Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 1.39, ed. Kühn, 1826, vol. 11, p. 452-455. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.39

3. Ἐρμηνεῦσαι μὲν ἀκριβῶς οὐχ οἷόν τε, διότι
4. μηδ’ ἄλλο τι τῶν αἰσθητῶν παθῶν, ἀναμνῆσαι μέντοι τὸν
5. τῆς αὐτῆς αἰσθήσεως κεκοινωνηκότα δυνατόν. εἰ δέ τις
6. ἐγεύσατό ποτε κυδωνίων, ἢ μήλων, ἢ μύρτων, ἢ μεσπίλων,
7. οἶδε μὲν σαφῶς ἑτέραν μὲν τὴν ἀπὸ τούτων αἴσθησιν ἡμῖν ἐν
8. τῇ γλώττῃ γιγνομένην, ἑτέραν δὲ τὴν ἀπὸ τῶν στυφόντων
9. σωμάτων. τὰ μὲν γὰρ στύφοντα ἢ ψύχοντα συνωθεῖν ἔσω
10. φαίνεται τὸ ψαῦον ἡμῶν μόριον ἐκ παντὸς μέρους ὁμαλῶς,
11. οἷον ὠθοῦντά τε καὶ πιλοῦντα καὶ συνάγοντα· τὰ δ’ αὐστηρὰ
12. κατὰ βάθους τε διαδύεσθαι δοκεῖ καί τινα τραχεῖάν τε καὶ
13. ἀνώμαλον αἴσθησιν ἐπάγειν, ὡς ἀναξηραίνοντα καὶ πᾶσαν
14. ἐκβοσκόμενα τὴν ἰκμάδα τῶν αἰσθητικῶν σωμάτων, ὥσθ’
15. ἑτέραν εἶναι τὴν τῶν παθῶν ἰδιότητα, μηδὲ ῥηθῆναι σαφῶς
16. δυναμένην, ἀπό τε τῶν στυφόντων ἡμᾶς σωμάτων καὶ τῶν
17. αὐστηρῶν χυμῶν. ἀλλ’ ὅστις γε ἄνθρωπος νοῦν ἔχει οἶδεν
1. ὃ λέγω. ὅταν δὲ τὸ πλησιάζον τῇ γλώττῃ σῶμα σφοδρῶς
2. ξηραίνῃ καὶ ξυνάγῃ καὶ τραχύνῃ μέχρι βάθους πλέονος αὐτὴν,
3. ὥσπερ ἀχράδες ἄωροι καὶ κράνες στυφνὸν ἅπαν τὸ τοιοῦτον
4. ὀνομάζεται, τῶν αὐστηρῶν ἐπιτάσει διαφέρον. ὃ δὲ
5. καλοῦμεν ἡμεῖς στῦφον, οὐ πάνυ μέντοι πρὸς τῶν περὶ
6. τὸν Θεόφραστον εὑρεῖν ἔστιν εἰρημένον. ἔοικε δή τι ταὐτὸν
7. δηλοῦν τῷ αὐστηρῷ, ἢ κοινὸν εἶναί τι γένος τούτου
8. τε καὶ στρυφνοῦ. ὅσα δ’ ἐν τῷ ψαύειν τῆς γλώττης οὐ
9. συνάγει μὲν αὐτὴν, οὐδὲ σφίγγει καθάπερ τὰ στύφοντα,
10. τὸ δ’ ἐναντίον ἅπαν φαίνεται ποιοῦντα, ῥύπτοντα καὶ
11. ἀποπλύνοντα, κᾂν εἴ τι τῶν στυφόντων παρακέοιτο, ταῦτα
12. σύμπαντα προσαγορεύομεν ἁλυκά. τὰ δ’ ἔτι μᾶλλον τούτων
13. ῥύπτοντα, μέχρι τοῦ καὶ τραχύνειν ἀνιαρῶς, πικρὰ
14. προσαγορεύεται. τὰ δέ γε δάκνοντά τε καὶ διαβιβρώσκοντα
15. μετὰ θερμότητος ἰσχυρᾶς δριμέα. τὰ δ’ ἄνευ αὐτῆς δάκνοντα
16. καλεῖται μὲν ὀξέα, πρόσεστι δὲ αὐτοῖς καὶ τὸ
17. ζυμοῦν. ὅσα δ’ οἷον ἐπαλείφει τε καὶ ἀναπληροῖ καὶ καθίστησι
18. τὰ τετραχυμένα τε καὶ οἷον διαβεβρωμένα τῆς
1. γλώττης μόρια, ταῦτα μετὰ μὲν ἡδονῆς ἐναργοῦς ψαύοντα
2. γλυκέα, χωρὶς δὲ ταύτης λιπαρὰ προσαγορεύεται. ἐγὼ μὲν
3. οὖν, ὡς οἷόν τέ μοι μάλιστα λόγῳ διελθεῖν ἐπεχείρησα
4. δυσερμήνευτα πράγματα. θαυμάζω δὲ τῶν ἑτοίμως ἅπαντα
5. στύφοντα προσαγορευόντων, καὶ τὰ δριμέα καὶ τὰ πικρὰ
6. καὶ τὰ γλυκέα καὶ τὰ λιπαρὰ καὶ τὰ ὀξέα. καὶ γὰρ ὀνόματα
7. διαφέροντα κεῖται τοῖς πράγμασιν εὐθὺς ἐκ παλαιοῦ
8. καὶ τῶν αἰσθητῶν παθῶν. οὐ σμικρά τις ἡμῖν ἐστιν ἡ
9. διαφορά. βέλτιον δ’ ἦν ἴσως, εἶπερ ἐβούλοντο φυσιολογεῖν,
10. οὐκ ἀνατρέπειν τὰ φαινόμενα καὶ συγχεῖν τὰς προσηγορίας,
11. ἀλλὰ ζητῆσαι τίνος μὲν κράσεως ἢ διαθέσεως, ἢ
12. κατασκευῆς σώματος, ἢ ὅπως ὀνομάζειν ἐθέλωσιν, ἔγγονος
13. γίνεται στύψις, τίνος δ’ ἁλυκότης καὶ πικρότης ὀξύτης
14. τε καὶ δριμύτης καὶ γλυκύτης καὶ λιπαρότης, ἅπερ οἱ περὶ
15. Πλάτωνά τε καὶ Ἀριστοτέλην καὶ Θεόφραστον ἐπειράθησαν
16. διορίσασθαι. δῆλον γὰρ ὡς εἴπερ ἐκ θερμοῦ καὶ
17. ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συνιόντων κέκραται πάντα,
18. καὶ τῶν εἰρημένων ἑκάστη ποιότης ἐκ τῆς τούτων κράσεώς
1. ἐστιν. εἰ μὲν οὖν ὅπως τῶν εἰρημένων ἕκαστος γίνηται
2. χυμῶν ἐπιχειροῖεν ἐξηγεῖσθαι, κᾂν ἡδέως ἐπακούσαιμι καὶ
3. χάριν γνοίην αὐτοῖς οὐ μικράν. εἰ δὲ οὐδὲ τοῦτο ποιοῦσιν, ἔτι
4. τε συγχέουσιν εἰς ταὐτὸν ἁπάσας τὰς αἰσθητὰς διαφορὰς, ὡς
5. κινδυνεύειν ἅπαντα τὰ σώματα στύφοντα προσαγορεύειν,
6. οὔτ’ ἂν αὐτοὺς ἐπακούειν ἐθέλοιμι, κᾀκείνους ἂν εὐξαίμην
7. παύσασθαι ματαίου φιλονεικίας.

Cliquer un n° de page pour en afficher l’image