Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 1.7, ed. Kühn, 1826, vol. 11, p. 392-394. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.7

14. Ὅτι δὲ καὶ ὑγρὸν τοῦτο μόνον τῶν εἰρημένων
15. ὑδάτων ἀκριβῶς ἐκ τῆς αὐτῆς ἐπιγνώσῃ μεθόδου. τά
16. τε γὰρ ἕλκη τὰ πέρα τοῦ δέοντος αὐχμώδη καὶ ξηρὰ τούτῳ
17. τέγγων, αὐτίκα μάλα ποιήσεις ὑγρὰ καὶ πλαδαρὰ, τῶν ἄλλων
18. ἁπάντων ὑδάτων ξηραινόντων τὰ ἕλκη, τά τε τῶν ἁλιέων
1. ξηρά τε καὶ τεταριχευμένα φαίνεται, τά τε τῶν βαλανέων
2. ὑγρὰ καὶ πλαδαρά. κἂν εἰ βουληθείης δὲ βρέχων μότον
3. ἐπιτιθέναι τοῖς ἕλκεσιν, ὑγρὰ μὲν ὑπὸ τοῦ ποτίμου, ξηρὰ
4. δὲ ὑφ’ ἅλμης τε καὶ θαλάττης εὑρήσεις γινόμενα. τὰ μέντοι
5. στυπτηριώδη τῶν ὑδάτων, οἷον τὰ κατὰ τὴν Ἰταλίαν
6. Ἄλβουλα προσαγορευόμενα, καὶ τοῖς ἄλλοις μὲν ἕλκεσίν
7. ἐστιν ἐπιτήδεια καὶ τὰ ῥευματικὰ δὲ πάντα ξηραίνει ῥᾳδίως.
8. οὕτως ἄρα τῶν ἄλλων ὑδάτων οὐδὲν ὑγραίνειν πέφυκεν,
9. ὅτι μηδ’ ὕδωρ ἐστὶν ἀκριβῶς, ἀλλ’ ἐπίμικτόν τε καὶ νόθον
10. ἤτοι στυπτηρίας τε καὶ χαλκίτεως, ἢ ἁλῶν, ἤ τινος ἄλλου
11. τοιούτου προσειληφός. ὅθεν αὐτῶν ἔνια παροξυντικὰ τῶν
12. ἑλκῶν ἐστιν, ὅσα τε δριμέα ἱκανῶς ὑπάρχει καὶ δακνώδη.
13. καὶ μὲν δὴ καὶ διψῶντι τὸ μὲν ὕδωρ παρηγορικὸν ἴαμα,
14. τὰ δ’ ἄλλα πάντα παροξυντικὰ, καὶ τοῖς ὑδερικοῖς ἐναντιώτατον
15. μὲν καὶ πόμα καὶ λουτρὸν τὸ ὕδωρ τὸ γλυκὺ,
16. τὰ δ’ ἁλμυρώδη καὶ νιτρώδη καὶ θειώδη καὶ ἀσφαλτώδη
17. πάντα χρηστά· καὶ μιμήσασθαι δ’ ἂν δύναιο, καθάπερ
1. θάλατταν, οὕτω καὶ τῶν ἄλλων ἕκαστον ἐπιμιξίᾳ τῆς
2. οὐσίας, ἥτις ἂν ἐν ἑκάστῳ φαίνηται κρατεῖν. θεῖον μὲν
3. γὰρ ἐμβαλὼν ὕδατι γλυκεῖ θειῶδες ὕδωρ ἐργάσῃ, στυπτηρίαν
4. δὲ στυπτηριῶδες, καὶ τῶν ἄλλων ἕκαστον.

Cliquer un n° de page pour en afficher l’image