἐναντίας ἐστὶ προφάσεως, ὁπόταν
16. ἡ τῶν εἰσιόντων ξύστασις ἐν ὑγροῖς, οἰκεία τῇ τῆς
17. γλώττης ἕξει πεφυκυῖα, λεαίνῃ μὲν ἐπαλείφουσα τὰ τραχυνθέντα,
18. τὰ δὲ παρὰ φύσιν συνεστῶτα ἢ κεχυμένα, τὰ μὲν
ㅤ
1. συνάγῃ, τὰ δὲ χαλῇ καὶ πάνθ’ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν,
2. ἡδὺ καὶ προσφιλὲς παντὶ πᾶν τὸ τοιοῦτον ἴαμα τῶν
3. βιαίων παθημάτων γιγνόμενον, κέκληται γλυκύ. διὰ ταύτης
4. ἁπάσης τῆς ῥήσεως ὁ Πλάτων ἐξηγήσατο τίνα μὲν ἔθος
5. ἐστὶν ὀνομάζειν αὐστηρὰ, τίνα δὲ στρυφνὰ, καὶ τίνα μὲν
6. ἁλυκὰ καὶ νιτρώδη, τίνα δὲ πικρὰ, καὶ τίνα μὲν δριμέα, τίνα
7. δὲ ὀξέα, τίνα δὲ γλυκέα. τὸ δὲ πρὸς ἡμῶν στῦφον αὐστηρὸν
8. δηλονότι προσαγορεύων, οὕτω γὰρ ὠνομάζετο παρὰ τοῖς
9. παλαιοῖς Ἕλλησιν. οὐ μὴν εἰς ταὐτόν γε συγχεῖ πάντα, καθάπερ
10. οὗτοι, καὶ τὸ πέπερι στύφειν φάσκοντες ἐκ τῆς τῶν δριμέων
11. φύσεως ὑπάρχον καὶ τὸ ὄξος ἐκ τῆς τῶν ὀξέων, οὐκ
12. αἰδούμενοι δὲ καὶ τῶν γλυκυτάτων ἔνια τοῖς στύφουσι προσνέμειν.
13. ἅτ’ οὖν ἁπάντων αὐτοῖς συγκεχυμένων, εὐθὺς κατ’
14. ἀρχὰς οὐδὲ δυνάμεις εὑρεθῆναι δύνανται. πάσης γὰρ εὑρέσεώς
15. τε καὶ ἀποδείξεως ἀρχαὶ τὰ πρὸς αἴσθησίν τε καὶ
16. νόησίν ἐστιν ἐναργῆ. ταράττουσι δὲ οὗτοι ταῦτα ἀμφότερα
17. καὶ συγχέουσιν εἰς ταὐτὸν ἅπαντα, τά τε τῶν αἰσθήσεων
18. ἔργα τε καὶ πάθη καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῆς νοήσεως,
ㅤ
1. ἅτε μὴ γεγυμνασμένα κατὰ λογικὴν θεωρίαν, ὥστ’ ἔργον εἶναι
2. φυλάξασθαι τὴν ἀδολεσχίαν αὐτῶν καὶ μὴ συναπολαῦσαί τι
3. τῆς αὐτῶν οὕτω πολλῆς καὶ ματαίας φλυαρίας ἔργον δ’ οὐ
4. σμικρὸν καὶ τὸ μεταδιδάξαι καὶ μεταλλάξαι τοὺς διεστραμμένους
5. ὑπ’ αὐτῶν εἰς τοσοῦτον, ὡς καταφρονεῖν τε τῶν αἰσθήσεων,
6. ἀγυμνάστους τε κατὰ λογικὴν εἶναι θεωρίαν, ἀνηκόους
7. δὲ καὶ τῶν περὶ φύσεως λογισμῶν, οὓς οἱ φιλόσοφοι διασκέπτονται.
8. ㅤπάντως γὰρ ἄν που τό γε τοσοῦτον ἐπεγίνωσκον,
9. ὧς δεδιέναι χρὴ καὶ φυλάττεσθαι τὰς ἐν αὐτοῖς ἀπορίας
10. καὶ ταῖς αἰσθήσεσιν ἐπιτρέπειν μᾶλλον ἢ λόγοις κιβδήλοις
11. ὑπὲρ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.37, ed. Kühn, 1826, vol. 11, p. 445-449. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.37
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩