Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 1.8, ed. Kühn, 1826, vol. 11, p. 394-397. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:1.8

5. Αὕτη μὲν οὖν ἡ οἰκεία φύσις τοῦ ὕδατος
6. ὑγρά τε ἐστι καὶ ψυχρά. προσλαμβάνον δ’ ἐπίκτητον
7. θερμότητα, θερμαίνει μὲν καὶ ὑγραίνει τὰ πλησιάζοντα, πλὴν
8. οὐχ ὁμοίως ἄμφω πέφυκε δρᾷν ἅμα, ἀλλ’ ὑγραίνει μὲν ἄκρως,
9. ἄν τε χλιαρὸν ἄν τ’ εὔκρατον ἄν τε καὶ θερμότερον ὑπάρχῃ.
10. θερμαίνει δ’ οὐκ ἄκρως τό γε μὴ ζέον ἐσχάτως. ἐξεταζέσθω
11. δ’ ὁ λόγος ἐπὶ τῆς εὐκράτου φύσεως πρῶτον. ἂν τοίνυν
12. ταύτῃ προσφέρῃς ὕδωρ εὐκράτως θερμὸν, εἴτε λούων εἴτε
13. καταντλῶν ὃ τι δή ποτε μέρος, ὑγρότερον ἀποδείξεις ἑαυτοῦ
14. καὶ θερμότερον ἐν αὐτῷ τῷ χρόνῳ τῆς καταντλήσεως. εἰ δ’
15. ἐπὶ τούτῳ παύσαιο μὴ συναγαγὼν καὶ πιλήσας καὶ πυκνώσας
16. τὸ σῶμα ψυχροῦ χρήσει, μικρὸν ὕστερον εὑρήσεις αὐτὸ
17. ψυχρότερον ἑαυτοῦ γεγονέναι· ἀραιούμενον γάρ τι τὸ σῶμα
18. ψυχρότερον γίνεται, διαπνεομένης ἀμετρότερον τῆς ἐμφύτου
1. θερμασίας. οὐ μὴν ὥσπερ ψυχρότερον ἐς ὕστερον ἡ τοῦ θερμοῦ
2. χρῆσις, οὕτω καὶ ξηρότερον ἀποδείκνυσι τὸ σῶμα. καίτοι
3. καὶ τοῦτ’ ἂν δόξῃ γίγνεσθαι διά τε τὴν ἀραίωσιν τῶν
4. πόρων καὶ μαλακότητα τοῦ σώματος καὶ χύσιν τῆς οὐσίας,
5. ἀτμίζειν γὰρ ἀνάγκη πλέον ἐπὶ ταῖς τοιαύταις διαθέσεσιν,
6. ὁ δ’ ἀτμὸς ὑγρόν ἐστι λελεπτυσμένον. ἀλλὰ γὰρ οὐχ ᾧδ’
7. ἔχει τἀληθές. ἥ τε γὰρ μαλακότης, ἣν ἐπὶ ταῖς θερμολουσίαις
8. ἐπικτᾶται τὰ σώματα, μόνης ὑγρότητος ἴδιον καὶ ἀχώριστον
9. σημεῖον ἐν ζώου σώματι, καθάπερ ἐν τοῖς περὶ κράσεων
10. ἐδείξαμεν, ἥ τ’ ἐν τοῖς ἡλκωμένοις μορίοις σὰρξ ἐναργῶς
11. τὸ τοιοῦτον ἐμφαίνει, πλαδαρὰ καὶ βρυώδης ἐπὶ ταύταις
12. ταῖς δι’ ὕδατος θερμοῦ καταντλήσεσιν ἀποτελουμένη. κενοῦται
13. μέντοι τὸ σῶμα κατὰ τὰς τοιαύτας διαθέσεις, ὡς ἔλαττον
14. ἴσχειν ὑγρότητος ἐν ἑαυτῷ νῦν ἢ πρόσθεν. καὶ συγγνοίη τις
15. ἂν τοῖς οἰομένοις ἐπί τε ταῖς θερμολουσίαις καὶ ταῖς καταντλήσεσι
16. τοῦ συμμέτρου θερμοῦ ξηραίνεσθαι τὸ σῶμα. παραπλήσιον
17. γάρ τι σφάλλονται τοῖς ὑπολαμβάνουσι τοὺς γέροντας
1. τῶν νεανίσκων ὑγροτέρους εἶναι. περιττώματα μὲν γὰρ
2. ὑγρὰ πλείω τοῖς γέρουσιν, αὐτὰ δὲ τὰ πεφυκότα καὶ ὀργανικὰ
3. μόρια τοῖς νεανίσκοις ὑγρότερα, καθ’ ὅ τι δέδεικται καὶ
4. διὰ τοῦ δευτέρου περὶ κράσεων. οὕτω δὲ κἀπὶ τῶν καταιονήσεών
5. τε καὶ λουτρῶν ἔχει καὶ πάσης ἁπλῶς τῆς δι’ ὕδατος
6. θερμοῦ τέγξεως. αἱ μὲν γὰρ ἐν τοῖς ἀγγείοις καὶ ταῖς ἄλλαις
7. χώραις ταῖς κεναῖς ὑγρότητες ἐκκενοῦνται πᾶσαι, τὰ σώματα
8. δ’ αὐτὰ τῶν ἀγγείων καὶ σύμπαν τὸ σαρκῶδες γένος ὑγρότερον
9. ἑαυτοῦ γίνεται. καὶ ταύτην μόνην, ὡς ἔοικεν, οὐδέποτε
10. ἀποβάλλει τὴν δύναμιν τὸ ὕδωρ τὸ γλυκὺ δηλοσότι.
11. οὐδὲ γὰρ ὅταν ζέον κατακαύσῃ τὰ σώματα, ξηρὰ τὰ καυθέντα
12. γίνεται, ὡς ἐν τοῖς ὑπὸ πυρὸς ὀπτηθεῖσιν. ὡσαύτως οὐδ’
13. ἐπειδὰν ἄκρως ψυχρὸν γενόμενον δι’ ὅλης ἡμέρας ἢ καὶ
14. πλείονι χρόνῳ καταντλῆταί τινος μορίου, ξηρότερον ἀπεργάζεται
15. τοῦτο, καίτοι ῥυσσόν γε φαίνεται καὶ πάνυ μικρόν.
16. ἀλλὰ ταῦτα μὲν αὐτῷ διὰ τὸ κεκενῶσθαι τὴν ἐκ τῶν ἀγγείων
17. τε καὶ τῶν ἄλλων χωρίων ὑγρότητα συμβαίνει, τὰ πεφυκότα
18. δ’ αὐτὰ κατ’ οὐδὲν ἑαυτῶν γίνεται ξηρότερα, καὶ χρὴ
1. μεμνῆσθαι καὶ τούτου καὶ παρ’ ὅλον ἀεὶ φυλάττειν τὸν λόγον,
2. ὡς ἔκ τε τῶν ἐναργῶς φαινομένων συλλογίζεσθαι τὴν δύναμιν
3. ἑκάστου τῶν φαρμάκων, ἀεί τε πρὸς ὃ λέγεται θερμὸν ἢ ψυχρὸν
4. ἢ ὑγρὸν ἢ ξηρὸν εἶναι, πρὸς τοῦτο δοκιμάζειν.

Cliquer un n° de page pour en afficher l’image