[Capitulum 1] ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΒΙΒΛΙΟΝ Κ.
1. Οὐδὲν τῶν νῦν λεχθησομένων τοῖς ἀγνοοῦσι
2. τὰ κατὰ τὴν ἀρχὴν τῆς πραγματείας ἐν τοῖς πρώτοις
3. πέντε βιβλίοις εἰρημένα μεγάλην ὠφέλειαν οἴσει, τινὰ δ’
4. ἴσως καὶ βλάψει τὸν χρησόμενον τοῖς ἐν αὐτῷ γεγραμμένοις
5. φαρμάκοις, οὐκ ἔχοντα μέθοδον. ὡς οὖν ἐκεῖνα μεμαθηκότι
6. σοι διαλέξομαι, τὸ κεφάλαιον ἀναμνήσας ὅλης τῆς πραγματείας.
7. ἐδείχθη τὰ φάρμακα κατὰ μὲν τὰς δραστικὰς ὀνομαζομένας
ㅤ
1. ποιότητας ἐνεργοῦντα θερμότητα καὶ ψυχρότητα
2. καὶ ξηρότητα καὶ ὑγρότητα, τῇ δὲ τούτων κράσει στρυφνὰ
3. καὶ αὐστηρὰ καὶ ἁλμυρὰ καὶ ἁλυκὰ καὶ πικρὰ καὶ δριμέα
4. καὶ γλυκέα γιγνόμενα, καὶ τὰ μὲν ῥυπτικὰ, τὰ δὲ ἀποκρουστικὰ,
5. τὰ δὲ ἑλκτικὰ, τὰ δὲ μαλακτικὰ, τὰ δὲ καυστικὰ, τὰ
6. δὲ σηπτικὰ, τὰ δὲ ἐσχαρωτικὰ, καὶ πρός γε τούτοις ἔτι κατ’
7. ἄλλας ἰδικωτέρας ἐνεργείας, σαρκωτικά τε καὶ συνουλωτικὰ
8. καὶ κολλητικὰ συρίγγων ἢ ἑλκῶν, ἢ καθαιρετικὰ τῶν ὑπεραυξανόμενον
9. σαρκῶν. ἐδείχθη δὲ καὶ ὡς ἡ καθόλου δύναμις
10. ἐκ πείρας μιᾶς ἐνδεικτικῶς εὑρίσκοιτο, καὶ οὐ τῆς τυχούσης
11. γε πείρας, ἀλλὰ μετὰ τῶν εἰρημένων διορισμῶν γιγνομένης·
12. εὑρεθείσης δ’ ἅπαξ τῆς καθόλου δυνάμεως οὐδεμιᾶς ἔτι
13. πείρας εἶναι χρείαν εἴς γε τὰς κατὰ μέρος ἐνεργείας, ὅτι μὴ
14. πρὸς βεβαίωσιν μόνην ὧν ὁ λόγος εὗρεν. οὕτως οὖν καὶ νῦν
15. ποιησαίμεθα τὴν κρίσιν τῆς προκειμένης ὕλης, αὕτη δ’ ἐστὶν
16. ἡ ἐκ τῶν ζώων. ἐν μὲν γὰρ τοῖς μετὰ τὸ πέμπτον ἐφεξῆς
17. τρισὶ βιβλίοις, ἕκτω καὶ ἑβδόμῳ καὶ ὀγδόω, τὴν περὶ τὰ φυτὰ
18. διήλθομεν ὕλην, οὐ πᾶσαν δηλονότι τὴν καθ’ ὅλην τὴν
ㅤ
1. οἰκουμένην, ㅤἀλλ’ ὅσης ἡμεῖς ἔχομεν πεῖραν. ἐν δὲ τῷ
2. πρὸ τοῦδε, τῆς δ’ ὅλης πραγματείας ἐννάτῳ, τὴν περὶ τὰ
3. γεώδη τε καὶ λιθώδη σώματα. λείπεται δ’ ἡμῖν ἔτι τὴν περὶ
4. τὰ ζῶα διελεῖν ὕλην· εἶτ’ ἔτι τῶν ἐν θαλάττῃ καὶ λίμναις
5. ἢ ὅλως ἐν ὕδατι γεννωμένων ἐστὶν ὑπόλοιπον, ἃ μήτε φυτὰ
6. μήτε γῆ μήτε λίθος ἐστὶ μήτε ζῶον. ὀλίγιστα δὲ τὰ τοιαῦτα
7. παντάπασίν ἐστι καὶ γεγράψεται τελευταῖα, μετὰ τὸ διελθεῖν
8. ἡμᾶς τὰ κατὰ τὰ σώματα τῶν ζώων. ἔσται δὲ καὶ
9. τούτων ἡ τάξις τῆς διδασκαλίας κατὰ τὴν τῶν πρώτων
10. γραμμάτων τάξιν ἐν ταῖς προσηγορίαις αὐτῶν. ὥσπερ δ’ ἐν
11. τῇ τῶν φυτῶν ὕλῃ καὶ περὶ τῶν ἐξ αὐτῶν γινομένων χυμῶν
12. τὸν λόγον ἐποιησάμην, οὕτως καὶ νῦν οὐ μόνον τῶν
13. στερεῶν μορίων ἐν τοῖς ζώοις ἡ διδασκαλία τῆς δυνάμεως,
14. ἀλλὰ καὶ τῶν ἐν αὐτοῖς περιεχομένων ἔσται, φλέγματος, χολῆς,
15. αἵματος, οὔρου, κόπρου καὶ τῶν ὁμοίων. ἐν μὲν οὖν
16. τοῖς ἔμπροσθεν εἰρημένοις οὐ πολλὰ τῶν κατὰ μέρος ἐν
17. ταῖς ὑπὸ τῶν ἰατρῶν γεγραμμέναις ὕλαις ἄγνωστά μοι γέγονεν,
ㅤ
1. ἀλλ’ αὐτὸς ἐσπούδασα διὰ τῆς πείρας γνῶναι τὰς
2. δυνάμεις αὐτῶν, εἴ τινος δ’ οὐκ ἔγνων, οὐδ’ ἔγραψα περὶ
3. τούτου τὴν ἀρχὴν, οὐκ ἀξιῶν ἄλλοις πιστεύειν οὐδὲ περὶ
4. ἑνὸς τοιούτου, διὰ τὸ καταμαθεῖν ἐνίους πολλὰ ψευδομένους.
5. ἐπὶ δὲ τῆς νῦν προκειμένης ὕλης οὐχ οὕτως ἔχει. πάμπολλα
6. ὁμολογῶ μορίων τε καὶ ὑγρῶν ἐν τοῖς τῶν ζώων
7. σώμασι περιεχομένων, ὧν οὐδεμίαν αὐτὸς ἔσχηκα τοιαύτην
8. πεῖραν, ὁποίαν ἔγραψάν τινες· ἔνια μὲν γὰρ αὐτῶν ἀσελγῆ
9. τέ ἐστι καὶ βδελυρὰ, τινὰ δὲ καὶ πρὸς τῶν νόμων ἀπηγορευμένα,
10. περὶ ὧν οὐκ οἶδα πῶς ἔγραψεν ὁ Ξενοκράτης, ἄνθρωπος
11. οὐ πάλαι γεγονὼς, ἀλλὰ κατὰ τοὺς πάππους ἡμῶν,
12. τῆς Ῥωμαϊκῆς βασιλείας ἀπηγορευκυίας ἀνθρώπους ἐσθίειν,
13. ἀλλ’ ἐκεῖνός γε ὡς αὐτὸς πεπειραμένος ἀξιοπίστως πάνυ
14. γράφει τίνα πάθη θεραπεύειν πέφυκεν ἐγκέφαλος ἐσθιόμενος
15. ἢ σάρκες ἢ ἧπαρ ἀνθρώπου, τίνα δὲ τὰ τῆς κεφαλῆς
16. ἢ κνήμης ἢ δακτύλων ὀστᾶ τὰ μὲν καυθέντα, τὰ δ’ ἄκαυστα
17. πινόμενα, τίνα δ’ αὐτὸ τὸ αἷμα. ταῦτα μὲν οὖν εἰ καὶ
ㅤ
1. παρὰ τοὺς νόμους, ἀλλ’ οὐκ ἀσελγῆ γε. πόσις δ’ ἱδρῶτός
2. τε καὶ οὔρου καὶ καταμηνίου γυναικὸς ἀσελγῆ καὶ βδελυρὰ,
3. καὶ τούτων οὐδὲν ἧττον ἡ κόπρος, ἣν διαχριομένην τε τοῖς
4. κατὰ τὸ στόμα καὶ τὴν φάρυγγα μορίοις εἴς τε τὴν γαστέρα
5. καταπινομένην ἔγραψεν ὁ Ξενοκράτης ὅ τί ποτε ποιεῖν δύναται·
6. γέγραφε δὲ καὶ περὶ τοῦ κατὰ τὰ ὦτα ῥύπου καταπινομένου.
7. ἐγὼ μὲν οὖν οὐδὲ τοῦτον ἂν ὑπέμεινα καταπιεῖν,
8. ἐφ’ ᾧ γε μηδέποτε νοσῆσαι. πολὺ δ’ αὐτοῦ βδελυρώτερον
9. ἡγοῦμαι τὴν κόπρον εἶναι. καὶ μεῖζόν γε ὄνειδός ἐστιν ἀνθρώπῳ
10. σωφρονοῦντι κοπροφάγον ἀκούειν ἢ αἰσχρουργὸν ἢ
11. κίναιδον, ἀλλὰ καὶ τῶν αἰσχρουργῶν μᾶλλον βδελυττόμεθα
12. τοὺς φοινικίζοντας τῶν λεσβιαζόντων, ᾧ φαίνεταί μοι παραπλήσιόν
13. τι πάσχειν ὁ καὶ καταμηνίου πίνων. οὔτ’ οὖν τούτων
14. ὑπομείναι τις ἂν εἰς πεῖραν ἐλθεῖν ἄνθρωπος κατὰ φύσιν
15. ἔχων οὔθ’ ὅσα μετριώτερα μὲν τούτων, ἔτι δ’ ἀσελγῆ,
16. κόπρῳ καταχρίεσθαί τι τοῦ σώματος μέρος, ἕνεκα τοῦ κατ’
17. αὐτὸ πάθους, ἢ ἀνθρώπου σπέρματος. γόνον δὲ αὐτὸ καλεῖν
ㅤ
1. εἴωθεν ὁ Ξενοκράτης, ㅤκαὶ διορίζεταί γε μετὰ πάσης
2. ἐπιμελείας τίνα μὲν αὐτὸς ὁ γόνος μόνος ὠφελεῖν πέφυκε
3. καταχριόμενος, τίνα δὲ μετὰ τὴν ὁμιλίαν ἀνδρὸς καὶ γυναικὸς,
4. ὅταν ἐκπέσῃ τοῦ γυναικείου κόλπου. μεγάλην γάρ τινα
5. δεῖ γενέσθαι βοηθημάτων πενίαν, ἵνα τις χίμεθλα θεραπεύσῃ
6. ὑπερεχούσας ἀνδρὸς σπέρμα μὴ μεῖναν ἔνδον, ἀλλ’ ἐκρυὲν τῆς
7. γυναικὸς ἐπὶ τῇ συνουσίᾳ. πολὺ μὲν δὴ καὶ τὸ τοιοῦτο τῆς
8. ὕλης εἶδός ἐστιν ἐν τοῖς περὶ τῆς ἀπὸ τῶν ζώων ὠφελείας
9. ὑπ’ αὐτοῦ γεγραμμένοις. οὐ γὰρ ἀνθρώπου δηλονότι, τίνα
10. δύναμιν ἔχει πινόμενον οὖρον ἢ καταπινομένοις τε καὶ διαχριομένοις
11. τοῖς ἐν τὸ στόματι μέρεσι κόπρος, ἀλλὰ καὶ τῶν
12. ἄλλων ζώων ἑκάστου διηγεῖται, πολὺ δ’ ἄλλο τῶν δυσπορίστων,
13. οἷον ὅταν ἐλέφαντος ἢ ἵππου Νειλώου μνημονεύῃ.
14. βασιλίσκον μὲν γὰρ τὸ θηρίον οὐδὲ εἶδον οὐδέποτε, καὶ εἰ
15. ἀληθῆ τὰ λεγόμενα περὶ αὐτοῦ, κινδυνῶδές ἐστι καὶ τὸ
16. πλησίον ἀφικέσθαι τῷ ζώῳ τούτῳ. παραπλήσια δὲ τῷ Ξενακράτει
17. καὶ ἄλλοι τινὲς ἔγραψαν περὶ ζώων, ἐξ ὧν καὶ
ㅤ
1. αὐτὸςㅤ ὁ Ξενοκράτης ἐξεγράψατο τὰ πλεῖστα. πόθεν
2. γὰρ ἂν ηὐπόρησε τοσούτων τε καὶ τοιούτων πραγμάτων
3. αὐτὸς πειραθῆναι; ὁ γοῦν ἡμέτερος γενόμενός ποτε βασιλεὺς
4. Ἄτταλος ἐλάττονα φαίνεται γράφων, καίτοι φιλοτιμότατα
5. σχὼν περὶ τὴν τῶν τοιούτων πεῖραν. ἐπαινῶν δέ τις
6. Ἀτευρίστου τὴν αὐτὴν πραγματείαν, ἔδωκέ μοι καὶ αὐτὴν
7. διελθεῖν, ὥς γε ἐμοὶ δοκεῖ, χωρὶς αὐτοψίας ἰδίας τοῦ γράψαντος
8. αὐτὴν γεγονυῖαν. ἐγὼ τοίνυν οὔτε βασιλίσκων οὔτε
9. ἐλεφάντων οὔθ’ ἵππων Νειλώων οὔτ’ ἄλλου τινὸς οὗ μὴ
10. πεῖραν αὐτὸς ἔχω μνημονεύσω, τῶν δὲ καλουμένων φίλτρων,
11. ἀγωγίμων, ὀνειροπομπῶν τε καὶ μισήτρων, αὐτοῖς γὰρ τοῖς
12. ἐκείνων ὀνόμασιν ἐξεπίτηδες χρῶμαι, τὴν ἀρχὴν ἂν, οὐδ’ εἰ
13. πεῖραν ἱκανὴν εἶχον, ἐμνημόνευσα διὰ γραμμάτων, ὥσπερ
14. οὐδὲ τῶν θανασίμων φαρμάκων ἢ τῶν ὡς αὐτοὶ καλοῦσιν
15. παθοποιῶν. ἐκεῖνα μὲν γὰρ αὐτῶν καὶ γελοῖα, καταδῆσαι
16. τοὺς ἀντιδίκους, ὡς μηδὲν ἐπὶ τοῦ δικανικοῦ δυνηθῆναι
17. φθέγξασθαι, ἢ ἐκτρῶσαι ποιῆσαι τὴν κύουσαν, ἢ μηδέποτε
ㅤ
1. συλλαβεῖν, ὅσα τ’ ἄλλα τοιαῦτα. τὰ μέν γε πλεῖστα εἶναι
2. τούτων ἐστὶ καὶ πρὸς τῆς πείρας ἀδύνατα ὑπάρχειν, ἔνια
3. δὲ εἰ καὶ δυνατὰ, βλαβερὰ γοῦν γ’ ἐστὶ τῷ βίῳ τῶν ἀνθρώπων,
4. ὥστ’ ἐγὼ νὴ τοὺς θεοὺς θαυμάζω κατὰ τίνα τὴν
5. ἔννοιαν ἧκον ἐπὶ τὸ γράφειν αὐτά τινες. ἃ γὰρ καὶ τοῖς
6. ζῶσιν ἀδοξίαν φέρει γνωσθέντα, πῶς ταῦτα μετὰ θάνατον
7. εὐδοξίαν οἴσειν αὑτοῖς ἤλπισαν; εἰ μὲν οὖν βασιλεῖς ὄντες
8. ἐν ἀνθρώποις ἐπὶ θανάτῳ κατακεκριμένοις ἐποιήσαντο τὴν
9. πεῖραν αὐτῶν, οὐδὲν ἔπραξαν δεινόν. ἐπεὶ δ’ ἰδιῶται τοιαύτης
10. ἐξουσίας ἐν ὅλῳ τῷ βίῳ γεγονότες ἐπὶ τὸ γράφειν ἧκον
11. αὐτὰ, δυοῖν θάτερον, ἢ μὴ πειραθέντες αὐτοὶ γράφουσιν
12. ὑπὲρ ὧν οὐκ ἴσασιν, ἢ εἴπερ ἐπειράθησαν, ἀσεβέστατοι πάντων
13. ἀνθρώπων εἰσὶν, ἕνεκα πείρας ὀλέθρια δόντες φάρμακα
14. τοῖς οὐδὲν ἠδικηκόσιν, ἐνίοτε δὲ καὶ καλοῖς τε καὶ ἀγαθοῖς
15. ἀνδράσιν. ἰατροὺς γοῦν τις ἑστῶτας ἐπὶ ῥωποπώλαις θεασάμενος
16. δύο, προσεκόμισεν αὐτοῖς μέλι πιπράσκων δῆθεν.
17. οἱ δὲ ἐγεύσαντό τε καὶ περὶ τῆς τιμῆς διελέγοντο καὶ ὡς
18. ὀλίγον αὐτῶν διδόντων, ὁ μὲν σπεύσας ἐχωρήθη, τῶν δ’
ㅤ
1. ἰατρῶν οὐδέτερος ἐσώθη. ㅤτὰ τοιαῦτ’ οὖν ἅπαντα τῶν
2. πραξάντων τοὺς γράψαντας οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον
3. ἄξιον μισεῖν, ὅσῳ καὶ μεῖόν ἐστιν ἀδίκημα μόνον τι ποιῆσαι
4. κακὸν ἢ μετὰ πολλῶν. καὶ τῷ μὲν πράξαντι συναπέθανεν
5. ἡ τῶν κακῶν θεωρημάτων ἐμπειρία, τῶν δὲ γραψάντων
6. πάντων ἀθάνατός ἐστιν τοῖς πονηροῖς ὅπλα τῆς κακουργίας
7. παρασκευάζουσα. λέγωμεν οὖν ἡμεῖς ἤδη περὶ τῶν
8. χρησίμων ἀνθρώποις πραγμάτων, ὅσων πεῖραν ἔχομεν.