Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 1.40, ed. Kühn, 1826, vol. 11, p. 455-458. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.40

8. Ἀλλ’ ἡμεῖς μὲν ἐν τοῖς μετὰ ταῦτα πειρασόμεθα
9. δεῖξαι τίνος ἕκαστος τῶν χυμῶν ἐστι κράσεως ἔγγονος.
10. ἐν δὲ τῷ παρόντι τὸ χρήσιμον εἰς τὴν τέχνην αὐτὸ
11. μόνον ἐθίσαι βούλομαι, πρότερον ἐκλέγειν τοὺς μανθάνοντας
12. ἐπὶ τὴν πεῖραν ἐρχομένους, ἐπειδὰν κρῖναι βουληθῶσιν ὅπως
13. ἡμᾶς ἕκαστον τῶν φαρμάκων διατίθησιν. οὐ γὰρ δὴ καθ’
14. αὑτό γε καὶ πρὸς τὴν ὅλην φύσιν ὁποῖόν ἐστιν ἐπισκεπτόμεθα.
15. δῆλον γὰρ ὡς οὕτω μὲν οὔτ’ ἂν ὄξος οὔτε θάλαττα
16. λέγοιτο ξηραῖνον ἡμᾶς, ἢ ξηρὸν εἶναι τὴν δύναμιν. ἐνεργείᾳ
17. γάρ ἐστιν ἑκάτερον αὐτῶν ὑγρὸν, ἀλλ’ ἐὰν ξηραίνειν ἡμᾶς
1. φαίνηται, ξηρὰ λεχθήσεται πρὸς ἡμᾶς δηλονότι καὶ τὴν ἡμετέραν
2. φύσιν, ἐν ἴσῳ τῷ ξηραντικά. καὶ δὴ καὶ θερμὰ καὶ
3. ψυχρὰ καὶ ὑγρὰ κατὰ τὸν αὐτὸν τρόπον, ὅταν ἡμᾶς θερμαίνῃ
4. καὶ ψύχῃ καὶ ὑγραίνῃ, λεχθήσεται πρὸς ἡμᾶς, οὐ πρὸς
5. τὴν ὅλην οὐσίαν, οὐδὲ καθ’ ἑαυτά. καὶ μὴν εἴπερ τούτου
6. μόνου μνημονεύοιμεν, ἡ πεῖρα μόνη κριτήριον ἁπάντων
7. ἔσται βεβαιότατον, ὥσθ’ ὅσαι ταύτην καταλιπόντες ἑτέρωθεν
8. ἐπιχειροῦσιν οὐ ψεύδονται μόνον, ἀλλὰ καὶ τὸ χρήσιμον
9. ἀνατρέπουσι τῆς πραγματείας. ἡμῖν γὰρ οὐχ οἷόν τι κατὰ
10. τὴν ἑαυτοῦ φύσιν ἕκαστον τῶν φαρμάκων ἐστὶ πρόκειται
11. ζητεῖν, ἀλλ’ οἷόν τι δρᾷν πέφυκεν εἰς ἡμᾶς. ὁ μὲν δὴ πρῶτός
12. μοι λόγος ἐνταυθοῖ τελευτάτω. κατὰ δὲ τὸν ἐφεξῆς ἔτι
13. τὸν δεύτερον, ἔλαιόν τε καὶ ῥόδινον ἐν παραδείγματι τῷ
14. λόγῳ προχειρισάμενος ἐπιδείξω κᾀνταῦθα τὰς μοχθηρὰς
15. ὁδοὺς τῶν ἐπιχειρημάτων, αἷς οἱ πολλοὶ τῶν ἰατρῶν χρώμενοι
16. παραλογίζονται σφᾶς μὲν αὑτοὺς πρῶτον, σὺν ἑαυτοῖς
17. δ’ ἤδη καὶ ἄλλους πολλούς. ἐπειδὰν δὲ τοῦτο περανθῇ,
18. μεταβὰς ἐπὶ τὸ τρίτον τῶνδε τῶν ὑπομνημάτων, ὅσα λογικὰ
1. ζητήματα προηγεῖται τῆς περὶ τῶν ἁπλῶν φαρμάκων
2. ἁπάσης διεξόδου, ταῦτα πειράσομαι διελθεῖν, ὥστε κατὰ τὸ
3. τέταρτον αὐτὰς ἤδη τὰς δυνάμεις ἁπάντων διορίζειν, ὧν
4. εὐθὺς ἂν ἀπ’ ἀρχῆς ἡψάμην, εἰ μὴ μεστὰ παραλογισμῶν ἦν
5. σχεδὸν ἅπαντα τὰ τῶν νεωτέρων ἰατρῶν βιβλία. τούτους
6. οὖν ἐκκαθᾶραί τε καὶ ἀποσκευάσασθαι χρὴ πρῶτον ἐκ τῆς
7. τοῦ μανθάνοντος ψυχῆς, ὅπως μηδὲν ἐμποδίζοιεν τοῖς ἀληθέσιν.
8. ὡς γὰρ Ἱπποκράτης φησὶν, οὕτω καὶ Πλάτων ἔλεγεν·
9. οὐ μόνον τὰ μὴ καθαρὰ σώματα, ὁπόσῳ ἂν θρέψῃς μᾶλλον
10. βλάψεις, ἀλλὰ καὶ ταῖς ἀκαθάρτοις ψυχαῖς, εἰ τροφίμους
11. προσφέρεις λόγους, οὐ μόνον οὐδὲν ὠφελήσῃς ἂν, ἀλλὰ καὶ
12. βλάψεις οὐ σμικρά. διὰ ταῦτα μὲν οὖν αὐτὰ καὶ ὅτι πολλοὶ
13. τῶν ἑταίρων ἐξελεγχθῆναι τοὺς παραλογισμοὺς τῶν νεωτέρων
14. ἰατρῶν ἠβουλήθησαν, οὐκ ἐν ταῖς συνουσίαις μόνον ἃς ἑκάστοτε
15. ποιούμεθα συνδιατρίβοντες αὐτοῖς, ἀλλὰ καὶ διὰ τῶνδε
16. τῶν ὑπομνημάτων, ἀνάγκην ἔσχον ἐπιπλέον ἐγχρονίσαι τοῖς
17. πρώτοις δύο βιβλίοις, ἵνα ἐν τῷ τρίτῳ καθαρὸν ἤδη τῇ
18. ψυχῇ τὸν ἀκροατὴν ἔχων καὶ δυνάμενον ἕπεσθαι τοῖς ἀληθέσι
19. λόγοις, ὅσα τε χρὴ περὶ τῶν ἀρχῶν τῆς προκειμένης ἡμῖν
1. θεωρίας ἐγνωκέναι διέλθω, μετὰ ταῦτά τε τῶν φαρμάκων
2. ἑκάστου πάσας ἐπέλθω τὰς δυνάμεις. ἔσται δὲ τοῦτο διὰ βιβλίων,
3. ὡς οἶμαι, τῶν πάντων ἕνδεκα τηλικούτων μάλιστα τὸ
4. μέγεθος ἡλίκον καὶ τοῦτό ἐστι τὸ πάντων πρῶτον. ᾧ μέτρον
5. ἤδη τὸ δέον ἔχοντι τελευτὴν ἐπιτίθημι ταύτην αὐτῷ
6. τὴν ῥῆσιν.

Cliquer un n° de page pour en afficher l’image