12. Ἀλλὰ τοὺς μὲν τοιούτους οὐκ ἐγχωρεῖ
13. μεταδιδάξαι· τῶν δ’ ἄλλων ἕνεκα τῶν ὠφεληθῆναι δυναμένων
14. ἀναληπτέον ἐστὶν καὶ διοριστέον ἀκριβῶς τὸν περὶ τῶν
15. ἰδίων τῆς γλώττης αἰσθητῶν λόγον. ὀνομάζεται μὲν οὖν ὑπὸ
16. τῶν περὶ Θεόφραστόν τε καὶ Ἀριστοτέλην καὶ Μνησίθεον
17. τὸν ἰατρὸν ἡ γευστὴ δύναμις χυμὸς, ἀπὸ τοῦ μ στοιχείου τῆς
ㅤ
1. δευτέρας συλλαβῆς ἀρχομένης. ἡ δ’ ἐξ ὑγροῦ καὶ ξηροῦ
2. σύστασις ὑπὸ θερμότητος πεφθέντων χυλὸς, ἀπὸ τοῦ λ
3. τῆς δευτέρας ἀρχομένης συλλαβῆς. παρὰ μέντοι τοῖς παλαιοτέροις
4. αὐτῶν οὐκ Ἀττικοῖς μόνον, ἀλλὰ καὶ Ἴωσιν ἑκάτερα
5. διὰ τοῦ μ γέγραπται. καὶ γὰρ καὶ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ
6. καὶ παρ’ Ἱπποκράτει καὶ παρὰ τοῖς παλαιοῖς κωμικοῖς
7. οὕτως εὑρίσκεται. λελέχθω δ’ ἔν γε τῷ παρόντι λόγῳ πρὸς
8. ἡμῶν ἕνεκα σαφοῦς διδασκαλίας ἡ μὲν γευστὴ δύναμις, ἢ
9. ποιότης, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, διὰ τοῦ μ στοιχείου
10. χυμὸς, ἡ δ’ ἔν τε τοῖς ζώοις καὶ φυτοῖς ὑγρότης πεπαχυσμένη
11. χυλὸς, ἀπὸ τοῦ λ τῆς δευτέρας ἀρχομένης συλλαβῆς.
12. ἰστέον οὖν ὡς οἱ μὲν καθ’ ἕκαστον φυτόν τε καὶ ζῶον, ἤδη
13. δὲ καὶ οἱ κατὰ τὴν γῆν εὑρισκόμενοι χυμοὶ πάμπολλοί τινές
14. εἰσι καὶ οὐκ εὐαρίθμητοι ταῖς ἰδέαις. αἱ δ’ ἐν αὐτοῖς γευσταὶ
15. διαφοραὶ τοῖς μὲν ὀκτὼ τὸν ἀριθμὸν ἔδοξαν εἶναι, τοῖς δὲ
16. ἑπτὰ, τοῖς δὲ καὶ ㅤτούτων ἐλάττους. ὁ μὲν οὖν Πλάτων ἐν
17. Τιμαίῳ διὰ τῆς προγεγραμμένης ῥήσεως πρῶτον μὲν δυοῖν
18. μέμνηται χυμῶν ὁμοειδῶν μὲν, ἀλλὰ τῷ μᾶλλόν τε καὶ ἧττον
ㅤ
1. διαφερόντων. ὀνομάζει δ’ αὐτῶν τὸν μὲν αὐστηρὸν, τὸν δὲ
2. στρυφνόν. εἴη δ’ ἂν ὁ μὲν αὐστηρὸς κατὰ τὸν ὑφ’ ἡμῶν
3. στύφοντα προσαγορευόμενος, ὁ δὲ στρυφνὸς ἐπιτάσει τούτου
4. γιγνόμενος, ὥσπερ οὖν καὶ αὐτὸς ὁ Πλάτων ἐδήλωσεν. τούτους
5. μὲν οὖν ὡς ἓν εἶδος ἀριθμητέον· ἕτερον δὲ τὸ τῶν
6. ἀντικειμένων αὐτοῖς τῶν νιτρωδῶν τε καὶ ἁλυκῶν καὶ πικρῶν.
7. ἔστι δὲ κᾀν τούτοις ὁ μὲν πικρὸς ἐξ ἐπιτάσεως τοῦ νιτρώδους
8. γενόμενος, ὁ δὲ ἁλυκὸς ἤτοι τοῦ νιτρώδους ἀσθενέστερος,
9. ἢ καὶ στύψεώς τι προσλαμβάνων. ἑξῆς δὲ ὑπὸ Πλάτωνος
10. μὲν ὁ δριμὺς εἴρηται καὶ μετ’ αὐτὸν ὁ ὀξὺς καὶ τελευταῖος ὁ
11. γλυκύς. ὑπὸ Θεοφράστου δὲ καὶ ὁ λιπαρὸς πρόσκειται, παραλελειμμένος
12. μὲν ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ περὶ τῶν τῆς
13. γλώττης ἰδίων αἰσθητῶν λόγῳ, γεγραμμένος δ’ ἐν τοῖς τῶν
14. φυτῶν χυλοῖς ἔμπροσθεν εὐθὺς, ἐν οἷς διῃρεῖτο τὸν οἰνώδη
15. τοῦ ἐλαιώδους τε καὶ μελιτώδους. ἀλλ’ ἐν ἐκείνῳ μὲν τῷ λόγῳ
16. πρὸς τοῖς τρισὶν οἷς εἴρηκα νῦν τέταρτον ἐτίθει γένος χυμοῦ
17. περιλαμβάνων ἑνὶ προσρήματι καὶ καλῶν ὀπόν. ἐν οἷς δὲ
18. ἐπὶ τὰ τῇ γεύσει αἰσθητὰ μετέβη, τοῦ μὲν γλυκέος εὐθὺς ἐν
19. αὐτοῖς ἐμνημόνευσεν. οὐδὲν γὰρ διαφέρει δήπου γλυκὺ ἢ
ㅤ
1. μελιτῶδες φάναι, καθάπερ οὐδὲ λιπαρὸν ἢ ἐλαιῶδες. παραλέλοιπε
2. δὲ τὸν λιπαρὸν ὡς οὐδὲν προσήκοντα τῇ γεύσει.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.38, ed. Kühn, 1826, vol. 11, p. 449-452. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.38
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩