6. Ὅτι δὲ ψύχει σαφῶς ἅπαν ὕδωρ γλυκὺ
7. μάθοις ἂν κἀνθένδε. κηρωτὴν ὑγρὰν, εἰ δι’ ὕδατος ψυχροῦ
8. μαλάξας καὶ ἀναδεύσας ἐπιμελῶς ἐπιθείηςㅤ θερμῷ τινὶ
9. παθήματι, παραχρῆμα καταψύξεις αὐτό. χρὴ δ’ ὡς ὅτι
10. πλεῖστον μιγνύναι τοῦ ὕδατος, γένοιτο δ’ ἂν ἡ μίξις ᾧδέ
11. πως ἄριστα. καθαρὸν ὡς ἔνι μάλιστα κηρὸν ἐλαίῳ χρὴ
12. τήξαντας ὑγρὰν ποιῆσαι κηρωτὴν, ἔπειτα ψύξαντάς τε καὶ
13. ξύσαντας ἐν θυείᾳ μαλάττειν διὰ τῶν χειρῶν ὕδωρ ψυχρὸν
14. παραχέοντας, εἰς ὅσον ἂν ἡ κηρωτὴ δύνηται δέχεσθαι καὶ
15. μήπως περιῤῥέῃ τὸ ὕδωρ. ἐμψύχει τοῦτο καὶ τοὺς ἐν πυρετῷ
16. καυσουμένους, εἰ κατὰ τῶν ὑποχονδρίωνㅤ ἐπιτεθείη
17. καὶ φλεγμονὴν ἅπασαν, ὡσαύτως ἕρπητάς τε καὶ ἄνθρακας,
18. ἐρυσιπέλατα καὶ φύγεθλα καὶ πάντα ἁπλῶς εἰπεῖν τὰ
ㅤ
1. θερμὰ νοσήματα. μὴ τοίνυν ὕδωρ γλυκὺ, ἀλλὰ καὶ θάλατταν
2. ἢ ἅλμην αὐτῷ παραμίξας ἐφ’ ἑνὸς τῶν εἰρημένων ὅτου
3. βούλῃ χρήσασθαι, θεάσῃ γὰρ αὐτίκα διαφορὰν οὐ σμικρὰν,
4. οὐ μόνον οὐκ ἐμψύχοντος ἔτι τοῦ γενομένου φαρμάκου τῶν
5. εἰρημένων διαθέσεων οὐδεμίαν, ἀλλὰ καὶ προεκκαίοντος.
6. οὕτως ἄρα πολλὴ διαφορὰ τῶν ποτίμων ὑδάτων ἐστὶν πρὸς
7. ἅλμην τε καὶ θάλατταν. οὐχ ἧττον δ’ ἅλμης καὶ θαλάττης
8. τὰ θειώδη καὶ ἀσφαλτώδη, νιτρώδη καὶ χαλκάνθου καὶ μίσυος
9. καὶ χαλκίτεως, ἤ τινος ἁπλῶς τῶν φύσει θερμῶν φαρμάκων
10. ἐμφαίνοντος τῇ γεύσει, πολέμια πάντα ταῖς θερμαῖς τοῦ
11. σώματος ἡμῶν διαθέσεσιν ὑπάρχει. ᾧ δῆλον ὡς ταυτὶ μὲν
12. ἅπαντα θερμὰ ταῖς δυνάμεσίν ἐστιν. τὸ δὲ πότιμον ὕδωρ
13. μόνον ψυχρόν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 1.6, ed. Kühn, 1826, vol. 11, p. 391-392. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩