16. ㅤἜστω δὴ πρῶτον ἡμῖν ὕδωρ εἰς σκέψιν
17. προβεβλημένον, ὅτι καὶ κοινότατον ἅπασιν ἀνθρώποις ἐστὶν
ㅤ
1. ὑγιαίνουσί τε καὶ νοσοῦσιν καὶ ἀναγκαιότατον εἰς τὴν ζωήν.
2. καὶ πρῶτον μὲν εὐκράτῳ σώματι προσφερέσθω μήτε ψυχρὸν
3. ἐπισήμως μήτε θερμόν. ἐφεξῆς δὲ καὶ τοῖς δυσκράτοις φύσει
4. καὶ τρίτοις τοῖς κατὰ πάθος· οὕτω γὰρ ἀκριβῶς ἐπὶ πάντων
5. ἐξετάσαιμεν ἂν αὐτοῦ τὴν οἰκείαν δύναμιν. τῷ μὲν οὖν
6. εὐκράτῳ προσφερόμενον ἐν χρόνῳ πλείονι καταψύξει πάντως
7. αὐτὸ, τῷ δὲ δυσκράτῳ θᾶττον μὲν τὸ ψυχρότερον ψύξει,
8. βραδύτερον δὲ τὸ θερμότερον. ἀεὶ δὲ πάντα ψύξει, κᾂν εἰ
9. μὴ πολλαῖς ἐφεξῆς ἡμέραις, ἀλλὰ μιᾷ τις αὐτῷ χρήσαιτο ἢ
10. πλείοσιν ὥραις οὐδὲ γὰρ ἐπανάκλησιν ἐπ’ οὐδενὸς αὐτῶν
11. τόγε τοιοῦτον ποιήσεται θερμότητος. ἀκραιφνὲς γὰρ ψυχρὸν,
12. εὐσάρκῳ καὶ νέᾳ φύσει σώματος ὀλιγοχρονίως ὁμιλῆσαι ἀνακαλεῖται
13. θερμασίαν· ἄλλως δὲ χρωμένων ἀεὶ καταψύξει. καὶ
14. μὲν δὴ κᾂν εἰ τοῖς ἁπλῷ τινι νοσήματι νοσοῦσιν ἤτοι θερμῷ
15. τὴν κρᾶσιν ἤ ψυχρῷ προσαχθείη τὸ τοιοῦτον ὕδωρ, ἐμψύξει
16. καὶ τούτους σαφῶς· ἁπλοῦν γὰρ εἶναι χρὴ τὸ πάθος, ὡς κᾀν
17. τῷ τρίτῳ περὶ κράσεων διώριστο, χάριν τοῦ μὴ κατὰ συμβεβηκὸς,
ㅤ
1. ἀλλὰ διὰ τὴν ἑαυτοῦ φύσιν ἐμψύχειν τὸ προσαγόμενον.
2. ἐπείτοι πολλάκις συνθέτου τῆς διαθέσεως οὔσης πρώτως
3. μὲν ἄλλο τι γίνεται πρὸς τοῦ φαρμάκου, κατὰ συμβεβηκὸς
4. δὲ ἄλλο, καθάπερ ἐν ταῖς φλεγμοναῖς. ἔγγονον
5. μὲν γάρ ἐστι θερμοῦ ῥεύματος καὶ πολλοῦ τὸ πάθος. ὅσα
6. δὲ θερμαίνει μετρίως φάρμακα κενοῦντα τὸ περιττὸν, εὐθὺς
7. οἶμαι καὶ ψυχρότερον τὸ πεπονθὸς ἐργάζεται. ἀλλ’ ὅταν
8. ἁπλῆ καὶ μία διάθεσις ᾖ τὸ κατὰ συμβεβηκὸς, ἐπ’ αὐτῆς
9. οὐκ ἐγχωρεῖ γενέσθαι. οὕτω γοῦν ἐξετάζοντί σοι πανταχόθεν
10. φανεῖται τὸ πότιμον ὕδωρ ψυχρόν. οὐ μὴν τῶν ἄλλων
11. γε ὑδάτων τῶν αὐτοφυῶν, ὅσα δὴ θειώδη τε καὶ ἀσφαλτώδη
12. καὶ νιτρώδη ταῖς ποιότησίν ἐστιν, ἡ αὐτὴ δύναμις·
13. οὐδὲν γὰρ αὐτῶν ὅταν ἐπικτήτου θερμότητος ἤ φυχρότητος
14. χωρισθὲν προσφέρηται, ψύχειν φαίνεται. καὶ μέν γε
15. καὶ ἡ θάλαττα καὶ αὐτὴ, πρὶν ἐπίκτητον ψύξιν ἀκραιφνῆ
16. προσλάβῃ, οὐ πάνυ τι φαίνεται ψύχουσα. κατὰ μὲν γὰρ
17. τὸ πότιμον ὕδωρ, εἴ τις δι’ ὅλης ἡμέρας ἐννήχοιτο, μὴ
18. πάνυ ψυχρὸν ὑπάρχον, ἀλλ’ ὡς ἐξ ἡλίου χλιαρὸν ἐξ ἀνάγκης
ㅤ
1. ψυγήσεται. θάλατταν δ’ ἀλύπως ἤνεγκαν, οὐ δι’ ὅλης ἡμέρας
2. μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς ἐνίοτε πάμπολλοι τῶν
3. νέων. ᾧ δῆλον ὡς τὸ μὲν ὕδωρ τὸ γοῦν πότιμον καὶ
4. γλυκὺ κατὰ τὴν ἑαυτοῦ φύσιν ἀεὶ ψυχρόν ἐστιν, ἡ θάλαττα
5. δ’ οὐχ ὁμοίως· εἰ δὲ καὶ μὴ προσθείη μέν ποτε ἐν τῷ
6. λόγῳ τὸ πότιμον, ἀλλ’ ἁπλῶς εἴποιμεν ὅσον ἐφ’ ἑαυτὸ
7. ψυχρὸν εἶναι τὸ ὕδωρ, οὐ χρὴ συκοφαντεῖν ὡς ἐλλιπῶς ἢ
8. ἀδιορίστως εἰρηκότας. ὅ τι γὰρ ἂν ἀκριβῶς τε καὶ εἰλικρινῶς
9. ὕδωρ ᾖ πάσης ἑτέρας οὐσίας ἄμικτον, ἐξ ἀνάγκης
10. ἐκεῖνο ψυχρόν ἐστι κατὰ τὴν ἑαυτοῦ δύναμιν· εἰ δ’ ἤτοι δι’
11. ἀσφαλτώδους, ἢ θειώδους, ἢ νιτρώδους, ἢ στυπτηριώδους
12. χωρίου διηθούμενον ῥύπτοιτό τι τῆς οὐσίας αὐτοῦ καὶ
13. ἅμα ἑαυτῷ παρασύροι, μικτὸν ἤδη τὸ τοιοῦτόν ἐστι καὶ
14. οὐκ ἀκριβῶς ὕδωρ, ὥσπερ εἰ καὶ σὺ βουληθείης αὐτὸς ἢ
15. ἁλῶν, ἢ στυπτηρίας, ἤ τινος ἑτέρου τοιούτου μῖξαι συχνὸν
16. ὕδατι ποτίμῳ, ㅤκαθάπερ καὶ ποιοῦμεν πολλάκις, ὅταν
17. ἀποροῦντες θαλάττης ἅλμην σκευάσαι βουληθῶμεν. ἐμβάλλομεν
18. γὰρ τηνικαῦτα τῶν ἁλῶν τῷ ὕδατι, καὶ τοσοῦτον
ㅤ
1. ἄρα τὸ διαλλάττον ἐστὶν τῆς δυνάμεως, ὥστε τὸ μὲν ὕδωρ
2. αὐτὸ τὸ γλυκὺ δηλονότι, τὸ μήτε ψυχρὸν ἐπιφανῶς μήτε
3. θερμὸν, ἀλλ’ οἷον τὸ καλούμενον εἱληθερὲς, εἰ προσφέρεις
4. ἐρυσιπέλατι, βλάβην οὐδεμίαν ἐργάσῃ περὶ τὸ σῶμα τἀνθρώπου.
5. θάλατταν δὲ ἢ ἅλμην ἤ τι τοιοῦτον ὕδωρ ἐπίμικτον,
6. ἀσφαλτῶδες ἢ θειῶδες εἰ προσενέγκῃς, οὕτως βλάψαις τὸν
7. ἄνθρωπον, ὡς ἐπικαῦσαι τὸ μέρος. ὕδωρ μὲν οὖν αὐτὸ καθ’
8. ἑαυτὸ ψυχρὸν τὴν δύναμίν ἐστιν· εἰ δ’ ἐπίκτητον αὐτῷ
9. θερμότητα προσάψας ἐθέλοις καταντλεῖν ἀνθρώπου σῶμα,
10. νομιεῖς μὲν ἴσως ἁπλοῦν τι καὶ φυσικὸν προσενηνοχέναι, τὸ
11. δ’ ἄρα σύνθετόν πώς ἐστιν, ἤτοι μοῖράν τινα τῆς οὐσίας τοῦ
12. πυρὸς, ἢ τήν γε ποιότητα πάντως προσειληφώς. ὡς γὰρ εἰ
13. καὶ τῶν ἁλῶν ἐμεμίχεις αὐτῷ, σύνθετον ἂν ἦν ὁμολογουμένως,
14. οὕτω καὶ μᾶλλον ἐπειδὴ πυρὸς ἔμιξας εἴτ’ οὖν ποιότητος
15. εἴτ’ οὐσίας εἰργάσω πως καὶ νῦν σύνθετον. ἔστι δὲ
16. δήπου καὶ τὸ ἰλυῶδες ὕδωρ σύνθετον ὡς καὶ τὸ τοῦ Νείλου
17. καὶ κατ’ Αἴγυπτον, ἀλλὰ διὰ τῶν κεραμίων ἀγγείων διηθούμενον
18. ἀκριβῶς γίνεται καθαρὸν. χρὴ δὲ μὴ ἅπαξ, ἀλλὰ καὶ
ㅤ
1. δὶς ἢ τρὶς διηθεῖν αὐτὸ, καίτοι καὶ οὕτως ἴσως ἀδύνατον
2. ἀκριβῶς ἐργάσασθαι καθαρόν· ἀλλ’ ὅταν ἐκφύγῃ πᾶσαν
3. αἴσθησιν ἡ ἐπιφερομένη τοῖς ὕδασιν ἰλὺς, ἀρκεῖ πρὸς γε
4. τὴν τοιαύτην χρείαν τὰ τοιαῦτα καθαρὰ καὶ εἰλικρινῆ λέγειν
5. ὕδατα.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.4, ed. Kühn, 1826, vol. 11, p. 385-390. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩