9. Περὶ τῶν ἐν τοῖς ζώοις ὑγρῶν. α. Περὶ
10. αἵματος. Αἷμα, προσυπακούειν δηλονότι χρὴ τοῦ κατὰ φύσιν
11. ἔχοντος ζώου, τοῦτο γὰρ καὶ ὄντως ἐστὶν αἷμα. τὸ δὲ μελαγχολικὸν
12. ἢ πικρόχολον ἢ φλεγματῶδες ἢ ὀῤῥῶδες ἢ σηπεδονῶδες
13. αἷμα μικτόν ἐστιν ἔκ τε τοῦ κατ’ ἀλήθειαν αἵματος
14. καὶ τοῦ μεμιγμένου χυμοῦ τε καὶ ἰχῶρος αὐτῷ. καὶ αὐτοῦ
15. δὲ τοῦ κατὰ φύσιν αἵματος ἐν ἑκάστῳ ζώῳ τὸ μὲν
16. ὑγρότερόν ἐστι, τὸ δὲ ξηρότερον, καὶ τὸ μὲν μᾶλλον, τὸ δὲ
17. ἧττον θερμὸν, ψυχρὸν γὰρ οὐδέν ἐστιν αἷμα.
1. β΄. Περὶ ὑείου αἵματος. Ὕειον μὲν οὖν ὑγρόν ἐστιν
2. καὶ ἧττον θερμὸν, ἀνθρωπείῳ μάλιστα κατὰ τὴν κρᾶσιν ἐοικὸς,
3. εἵπερ γε καὶ σάρκες τῶν ὑῶν ἐοίκασι ταῖς τῶν ἀνθρώπων.
4. ἴσμεν γοῦν ἤδη πολλοὺς ἁλόντας πανδοκέας τε καὶ
5. μαγείρους ἐν τῷ πιπράσκειν ὡς ὕεια τὰ τῶν ἀνθρώπων
6. κρέα, καίτοι τῶν ἐσθιόντων αὐτὰ διαφορᾶς οὐδεμιᾶς οὐδεὶς
7. ᾐσθάνετο. ἀλλὰ καὶ διηγουμένων τινῶν ἤκουσα πιστῶν ἀνθρώπων
8. ἐδηδοκέναι μὲν ἔν τινι πανδοχείῳ ζωμὸν δαψιλῆ
9. μετὰ κρεῶν ἡδίστων, ἤδη δὲ ἐμπεπλησμένων, εὑρεῖν ἐν αὐτῷ
10. δακτύλου μέρος τὸ πρόσω κατ’ αὐτὸν τὸν ὄνυχα, φοβηθέντες
11. δὲ τοὺς ἐν τῷ πανδοχείῳ μὴ καὶ αὐτοὺς φάγωσιν ὡς
12. εἰθισμένοι τοῦ πράγματος, αὐτίκα μὲν ἐξελθεῖν, ἐμέσαντες
13. δὲ τὰ ἐδηδεσμένα τῆς ὁδοιπορίας ἔχεσθαι. καὶ μέντοι καὶ
14. φωραθῆναι τοὺς κατὰ τὸ πανδοχεῖον οὐ μετὰ πολὺν χρόνον
15. ἔφασαν ἐφ’ οἷς ἔσφαττον ἀνθρώπους, ὥστ’ εἰκότως
16. ἄν τις ὑπολάβοι καὶ τὸ αἷμα τῶν ὑῶν ὁμοιότατον εἶναι τῷ
17. τῶν ἀνθρώπων. ἐκ γὰρ τοιούτου αἵματος ἥ τε πρώτη γένεσίς
18. ἐστι καἰ ἡ μετὰ ταῦτα τροφὴ ταῖς σαρξὶν, ὥστε καὶ
ㅤ
1. ὅστις ἀνθρώπειον αἷμά φησιν εἶναι πρός τι νόσημα χρήσιμον,
2. ἐν ὑείῳ πρότερον ἐπιδειξάσθω, καὶ εἰ μὴ τὴν αὐτὴν,
3. ἀλλ’ ὁμοίαν ἐνέργειαν. εἰ γὰρ καὶ κατά τι τῆς δυνάμεως ἀπολείποιτο
4. ἀνθρωπείου αἵματος, παραπλήσιον γοῦν τι δράσει,
5. δι’ οὗ γνωσθέντος ἐλπίσομεν ὑπ’ ἀνθρωπείου τελεώτερον
6. ἔσεσθαι τὴν ὠφέλειαν. ὡς ἐάν γε μηδὲ μικρόν τι φαίνηται
7. τῆς ἐπαγγελίας διασῶζον, οὐδ’ ἐπ’ ἀνθρωπείου λόγον ἔχει
8. πειρᾶσθαι. τὰ μὲν γὰρ ὅμοια τῶν ὁμοίων εἶναι ποιητικὰ
9. πεπειράμεθα. περιστερᾶς γοῦν αἷμα παρ’ ἡμῖν ἐν Περγάμῳ,
10. σχεδὸν δὲ καὶ καθ’ ὅλην τὴν Ἀσίαν, εἰώθασιν οἱ ἀνατρήσαντες
11. ὀστᾶ κεφαλῆς κατεαγότα κατασχεῖν τῆς παχείας μήνιγγος.
12. εἶτά τις ἔχων μὲν κατὰ τύχην φάτταν, οὐκ ἔχων δὲ
13. περιστερὰν, ἐχρήσατο τῷ τῆς φάττης αἵματι καὶ ὅμως ὁ
14. ἄνθρωπος ἐσώθη. καὶ ἄλλος δὲ τρυγόνος ἐπ’ ἄλλῳ χρησάμενος,
15. οὐδὲν ἔβλαψε τὸν ἄνθρωπον. ㅤτοῖς γὰρ ὁμοίοις
16. ἐπὶ τῶν αὐτῶν χρῆσθαι παθῶν μὴ παρόντων τῶν προπεπειρασμένων
17. ἕν τι τῶν ὁμολογουμένων ἐστὶ καὶ μαρτυρουμένων
18. ὑπὸ τῆς ἐμπειρίας. καὶ τά γε πλεῖστα τοῦ τῶν ἀνθρώπων
19. βίου κατὰ τοῦτον περαίνεται τὸν τρόπον.
1. γ΄. Περὶ αἵματος περιστερᾶς. Ἐπεὶ δ’ ὡς παραδείγματος
2. ἐμνημόνευσα τοῦ τῶν περιστερῶν αἵματος, οὐδὲν
3. ἂν εἴη χεῖρον ἤδη καὶ τοῦτο προχειρίσασθαι τῷ λόγῳ. καὶ
4. γὰρ καὶ πρὸς ὑποσφάγματα κατὰ τοὺς ὀφθαλμοὺς γινόμενα
5. χρῶνταί τινες αὐτῷ, παραχρῆμα δηλονότι λαμβάνοντες τὸ
6. ἐκρέον τοῦ σφαττομένου ζώου. θερμὸν μὲν γὰρ κατὰ τῶν
7. ὑποσφαγμάτων ἐγχέων αὐτὸ, τὰς κατὰ τὴν ἔκφυσιν τῶν
8. πτερύγων διῄρει φλέβας, ὅπως ἐξαρκέσειεν αὐτὸ τὸ ζῶον εἰς
9. πολλὰς χρήσεις. ἕτερος δὲ τῶν ἁπαλῶν νεοττῶν ἐξαίρων τὰ
10. πτερὰ, μαλακὰ δ’ ἐστὶ ταῦτα καὶ τὰς σύριγγας ὑγροῦ πλήρεις
11. ἔχει, τοῦτ’ αὐτὸ τὸ ὑγρὸν ἐκθλίβων, ἐνέσταξε τοῖς
12. ὀφθαλμοῖς. ἑτέροις δὲ ἰατροῖς ἀμφισβήτησις ἐγένετο πότερον
13. νεοττοῦ χρὴ τὸ αἷμα κατὰ τῆς μήνιγγος ἐπιστάζειν ἢ τελείας
14. περιστερᾶς, καὶ πότερον ἄῤῥενος ἢ θήλεος. ἐγὼ δ’ ἐν Ῥώμῃ
15. μυρίους οἶδα τῶν ἀνατρηθέντων ὀστᾶ κεφαλῆς οὐδὲν βλαβέντας
16. ἐπὶ τῇ τοῦ ῥοδίνου χρήσει, χωρὶς αἵματος περιστερᾶς,
17. εἶναι δὲ αὐτὸ χρὴ θερμὸν οὕτως ὡς τὸ τῆς περιστερᾶς
18. αἷμα. καὶ ἴσως γε τῷ συμμέτρῳ τῆς κατὰ τὴν θίξιν θερμασίας
19. ὠφέλιμόν ἐστιν, οὐκ ἐξαιρέτῳ τινὶ καὶ ἀγνώστῳ δυνάμει.
ㅤ
1. συνϋπάρχει δ’ αὐτῷ καὶ ἡ κατὰ τὴν δύναμιν εὐκρασία,
2. ἀλλὰ τί τοῦτο; καὶ γὰρ καὶ τὸ ῥόδινον ἔχει ταύτην μετὰ
3. τοῦ καὶ στύψεως βραχείας μετέχειν, ὥστε οὐδὲν ἕξεις μεῖζον
4. ἐπί γε κεφαλῆς ἀνατρηθείσης ῥοδίνῳ ㅤκαλῷ χρώμενος.
5. ἐδήλωσα δ’ ἔμπροσθεν ὅπως ἐσκευάσθαι χρὴ τὸ ἄμεμπτον
6. ῥόδινον. ἔστι δὲ καὶ τῶν ὑποσφαγμάτων ἰατικὰ κολλύρια
7. πάμπολλα καὶ μάλιστα τὴν σμύρναν ἔχοντα πολλὴν, ὁποῖον
8. καὶ τὸ Δημοκράτους ὀνομαζόμενον διάσμυρνον. ἑξῆς δὲ τούτων
9. ἐστὶ τὰ διὰ λιβανωτοῦ πολλοῦ καὶ τούτων ἑξῆς τὰ
10. διὰ κρόκου, καὶ χυλὸς δὲ τήλεως ἀμείνων ἐστὶν αἵματος περιστερᾶς
11. εἰς τὰ τοιαῦτα. τί ἂν οὖν δέοι περιστερὰς ἢ φάττας
12. ἢ τρυγόνας ἀναμένειν, εὐποριστότερον μὲν ἁπάντων ἔχοντας
13. φάρμακον τῆλιν, ἕτοιμα δὲ τὰ εἰρημένα κολλύρια; κατὰ δὲ
14. τὸν αὐτὸν τρόπον οὐδὲ γλαυκὸς αἵματος δεηθησόμεθα πρὸς
15. τοὺς δυσπνοοῦντας. ἔνιοί γε μὴν οὐ τὸ αἷμα διδόασι πίνειν,
16. ἀλλ’ αὐτὴν ἑψήσαντες κελεύουσιν ἐσθίειν ἐν ἁπλῷ ζωμῷ. τὸ
17. δ’ οὖν αἷμά τινες μὲν ἐπιστάξαντες ὕδατι, τινὲς δὲ οἴνῳ
ㅤ
1. διδόασιν, καί τις ὑπερεπῄνει τὸ αἷμα τοῦτο παρὰ γυναικὶ
2. συνεχῶς δυσπνοούσῃ, πυθομένου δέ μου ποίαν οἶδε δύσπνοιαν
3. ὑπ’ αὐτοῦ τεθεραπευμένην, οὐδ’ ὅτι πλείους εἰσὶν
4. ἠπίστατο. καὶ τοίνυν ἐχρήσατο μὲν ἐπὶ τῆς γυναικὸς, οὐδὲν
5. δὲ ὤνησεν,
6. δ΄. Περὶ αἵματος νυκτερίδος τε καὶ λαγωοῦ καὶ ἀλεκτορίδων
7. καὶ αἰγῶν καὶ ἀρνῶν καὶ ἐρίφων ἄρκτων τε καὶ
8. ταύρων καὶ τράγων. καθάπερ οὐδὲ τὸ τῆς νυκτερίδος, ὃ
9. γεγράφασιν ἔνιοι, καταχριόμενον τοῖς τιτθοῖς τῶν παρθένων
10. ἄχρι πλείστου προσεσταλμένους αὐτοὺς διαφυλάττει. ἔστι
11. δὲ καὶ τοῦτο ψεῦδος, ὥσπερ γε καὶ τὸ μὴ φύεσθαι τρίχας
12. ἐν ταῖς μασχάλαις, ὃ καλῶς ποιῶν ὁ Ξενοκράτης διέβαλεν
13. ὡς οὐκ ἀληθές. αὐτὸς δ’ ἀξιοῖ μετὰ τὴν ἐκείνου χρῆσιν ἢ
14. χάλκανθον ἐπιπάττειν ἢ σπέρμα κωνείου. ㅤκαί φησιν
15. οὕτω πραξάντων ἢ μηδ’ ὅλως φύεσθαι τὰς τρίχας ἢ χνοώδεις
16. φύεσθαι, ὥσπερ μικρόν τι φάρμακον προσφέρων τὸ
17. σπέρμα τοῦ κωνείου καὶ οὐχ ἱκανὸν αὐτὸ καθ’ αὑτὸ καταψῦξαι
18. γενναίως οἷς ἂν ἐπιτεθῇ μορίοις. ἔνιοι δὲ καὶ τοῖς
ㅤ
1. αἰδοίοις τῶν παίδων ἐπαλείφουσι τὸ τῆς νυκτερίδος αἷμα,
2. νομίζοντες ἐκ τούτου φυλάξειν ἄνηβα μέχρι πλείστου τὰ
3. μόρια. καίτοι γ’ ἐχρῆν οὐδὲ μέχρι πλείστου νομίζειν, ἀλλὰ
4. διὰ παντὸς ἔσεσθαι τοιαῦτα, καθάπερ οἴονται καὶ τὰς μασχάλας.
5. ἐκ μὲν οὖν τοῦ ψυγῆναι σφοδρῶς τὸ μόριον εὔλογόν
6. ἐστι γενέσθαι τι τοιοῦτον, οὐ μὴν τό γε τῆς νυκτερίδος
7. αἷμα ψυχρὸν εἰς τοσοῦτόν ἐστι κατὰ δύναμιν, ὅλως γὰρ
8. οὐδὲν αἷμα ψυχρόν ἐστιν. ὡς τροφῇ μέντοι πολλάκις αἵματι
9. χρῶνται πολλοὶ τοῦ τε λαγωοῦ καὶ τῶν ἀλεκτορίδων καὶ
10. τῶν αἰγῶν, ἀλλὰ τῷ μὲν τοῦ λαγωοῦ καὶ τῶν ἀλεκτορίδων
11. οὐκ ὀλίγοι καὶ τῶν ἐν ταῖς πόλεσι, τῷ δὲ τῶν αἰγῶν οἱ
12. κατὰ τοὺς ἀγροὺς ἐμπιπλάντες αὐτῶν τὰς γαστέρας ἅμα τῇ
13. πιμελῇ, καθάπερ Ὅμηρος ἔφη τοὺς μνηστῆρας. ἀλλὰ νῦν
14. ἡμῖν ὁ λόγος ἐστὶν οὐ περὶ τῶν ἐν τροφῆς χώρᾳ προσφερομένων,
15. ἀλλὰ τῶν ὡς φαρμάκων. ἔνια δ’, ὡς καὶ πρόσθεν
16. εἴρηται, τροφαί τε ἅμα καὶ φάρμακά ἐστιν, ὧν ἐν τῇδε τῇ
17. πραγματείᾳ καθ’ ὅσον φάρμακά ἐστιν, οὐ καθ’ ὅσον τροφαί.
18. καὶ γὰρ καὶ ὅσοι τὸ αἷμα τῆς αἰγὸς τοῖς ὑδεριῶσι
ㅤ
1. μετὰ μέλιτος ἔδοσαν ὡς φάρμακον, οὐχ ὡς τροφὴν αὐτὸ
2. προσφέρουσιν, καὶ ὅσοι πρὸς δυσεντερίαν ὀπτήσαντες ἢ πρὸς
3. ῥεῦμα γαστρὸς ἐχρήσαντο. καί μοι δοκεῖ τὸ παχυμερὲς αὐτοῦ
4. καὶ γεῶδες ἅμα θερμότητι ξηραντικὸν ὑπολαβὼν εἶναι
5. πρὸς ταύτην τὴν χρῆσιν ἀφικέσθαι τις. εἰς δὲ τὰς μηνίγγων
6. αἱμοῤῥαγίας ἀλεκτρύονός τε καὶ ἀλεκτορίδος αἷμα γεγραμμένον
7. ὑπ’ αὐτῶν εὑρὼν, οὔτ’ ἤλπισα δράσειν τι μέγα καὶ τῇ
8. πείρᾳ κρίνειν ἅμα μὲν ᾐδέσθην, ὡς μὴ περίεργος ἢ μωρὸς
9. εἶναι δοκοίην, εἰ τοσαῦτά τε καὶ τοιαῦτα φάρμακα δόκιμα
10. παρελθὼν ἐλπίζοιμι τὸ τῶν ὀρνίθων τούτων αἷμα μᾶλλον
11. ἀνύσειν, ἅμα δ’ ἐπισφαλοῦς οὔσης τῆς τοιαύτης αἱμοῤῥαγίας
12. οὐκ ἐδόκει μοι καλῶς ἔχειν ἐπί τι τῶν ἀπειράστων ἀφικνεῖσθαι.
13. σφαλερὰ γὰρ οὕτως ἡ τοιαύτη πεῖρα καὶ μόνοις βασιλεῦσιν
14. ἐπὶ πονηρῶν ἀνθρώπων εὐλόγως παραλαμβανομένη.
15. προκατέγνων δὲ καὶ τοῦ τῶν ἀρνῶν αἵματος, ὃ θεραπεύειν
16. ἐπιληψίαν ἔνιοί φασι πινόμενον, οὐκοῦν οὐδὲ τοῦτο τῇ πείρᾳ
17. κρίνειν ἤμελλον. εἰ δέ τις βούλεται πειραθῆναι, σαφῶς οἶδα
ㅤ
1. καταγινωσκόμενον αὐτῶν τῶν γραψάντων τὰ τοιαῦτα. πάντα
2. γὰρ ὅσα πινόμενα φάρμακα τοὺς ἐπιληπτικοὺς ὀνίνησι, τῆς
3. τεμνούσης ἐστὶ δυνάμεως, ἥκιστα δὲ τοιοῦτο τὸ τῶν ἀρνῶν
4. αἷμα. τὸ δ’ ἐπὶ τοῦ τῶν ἐρίφων αἵματος εἰρημένον ὑπὸ
5. Ξενοκράτους, ἐνδεχόμενον εἶναι νομίσας ἀνύειν τι διὰ τὴν
6. τοῦ ὄξους μίξιν ὑπερεθέμην τινὶ πρᾶξαι τῶν ἐν ἀγρῷ διαιτωμένων
7. ἀνδρὶ φιλογεώργῳ μὲν, πεπαιδευμένῳ δὲ τὴν πρώτην
8. παιδείαν, καί φησιν αὐτῷ κεχρημένος ἐπὶ δυοῖν αἷμα
9. πτυσάντων ὠφέλειάν τινα πεπειρᾶσθαι. ἐδόκει δέ μοι μηδέτερος
10. αὐτῶν ἐξ ὧν διηγεῖτο μήτ’ ἐξ ἀρτηρίας αὐτὸ μήτε
11. ἐκ λάρυγγος ἢ πνεύμονος ἐπτυκέναι. γράφει γοῦν ὁ Ξενοκράτης
12. ἐν τῷ πρώτῳ περὶ τῆς ἀπὸ τῶν ζώων ὠφελείας,
13. ἔνθα περὶ ἐρίφων διαλέγεται, κατὰ λέξιν ᾧδε· πρὸς τοὺς
14. αἱμοπτυϊκοὺς πάνυ ὠφέλιμον. χρὴ δὲ μήπω πεπηγότι ὅσον
15. ἡμικοτυλίῳ παραμῖξαι ὄξους δριμέος ἶσον, ἔπειτ’ ἀναζέσαντα
16. τριχῇ διανέμειν, διδόναι τε καταῤῥοφεῖν ἑκάστης ἡμέρας μέρος
17. ἓν, ὥστ’ ἔξεστί σοι κατ’ ἀγρόν ποτε τῶν ἄλλων ἀποροῦντι
18. καὶ τούτῳ χρήσασθαι τὴν πεῖραν ἀκίνδυνον ἔχοντι.
ㅤ
1. τό γε μὴν τῆς ἄρκτου κατὰ τῶν ἀποστημάτων θερμὸν ἐπιτιθέμενον
2. ἐγχωρεῖ πεπαίνειν αὐτά. ㅤπροσθήσω δὲ τῷ
3. λόγῳ καὶ τὸ τῆς αἰγός τε καὶ τράγου καὶ ταύρου. καί σοι
4. πάρεστιν, εἰ βούλει, παρελθόντι μυρία τῶν εὐπορίστων φαρμάκων
5. οἷς ἀποστήματα πεπαίνομεν ἄρκτους καὶ ταύρους καὶ
6. τράγους καταθύειν ἐφ’ ἑκάστῃ δηλονότι χρήσει. οὐ γὰρ δὴ
7. ἅπαξ γέ τις ἐπιθεὶς κατὰ τοῦ πεπονθότος μορίου τὴν ἐπαγγελίαν
8. ἀπαιτήσει τοῦ φαρμάκου, οὐ μὴν οὐδὲ ψυχρὸν ἤδη
9. γεγονὸς ὡς πεπηγέναι.
10. ε΄. Περὶ αἵματος τῶν χλωρῶν βατράχων. Τοῦ δὲ
11. τῶν χλωρῶν βατράχων τῶν μικρῶν, οὓς βρέξαντάς τινες
12. ὀνομάζουσι, τὸ αἷμα διαβεβαιουμένου τινὸς, ἐπειδὰν τῶν
13. βλεφάρων ἐκτίλας τὰς τρίχας ἐπαλείψῃς, οὐκέτ’ ἀναφύεσθαι,
14. ψεῦδος εὗρον ὑποβαλὼν τῇ πείρᾳ. μετὰ ταῦτα
15. δὲ καὶ γεγραμμένον ὑπό τινων εὗρον αὐτὸ, καθάπερ γε
16. καὶ τὸ τῶν κροτώνων, οὓς κυνοραίστας μᾶλλον ὀνομάζουσιν
17. οἱ παλαιοί. ἀλλ’ οὐδὲ τοῦτο τὴν ἐπαγγελίαν ἔσωσεν εἰς
18. πεῖραν ἀχθέν.
1. στ΄. Περὶ αἵματος κροκοδείλου καὶ τῶν λοιπῶν. Εἰ
2. δὲ τὸ τοῦ χερσαίου κροκοδείλου ποιητικὸν ὀξυδορκίας ἐστὶν,
3. οὐδὲ πειράζειν ἔμελλον, ἔχων ὀξυδερκῆ φάρμακα δόκιμα, καθάπερ
4. οὐδ’ εἰ τὸ τῶν ὀχευόντων ἵππων, ἐσχαρωτικόν τε καὶ
5. σηπτικὸν, οὐδ’ εἰ τὸ τῶν κατοικιδίων μυῶν ἀποπίπτειν
6. ποιεῖ ἀκροχορδόνας. ἕτερα γὰρ ἦν μοι πολλὰ καὶ πρὸς
7. τοῦτό γε τὸ πάθημα, καθάπερ γε καὶ πρὸς τὸ δυσιατότερον
8. αὐτοῦ τὴν μυρμηκίαν ὀνομαζομένην, ἐφυλαττόμην τε
9. γοητείας δόξαν ἀπενέγκασθαι, φθανόντων ἤδη τῶν βασκάνων
10. ἰατρῶν λέγειν ἐκ μαντικῆς τινος, οὐκ ἰατρικῆς θεωρίας τὰς
11. προῤῥήσεις ἐπὶ τῶν νοσούντων με ποιεῖσθαι.
12. ㅤζ΄. Περὶ γάλακτος. Γάλα. διττὴν ἔχει τοῦτο
13. χρείαν, τὴν μὲν ἑτέραν ὡς τροφὴν, τὴν δὲ ἑτέραν ὡς φάρμακον.
14. ἀλλ’ ὡς μὲν τροφή τι δύναται διά τε τῆς θεραπευτικῆς
15. μεθόδου καὶ κατὰ τὰ ἄλλα δεδήλωται. τὴν δ’ ὡς φαρμάκου
16. δύναμιν αὐτὴν νῦν ἐρῶ, πρότερόν γε ἀναμνήσας κᾀπὶ
17. τοῦδε, καθάπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ αἵματος, ὡς οὐ
18. περὶ τοῦ νοσώδους γάλακτος, ἀλλὰ τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ
ㅤ
1. τῶν ζώων χρὴ ἀκούειν τῶν λεχθησομένων. τὸ τοίνυν
2. ὑγιεινότατον γάλα, καθάπερ καὶ τὸ αἷμα, καθαρόν ἐστι καὶ
3. εἰλικρινὲς, οὔτε πικρότητος οὔτ’ ὀξύτητος οὔτε δριμύτητος
4. οὔθ’ ἁλυκότητος οὔτε δυσωδίας μετέχον, ἀλλ’ ὡς ἂν εἴποι
5. τις εὐῶδες ἢ ἄνοσμον ἢ εἴπερ ἄρα σμικρᾶς τινος εὐωδίας μετέχον.
6. εὔδηλον ὅτι καὶ γευόμενόν ἐστιν ἡδὺ, βραχεῖαν ἔχον
7. γλυκύτητα, καθάπερ καὶ τὸ αἷμα τὸ ὑγιεινὸν, ἐξ οὗ καὶ ἡ
8. τοῦ γάλακτός ἐστι γένεσις. τὸ δὲ τοιοῦτο γάλα πρὸς τὰ δριμέα
9. καὶ δάκνοντα ῥεύματα συμφορώτατόν ἐστιν, οὐ μόνον
10. ἀποπλῦνον αὐτὰ τῶν ἐνοχλουμένων μορίων, ἔστι γὰρ αὐτῷ
11. τοῦτο καὶ πρὸς τὸ ὕδωρ κοινὸν, ἀλλὰ καὶ περιπλαττόμενον
12. τοῖς σώμασιν, ὡς μὴ γυμνοῖς αὐτοῖς προσπίπτειν τὸ
13. ἐπιῤῥέον. οὐ μόνον δὲ κατὰ τοῦτο πλεονεκτεῖ τοῦ ὕδατος,
14. ἀλλὰ καὶ τῷ περιπλύνειν αὐτὸ, διὰ τὸ περιέχειν ἐν ἑαυτῷ
15. ῥυπτικὴν ὑγρότητα τὴν ὀνομαζομένην ὀῤῥὸν, ὃς προαποκλύζεται
16. καὶ προσαποκλύζει τὰ σώματα. τῷ δὲ λοιπῷ παντὶ
17. παχεῖ ὄντι καὶ λιπαρῷ περιπλάττεται καθ’ ὅνπερ τρόπον
18. καὶ ἡ πιμελὴ καὶ τὸ στέαρ, ὠοῦ τε τὸ λευκὸν ἥ τ’ ἐκ τοῦ
19. πεπλυσμένου κηροῦ καὶ ἐλαίου κηρωτή· ㅤκαὶ γὰρ καὶ
ㅤ
1. ταῦτα τὰς ἀπὸ τῶν δριμέων ἰχώρων πραΰνει δήξεις, ἐκ τοῦ
2. περιπλάττεσθαι τοῖς σώμασιν ἄδηκτον ἔχοντα φύσιν. εὐτρεπτότατον
3. δ’ ὂν ἅπαν γάλα, καὶ μάλισθ’ ὅταν ᾖ τὸ περιέχον
4. θερμὸν, ἀποβάλλει πολὺ τῆς εἰρημένης δυνάμεως, εἰ μὴ
5. παραχρῆμά τις αὐτῷ χρῷτο θερμῷ τῶν τιτθῶν ἐκχυθέντι.
6. μάλιστα μὲν οὖν γυναικὸς εὐεκτούσης τε καὶ καλῶς διαιτωμένης
7. γάλακτι χρηστέον ἐστὶν, οἰκειότατον γὰρ ἀνθρωπείῳ
8. σώματι τοῦτο, δεύτερον δὲ τῶν ἄλλων ζώων, ὅσα μὴ πολὺ
9. κεχώρισται τῆς ἀνθρώπου φύσεως. εἴσῃ δὲ τοῦτο ῥᾳδίως ἐκ
10. τῆς τῶν σαρκῶν ὀσμῆς, ἀηδοῦς μὲν οὔσης τῶν πόῤῥω ταῖς
11. κράσεσιν ἀφεστηκότων, οἷον κυνὸς, λύκου, λέοντος, παρδάλεως,
12. ἀλώπεκος, ὑαίνης, ἄρκτου καὶ τῶν ὁμοίων, οὐκ ἀηδοῦς
13. δὲ τῶν μὴ πόῤῥω, καθάπερ ὑὸς, αἰγὸς, ἵππου, βοὸς,
14. ὄνου, προβάτου. καὶ τοίνυν καὶ χρῶνται πάντες οἱ ἄνθρωποι
15. τῇ πείρᾳ διδαχθέντες αἰγείῳ τε καὶ προβατείῳ καὶ
16. βοείῳ καὶ ὀνείῳ γάλακτι, καὶ τυροὺς δὲ ποιοῦσιν ἐξ αὐτῶν,
17. ὅτι μὴ τοῦ ὀνείου. λεπτὸν γὰρ πάνυ τοῦτο καὶ μεστὸν ὀῤῥώδους
18. ὑγρότητος, ὥσπερ γε τὸ βόειον παχύ. μέσον δ’ ἐστὶν
ㅤ
1. τῇ συστάσει τὸ τῆς αἰγὸς, ἄπεπτον δὲ καὶ ὑδατῶδες ὗς ἔχει
2. τὸ γάλα. σύγκειται δ’ ἐκ τριῶν οὐσιῶν ἅπαν γάλα, τυρώδους,
3. ὀῤῥώδους, λιπαρᾶς, ἣν πλείστην ἔχειν φαίνεται τὸ βόειον,
4. ἐξ ἧς καὶ τὸ καλούμενον βούτυρον ποιοῦσι, πεπτικῆς
5. τε καὶ χαλαστικῆς ὂν δυνάμεως, διὸ καὶ μάλιστα αὐτῷ χρῶνται
6. ἐπί τε παρωτίδων καὶ βουβώνων.
7. η΄. Περὶ ὀῤῥοῦ γάλακτος. Ὁ δὲ ὀῤῥὸς, ὡς εἴρηται,
8. ῥυπτικὴν ἔχει δύναμιν, ὑπαγωγῆς τε γαστρὸς ἕνεκα λαμβάνεται
9. καὶ διὰ κλυστήρων ἐνίεται, περιῤῥύπτων τε καὶ περιπλύνων
10. ἀδήκτως τὰς ἐν τοῖς ἐντέροις δριμύτητας. ἕλκη τε
11. τὰ δριμεῖς ἰχῶρας ἔχοντα κατακλύζων ἄν τις ἀνθ’ ὕδατος
12. ὀῤῥῷ κάλλιστα ποιήσειεν. ὅσα τε διαφορητικὰ φάρμακα τῶν
13. ἐκχυμωμάτων τε καὶ μελασμάτων ἐστὶν καὶ ταῦτα δι’ ὀῤῥοῦ
14. περιπλύνειν ἄμεινον, οὐ δι’ ὕδατος. οὕτως οὖν αὐτῷ καὶ
15. πρὸς ὑπώπια καὶ ὑποσφάγματα χρώμεθα, μιγνύντες τοῖς
16. οἰκείοις πρὸς ταῦτα φαρμάκοις. τὸ δὲ τυρῶδες καὶ παχὺ
17. τοῦ γάλακτος ἐμπλάττεται μᾶλλον, καὶ κατὰ τοῦτο τὰς δριμύτητας
18. ἀμβλύνει. ὅταν δὲ προσλάβῃ τινὸς ἑτέρας ξηραντικῆς
ㅤ
1. δυνάμεως, ἄριστον γίγνεται φάρμακον ἐπί τε δυσεντερικῶν
2. καὶ πάντων τῶν κατὰ γαστέρα δριμέων ῥευμάτων, προσλαμβάνει
3. δὲ διὰ τῶν ἐμβαλλομένων αὐτῷ προαφεψημένων
4. διαπύρων λίθων. εἶναι δὲ χρὴ τούτους οὓς ὀνομάζουσιν κάχληκας,
5. ἑψῆσθαί τε τὸ γάλα, μέχρις ἂν ἐκδαπανηθῇ τὸ πλεῖστον
6. ἐξ αὐτοῦ τῆς ὀῤῥώδους ὑγρότητος. ἡμεῖς δὲ καὶ διὰ
7. σιδηρῶν κυλίνδρων διαπύρων ἐμβαλλομένων αὐτῷ τὴν αὐτὴν
8. ἢ καὶ βελτίονα δύναμιν ἐργαζόμεθα. μετέχει γὰρ ὁ σίδηρος,
9. ὡς εἴρηται, στυπτικῆς δυνάμεως, καὶ τούτου γε χάριν
10. τοὺς κυλίνδρους αὐτὸς παρεσκευασάμην πλείονας ἐπὶ πέρασιν
11. ὀβελῶν προσκειμένους, ἵνα τις ἐκ τῆς λαβῆς εὐκόλως
12. ἐπαίρῃ πυρωθέντα τὸν σίδηρον. ὥσπερ δὲ τῶν καυστηρίων,
13. οὕτω καὶ τούτων τὰς λαβὰς ἐνελίττω ῥάκεσιν. ὅλον δὲ τὸ
14. γάλα πρός τε τὰ κατ’ ὀφθαλμοὺς ῥεύματα δριμέα κατὰ μόνας
15. τε καὶ μετὰ τῶν ἁπλῶν κολλυρίων ἐστὶ χρήσιμον, ἔτι
16. τε πρὸς ὑποσφάγματα καὶ ὑπώπια, καὶ μέντοι καὶ κατὰ τῶν
17. βλεφάρων ἔξωθεν, ὑπνοῦν μελλόντων τῶν ὀφθαλμιώντων
18. ἐπιτιθέμενον ἅμα ῥοδίνῳ καὶ ὠῷ, πέττει τὰς φλεγμονὰς
ㅤ
1. αὐτῶν, γυναικὸς δ’ ἔστω τὸ γάλα τοῦτο, πρόσφατον ἐκ τῶν
2. τιτθῶν ἐπισταζόμενον. ἐνίεμεν δὲ αὐτὸ καὶ μήτραις ἡλκωμέναις
3. καὶ κατὰ μόνας μὲν, ㅤἀλλὰ καὶ τοῖς ἀδήκτως
4. θεραπεύουσι φαρμάκοις μιγνύντες οἷς μίγνυται, κᾀπειδὰν τὰ
5. κατὰ τὴν ἕδραν ἕλκη παρηγορῶμεν, ὀδυνώμενα διὰ δριμεῖς
6. ἰχῶρας ἢ φλεγμονὰς ἢ στολίδας ἀνεξαμένας. οὕτως δὲ καὶ
7. πρὸς τὰ κατὰ τὰ αἰδοῖα χρώμεθα καὶ πάνθ’ ἁπλῶς τὰ παρηγορίας
8. δεόμενα διὰ φλεγμονὴν ἢ δῆξιν ἢ κακοήθειαν. διὰ
9. τοῦτο οὖν καὶ τοῖς καρκινώδεσιν ἕλκεσιν προσφέρεται μιγνύμενον
10. ἀνωδύνοις φαρμάκοις, οἷα μάλιστα τὰ διὰ πομφόλυγός
11. ἐστι. καὶ τί δεῖ λέγειν ὅτι καὶ διάκλυσμα καὶ διακράτημα
12. τῶν ἐν τῷ στόματι φλεγμαινόντων ἀνωδυνώτατόν
13. ἐστιν ἀνακογχυλιζόμενον; καὶ φλεγμαίνοντα παρίσθμια κατὰ
14. σταφυλὴν καὶ ἀντιάδας ἱκανῶς παρηγορεῖ, καὶ διὰ τοῦτο
15. καὶ συνάγχην, ἁπλῶς δ’ εἰπεῖν, ὡς ἔφην, παρηγορικόν ἐστι
16. φάρμακον, ἄδηκτον μὲν ἔχον καὶ τὴν ὅλην οὐσίαν, πολὺ δὲ
17. μᾶλλον ὅταν ἐκδαπανήσωμεν αὐτῆς ἑψήσει μετρίᾳ τὸ πλέον
18. τῆς ὀῤῥώδους ὑγρότητος. οὕτως γοῦν μοι δοκοῦσιν οἱ ἰατροὶ
ㅤ
1. καὶ πρὸς τὰ κατὰ διάβρωσιν ἀναιροῦντα θανάσιμα
2. φάρμακα, προτραπῆναι διδόναι τὸ γάλα, καθάπερ ὅ τε θαλάττιος
3. λαγωὸς ἀναιρεῖ καὶ ἡ κανθαρίς. ἔνιοι δὲ καὶ τοῖς
4. ἀκόνιτον ἢ θαψίαν εἰληφόσι διδόασιν. ἀλλὰ ταῦτα μὲν εὐλόγως
5. ἐπενόησαν, ἕτερα δ’ ἐψεύσαντο φανερῶς, ὥσπερ καὶ
6. τὸ περὶ τὸ τῆς κυνὸς γάλακτος ὡς κωλύοντος ἀνιέναι τρίχα
7. ἐκ τῶν βλεφάρων, εἰ ἐξαιρεθεισῶν αὐτῶν ἐπιχρισθείη τῷ
8. τόπῳ, ὅθεν αἱ ῥίζαι τῶν τριχῶν ἀνεσπάσθησαν. κατὰ δὲ
9. τὸν αὐτὸν λόγον οἱ γράψαντες εἴργειν αὐτὸ τῆς ἐπὶ
10. ㅤτῶν αἰδοίων ἐκφύσεως ταχείας τὰς τρίχας, εἰ περιχρισθείη
11. πρὶν ἡβᾷν, ἐκβάλλειν τε τὰ νεκρὰ τῶν ἐμβρύων ποθὲν, οὐκ
12. ἀληθεύουσιν. ἕτερα δέ τινα γοητείας ἐχόμενα γράφουσιν περί
13. τε τούτων καὶ ἄλλων τινῶν ζώων γάλακτος, ἃ καταρχὰς
14. εὐθέως ἠρνησάμην αὐτὸς ἐρεῖν, εἰ καὶ πεῖραν αὐτῶν εἶχον
15. ὡς ἀληθῶς λεγομένων.
16. θ΄. Περὶ τυροῦ. Τυρός. τῷ περὶ γάλακτος λόγῳ καὶ
17. περὶ τυροῦ προσθεῖναι προσήκει, διότι γάλα πεπηγός ἐστιν.
18. οὐ μὴν ἥ γε οὐσία πᾶσα τοῦ γάλακτος πήγνυται κατὰ τοὺς
ㅤ
1. τυροὺς, ἀλλὰ τὸ παχὺ μόνον, ἀποκρινομένου τε καὶ χωριζομένου
2. τοῦ λεπτοῦ καὶ ὀῤῥώδους. ἔχειν δ’ ἐῤῥέθη τὸ γάλα
3. καὶ λιπαράν τινα καὶ οἷον ἐλαιώδη φύσιν ἐν ἑαυτῷ, καὶ
4. πλείστην ταύτην ἔφην ὑπάρχειν ἐν τῷ βοείῳ, κᾀπειδὰν ἀποχωρισθῇ
5. τοῦ λοιποῦ γάλακτος, αὐτὸ καθ’ αὑτὸ γενόμενον
6. τὸ λιπαρὸν τοῦτο βούτυρον ὀνομάζεσθαι, παγὲν δ’ ἅμα τῷ
7. παντὶ γάλακτι, χωρισθείσης κατὰ τὴν πῆξιν δηλονότι τῆς
8. ὀῤῥώδους ὑγρότητος, λιπαρὸν ἐργάζονται τὸν τυρόν. καί τινες
9. οὕτω γίνονται λιπαροὶ τῶν βοείων τυρῶν, ὡς ἐκρεῖν αὐτῶν
10. ἐλαιῶδές τι. τῷ χρόνῳ δὲ καὶ οὗτοι καὶ οἱ ἄλλοι πάντες
11. δριμύτεροί σοι φανοῦνται γευομένῳ τε καὶ ὀσμωμένῳ. καί
12. ποτε τυρόν μοι κομισθέντα βόειον ἀπὸ τῆς ὀσμῆς δριμὺν
13. εἶναι τεκμηράμενος ἀπέῤῥιψα, κᾀγὼ μὲν ᾤμην ἀνηλῶσθαι
14. πρὸς τῶν οἰκετῶν αὐτὸν, ὁ δὲ φυλάττειν εἰθισμένος τὰ τοιαῦτα
15. μετὰ χρόνον συχνὸν ἐκ τοῦ ταμιείου προκομίσας ἠρώτα
16. τί κελεύοιμι δὴ περὶ αὐτοῦ. καὶ φανέντος ἀβρώτου διὰ
17. δριμύτητα, πρόβλημα μετὰ παιδιᾶς ἦν ὅπως ἄν τις αὐτὸν
18. διάθοιτο χρησίμως. ἐν τούτῳ δή τινος ἀρθριτικοῦ κομισθέντος
ㅤ
1. ἐπὶ δίφρου πρός με, πώρους ἐν τοῖς ἄρθροις ἔχοντος,
2. ἐπῆλθέ μοι σκέλος ταριχηρὸν ὑὸς, ὃ ἦν ἔνδον, ἑψήσαντα δεῦσαι
3. τῷ ἀφεψήματι τὸν τυρὸν, ἐν θυίᾳ τε καλῶς ἑνώσαντα
4. κατὰ τῶν πώρων ἐπιτιθέναι. καὶ τοίνυν ὁ ἀρθριτικὸς ὑπὸ
5. τοῦ φαρμάκου ㅤτούτου μεγίστως ὤνητο. διαῤῥηγνυμένου
6. γὰρ αὐτομάτως αὐτῷ τοῦ δέρματος ἄνευ τομῆς, ἀπέῤῥεεν
7. ἀλύπως ἑκάστης ἡμέρας μόρια τῶν πώρων. ἐπεὶ δ’ ὅλως
8. ὁ παρ’ ἐμοὶ τυρὸς ἐξεδεδαπάνητο, τοιοῦτον ἕτερον ἑαυτῷ
9. πορισάμενος ὁ ἀρθριτικὸς ἐφύλαττεν εἰσαῦθις, ὕστερον δὲ
10. πάλιν ἐχρήσατο παλαιωθέντι, κᾀπειδὴ καὶ τότε τῆς αὐτῆς
11. ὠφελείας ἐπειράθην, πολλάκις τοῦ λοιποῦ διετέλεσε χρώμενος
12. αὐτῷ, καί τινας ἄλλους τῶν ὁμοίως πασχόντων φίλων
13. ἐδίδαξεν. τοῦτο μὲν οὖν ἐκ τῆς ἡμετέρας ἐπινοίας τῇ
14. πείρᾳ βεβαιωθὲν ἐγνώσθη, τὸν δὲ πρόσφατον τυρὸν ἐναντίας
15. ὄντα τῷ παλαιῷ κράσεως, ἐπέθηκά ποτε τραῦμα μέτριον
16. τῷ μεγέθει ἔχοντι κατ’ ἀγρὸν ἀνθρώπῳ, προλειώσας
17. δηλονότι. κατ’ αὐτοῦ δ’ ἔξωθεν ἐπέθηκα φύλλα λαπάθου.
18. δύναιτο δ’ ἂν, εἰ μὴ παρείη ταῦτα, καὶ ἀμπέλου καὶ πλατάνου
ㅤ
1. καὶ τεύτλου καὶ θριδακίνης ἐπιβάλλεσθαι. αὐτὸς μὲν
2. οὖν ὁ τυρὸς ἐκόλλησε τὸ τραῦμα ἁπαλός τις ὤν. ἕτερος δὲ
3. ὁ καλούμενος ἐν Περγάμῳ τε παρ’ ἐμοὶ καὶ κατὰ τὴν ὑπερκειμένην
4. Ἀσίαν ὀξυγαλάκτινος, ἀγροίκου μέγα τραῦμα σχόντος
5. ἐκόλλησεν ὁμοίως ἐπιτεθείς. ἀποκρουστικὴν γὰρ ὁ μαλακός
6. τε καὶ νεοπαγὴς τυρὸς ἔχει δύναμιν ἐμψύχων ἀτρέμα.
7. ὁ δ’ ὀξυγαλάκτινος καὶ πρὸς ταῦτα καὶ διαφορητικὴν ἐπικτᾶται
8. βραχεῖαν.
9. ι΄. Περὶ βουτύρου. Βούτυρος ἢ βούτυρον, ὅπως ἂν
10. ἐθέλῃς ἀῥῥενικῶς τε καὶ οὐδετέρως ὀνομάζειν αὐτόν. γίνεται
11. μὲν οὖν ἐκ τοῦ λιπαρωτάτου κατὰ τὸ γάλα, καθότι προείρηται.
12. θαυμάζω δ’ ὅπως ὁ Διοσκορίδης ἐκ προβατείου φησὶν
13. αὐτὸν καὶ αὐγείου τὴν γένεσιν ἔχειν. ἐγὼ γὰρ ἐκ τοῦ
14. βοείου τὸ φάρμακον τοῦτο γιγνόμενον οἶδα, καὶ διὰ τοῦτο
15. νομίζω καὶ βούτυρον καλεῖσθαι, πεπτικῆς τ’ ἐστὶ δυνάμεως,
16. ἔχον ὀλίγον τι τῆς διαφορητικῆς, ἐπί τε τῶν μέσων κατά
17. τε τὴν μαλακότητα καὶ σκληρότητα σώματος. ἀεὶ γὰρ χρὴ
18. μεμνῆσθαι τοῦ τὰς ἁπλᾶς καὶ ἄνευ προσθήκης καὶ διορισμοῦ
19. τινος ἀποφάνσεις ἐπὶ τῶν μέσων τῇ κράσει λέγεσθαι
ㅤ
1. σωμάτων. τῶν μὲν γὰρ σκληρῶν τελέως σωμάτων τοὺς παρὰ
2. φύσιν ὄγκους διαφορεῖν ἀδύνατόν ἐστι τὸ φάρμακον τοῦτο,
3. τὰ δὲ μαλακὰ φλεγμαίνοντα καὶ πέττει καὶ διαφορεῖ ῥᾳδίως,
4. ὥστε καὶ παρωτίδας καὶ βουβῶνας καὶ τὰς ἐν τῷ
5. στόματι φλεγμονὰς καὶ ἄλλα δὲ μυρία πολλὰ τελέως αὐτῷ
6. μόνῳ ἰασάμεθα παιδικῶν σωμάτων καὶ γυναικείων πασχόντων.
7. ἀλλὰ κᾀπὶ τῶν φυόντων ὀδόντας παιδίων διαχριόμενον
8. συνεχῶς οὐδὲν ἧττον μέλιτος λεπτύνει τὰ οὖλα, δι’ ὧν
9. ἡ διέξοδος αὐτοῖς γίνεται. καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὸ
10. στόμα φλεγμονώδη πάθη μετὰ τὸ παύσασθαι τὸ ἐπιῤῥέον
11. διαφορεῖ τε καὶ πέττει. διὸ καὶ τοῖς καταπλάσμασι μίγνυται
12. τοῖς ἔξωθεν ἐπιτιθεμένοις, κατὰ παρωτίδων τε καὶ ὑποχονδρίων
13. καὶ βουβώνων. καὶ μέντοι καὶ καταποθὲν εἰς τὴν γαστέρα
14. καὶ δι’ αὐτῆς ἀναδοθὲν συντελεῖ μεγάλα ταῖς ἐκ πνεύμονος
15. ἀναπτύσεσιν ἐν πλευριτικοῖς τε καὶ περιπνευμονικοῖς
16. πάθεσιν, μετὰ καὶ τοῦ πέττειν αὐτά. μόνον μὲν οὖν ἐκλειχόμενον
17. πέπτει μὲν μᾶλλον, ἀνάγει δὲ ἧττον, ἅμα δὲ μέλιτι
18. καὶ ἀμυγδάλοις πικροῖς ἀνάγει μὲν μᾶλλον, ἧττον δὲ πέττει.
1. ια΄. Περὶ πιτύας. Πιτύα πᾶσα δριμείας ἐστὶ καὶ
2. διαφορητικῆς δυνάμεως καὶ δηλονότι ξηραντικῆς· ἕπεται γὰρ
3. τοῖς εἰρημένοις ㅤἐξ ἀνάγκης τοῦτο. ἀλλὰ τὴν μὲν τῶν
4. λαγωῶν ἐπιλήπτους θεραπεύειν ἔγραψαν, εἰ μετ’ ὄξους πίνοιτο,
5. καὶ ῥοῦν γυναικεῖον ἰᾶσθαι καὶ γάλα τεθρομβωμένον
6. ἐν κοιλίᾳ διαλύειν, οὗ καὶ ἡμεῖς ἐπειράθημεν οὐκ ἐπὶ λαγώας
7. μόνης, ἀλλὰ καὶ τῶν ἄλλων ζώων πιτύας. ἀμείνω δ’
8. ἁπάντων αὐτῶν ἐστιν ἡ λαγώα. διαλύει δὲ καὶ τὸ θρομβούμενον
9. αἷμα κατὰ κοιλίαν ὁμοίως ποθεῖσα, μᾶλλον μὲν ἴσως
10. τῶν ἄλλων ἡ λαγώα, οὐ μὴν μόνη γε, ὥς τινες ἔγραψαν,
11. ἀλλὰ καὶ τοῦτο κοινὸν ἁπάσης ἐστὶ πιτύας, ἔνιοι δὲ τὰς
12. ἐκ θώρακος πτύσεις αἵματος ἐπέχειν φασὶν πινομένην πιτύαν
13. λαγώαν, ἀλλ’ οὔτ’ ἄλλον χρησάμενον εἶδον οὔτ’ αὐτὸς
14. ἐτόλμησα χρήσασθαι δριμεῖ φαρμάκῳ πρὸς πάθος δεόμενον
15. στύψεως. ἱππείαν δὲ πιτύαν ἐπί τε δυσεντερικῶν καὶ
16. κοιλιακῶν ἔγραψαν ἰδίως ἁρμόττειν.
17. ιβ΄. Περὶ πιτύας τῆς φώκης. Τὴν δὲ τῆς φώκης ἁρμόττειν
ㅤ
1. ἐξαιρέτως ἐπαινοῦσιν ὡς καστορίου δύναμιν ἔχουσαν.
2. ὅσα δὲ διὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ἐνεργεῖν ἔγραψαν
3. ἑκάστην τῶν πιτύων, οὐ νῦν λέγειν καιρός.
4. ㅤιγ΄. Περὶ χολῆς. Οὗτος ὁ χυμὸς ἀποδέδεικται
5. θερμότατος εἶναι τῶν ἐν ἑκάστῳ ζώῳ χυμῶν. ὥσπερ οὖν
6. τὸ αἷμα καὶ τὰς σάρκας ἀνομοίας ἔχει κεκραμένα τὰ ζῶα,
7. κατὰ τὸν αὐτὸν λόγον καὶ τὴν χολήν. ἐν μὲν γὰρ τοῖς θερμοτάτοις
8. ἀναγκαῖόν ἐστι καὶ τὴν χολὴν ὑπὲρ τὰς τῶν ἄλλων
9. ζώων χολὰς εἶναι, ἐν δὲ τοῖς ἧττον ἐκείνων θερμοῖς ἀνάλογον
10. ἀπολείπεσθαι καὶ τὸν χυμὸν τοῦτον, ὅσον ἀπολείπεται
11. κᾀν τοῖς ἄλλοις. ἔμαθες γὰρ εἶναι τοὺς πάντας ἐν ἑκάστῳ
12. τῶν ἐναίμων ζώων χυμοὺς τέσσαρας, αἷμα καὶ φλέγμα
13. καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. ἔμαθες δὲ καὶ ὡς ἔθος
14. ἐστὶν οὐ μόνον τοῖς ἰατροῖς, ἀλλὰ καὶ τοῖς Ἕλλησιν ἅπασιν
15. τὴν μὲν ξανθὴν χολὴν ἁπλῶς ὀνομάζειν χολὴν, ὡς ὑπακουσομένων
16. τῶν ἀκουσάντων τὸ τῆς χρόας ὄνομα, τὴν μέλαιναν
17. δ’ οὐχ ἁπλῶς ὀνομάζειν χολὴν, ἀλλὰ μετὰ προσθήκης
18. ὅλου τούτου μέλαιναν χολήν. ἀλλὰ καὶ ὡς τὴν ξανθὴν
ㅤ
1. χολὴν ἐνίοτε καλοῦσιν ὠχρὰν ἐπίστασαι καὶ ὡς κατὰ τὴν
2. ἐπὶ τῷ ἥπατι κύστιν ἐνίοτε μὲν ὠχρὰν, ἐνίοτε δὲ ξανθὴν ἐν
3. ταῖς τῶν ζώων ἀνατομαῖς ὁρῶμεν αὐτήν. ἤκουσας δὲ καὶ ὡς
4. ἡ ξανθὴ θερμοτέρα τῆς ὠχρᾶς ἐστι τοσοῦτον ὅσον καὶ παχυτέρα.
5. μιγνυμένης γὰρ ὀῤῥώδους ὑγρότητος τῇ ξανθῇ χολῇ
6. τὴν ὠχρὰν συμβαίνει γίνεσθαι, καθάπερ καὶ τὴν ὠχρὰν θερμαινομένην
7. ἐπὶ πλέον παχεῖαν μὲν ἀποτελεῖσθαι τῇ συστάσει,
8. ξανθὴν δὲ τῇ χρόᾳ. καὶ γὰρ οὖν καὶ κατὰ τὰ ζῶα φαίνεται
9. τοῖς μὲν μᾶλλον θερμοῖς ξανθὴ, τοῖς δ’ ἧττον ὠχρά.
10. καὶ ὅταν γε τὰ θερμὰ ζῶα πεινήσαντα τύχῃ καὶ διψήσαντα,
11. πρὸς τὸ μέλαν ἐκτρέπεται χρῶμα, ποτὲ μὲν ἰῶδες ἔχουσα
12. τοῦτο, ποτὲ δὲ κυανοῦν, ἐνίοτε δὲ τὸ τῆς ἰσάτιδος, ὅπερ
13. ἐστὶ φαιότερον τοῦ τῆς κράμβης. πρόσεχε τοίνυν καὶ σὺ τῷ
14. χρώματι τῶν χολῶν, ὅταν σκευάζῃς φάρμακον ἐν ᾧ καὶ χολῆς
15. τι περιέχεται. μιγνῦσι δὲ τοῖς μὲν ὀνομαζομένοις κυκλίσκοις
16. τε καὶ τροχίσκοις, οἷος ὅ τε τοῦ Ἄνδρωνός ἐστι καὶ
17. Πολυείδου καὶ Πασίωνος καὶ ὁ Βιτῖνος, τὴν τοῦ ταύρου
18. χολήν. ὅταν μὲν γὰρ τῶν εἰς τοὺς ὀφθαλμοὺς χρησίμων
ㅤ
1. φαρμάκων σκευάζουσιν, ὑαίνης καὶ ἀλεκτρυόνος καὶ πέρδικος
2. καί τινων ἑτέρων ζώων. ἔστι δὲ ἡ τοῦ ㅤταύρου θερμοτέρα
3. δηλονότι καὶ ξηραντικωτέρα τῆς τῶν εὐνουχισθέντων
4. βοῶν. ὁμοιοῦται γὰρ ἀεὶ τὸ εὐνουχισθὲν ζῶον τῷ θήλει
5. τε καὶ νέῳ. ὥσπερ οὖν ταῦτα πλεονεκτεῖ μὲν ὑγρότητι τῶν
6. τελείων, ἀπολείπεται δὲ θερμότητι, κατὰ τὸν αὐτὸν τρόπον
7. ὁ εὐνουχισθεὶς βοῦς τῶν ταύρων. καί τινων ταύρων ἐθεασάμην
8. χολὴν κυανὴν ὑπεροπτηθείσης τῆς ξανθῆς, ἣν οὐκ
9. ἠξίωσα βαλεῖν εἰς τὸ σκευαζόμενον φάρμακον, ἀλλ’ ἑτέρου
10. ταύρου τὴν μετρίως ξανθὴν εἱλόμην. ὑπερπεπονήκει γὰρ ὁ
11. ταῦρος ἐκεῖνος ἑλκόμενος βιαίοις δεσμοῖς, ὥστε εὔδηλον ὅτι
12. καὶ θυμωθεὶς ἐν τούτῳ τῷ ἔργῳ θερμοτέραν ἔσχε τὴν κρᾶσιν.
13. εἰκὸς δ’ αὐτὸν ἦν καὶ διψῆσαι καὶ πεινῆσαι βιαίως
14. συρόμενον, ἐν κεφαλαίῳ δ’ εἰπεῖν, ὥσπερ τὸ οὖρον ἐπὶ μὲν
15. τῷ συμμέτρῳ πόματι συμμέτρως ὠχρὸν φαίνεται, διψησάντων
16. δὲ καὶ ἀσιτησάντων καὶ πολλὰ καμόντων ξανθὸν, ἐμπλησθέντων
17. δὲ καὶ μεθυσθέντων λευκὸν, οὕτω καὶ ἡ χολὴ μεταβάλλει
18. τὰς χρόας, ἐπὶ μὲν τὸ ξανθότερον ἐν γυμνασίοις
ㅤ
1. καὶ ἀσιτίαις καὶ δίψεσι, ἐπὶ δὲ τὸ λευκότερον ἐν τοῖς ἐναντίοις.
2. ἴσθι τοίνυν ἐὰν μὲν ξανθὴν ἱκανῶς ἐμβάλῃς χολὴν
3. τῷ σκευαζομένῳ φαρμάκῳ, θερμότερον αὐτὸ ποιήσεις, ἐὰν δὲ
4. ὠχρὰν, μετρίως θερμὸν, ἐὰν δὲ ἔκλυτόν τε καὶ ὑδατώδη,
5. τοσούτῳ τῆς προσηκούσης κράσεως ἀπολειπόμενον, ὅσῳ καὶ
6. ἡ χολὴ πρὸς τὸ λευκότερον ἐτράπετο. οὕτως οὖν καὶ τοῖς
7. τὰς μεμυκυίας αἱμοῤῥοΐδας ἀναστομοῦσι διὰ ταύρου χολῆς
8. ἐνίοτε μὲν ἀσθενὴς, ἐνίοτε δὲ περαιτέρω τοῦ προσήκοντος
9. ἐφάνη δριμεῖα. γίνεται μὲν οὖν καὶ παρὰ τὸ χρώμενον τῇ
10. χολῇ σῶμα διαφορά τις, εὐαίσθητόν τε καὶ δυσαίσθητον
11. ὑπάρχον εὐπαθές τε καὶ δυσπαθές. ἀλλὰ παρ’ αὐτὴν μὲν,
12. ὡς ἔφην, τὴν χολὴν οὐ μικρά τίς ἐστιν ἡ παραλλαγή. ὁ γοῦν
13. αὐτὸς ἄνθρωπος ὑπὸ μὲν τῆς ξανθῆς χολῆς μᾶλλον, ἧττον
14. δὲ ὑπὸ τῆς ὠχρᾶς δάκνεται. εὔδηλον μὲν οὖν ἔνεστι κᾀκ τοῦ
15. τὰς αἱμοῤῥοΐδας ἀναστομοῦν, ὅπως ἐστὶ δριμὺς ὁ χυμὸς
16. οὗτος, ἀλλὰ καὶ τοῖς χρωμένοις αὐτοῖς φαίνεται δάκνων, καὶ
17. διὰ τοῦτο φυλαττόμεθα πρὸς ἄλλο τι νόσημά τε καὶ σύμπτωμα
18. χρῆσθαι τῇ ξανθῇ χολῇ καθ’ ἑαυτὴν μόνῃ. καὶ γὰρ
ㅤ
1. οἱ εἰρημένοι κυκλίσκοι τῆς χολῆς ὀλίγον λαμβάνουσι καὶ τὰ
2. πρὸς ὀξυδερκίαν συντιθέμενα φάρμακα τὰ μὲν ὑαίνης χολῆς,
3. τὰ δὲ πέρδικος ἢ ἀλεκτρυόνος ἢ ἄλλου τινὸς λαμβάνονται,
4. μέλι τε μιγνύμενον ἔχει καὶ μαράθρου χυλὸν ἢ ὀποβάλσαμον.
5. ἐνίων δὲ ζώων ἐξαιρέτως ἐπῄνηται χολὴ παρὰ τοῖς
6. ἰατροῖς, ὡς ὀξυδερκές τε ἅμα καὶ ὑποχυμάτων ἀρχὰς διαφοροῦσα,
7. καθάπερ ἥ τε τοῦ ἰχθύος, ὀνομάζουσι δ’ αὐτὸν
8. καλλιώνυμον, ὑαίνης τε καὶ τοῦ θαλαττίου σκορπίου καὶ
9. ἀλεκτορίδος καὶ πέρδικος. ἀσθενεστάτη δ’ ἐστὶν ἡ τῶν ὑῶν
10. εἰς τοσοῦτον, ὥστε μηδὲ τοῖς ἕλκεσιν ἀφόρητον εἶναι, φαίνεταί
11. γε μάλιστα πασῶν χολῶν ὑδατωδεστάτη, πλὴν τῶν
12. ἀγρίων καὶ κατ’ ὄρη διαιτωμένων ὑῶν. ὥσπερ γὰρ ἡ σὰρξ
13. ὅλη θερμοτέρα τε καὶ ξηροτέρα τούτων ἐστὶν, οὕτω καὶ ἡ
14. χολή. τῇ δὲ τῶν ἡμέρων ὑῶν χολῇ χρῶνταί τινες ἐπὶ τῶν
15. ἐν ὠσὶν ἑλκῶν, οὐκ ἀδοκίμῳ φαρμάκῳ, καὶ χρῶ καὶ σὺ μὴ
16. παρόντος ἄλλου τινὸς τῶν συνθέτων, ἔστι γὰρ μυρία. κατὰ
17. δὲ τὸ μέγεθος τῆς διαθέσεως καὶ ἄλλη τις ἄλλου ζώου χολὴ
18. δύναιτ’ ἂν ἁρμόττειν. ὅταν γὰρ ᾖ χρόνιόν τε τὸ ἕλκος ἰχῶρά
ㅤ
1. τε καὶ πῦον ἔχον πολὺν, καὶ τῶν ξηραντικωτέρων ἀνέξεται
2. χολῶν, οἵα τῶν τε προβάτων βραχὺ δριμυτέρα τῆς τῶν ὑῶν
3. καὶ μᾶλλον ταύτης ἡ τῶν αἰγῶν, ᾗ παραπλησία πώς ἐστιν
4. ἡ τῶν ἄρκτων τε καὶ βοῶν. ἡ δὲ τῶν ταύρων ἰσχυροτέρα
5. μὲν τούτων, ἀπολειπομένη δὲ τῆς τῶν ὑαινῶν. αὕτη δ’ αὖ
6. πάλιν αὐτὴ τῇ τε τοῦ καλλιωνύμουㅤ καὶ σκορπίου θαλαττίου
7. καὶ χελώνης θαλαττίας. τὴν δὲ τῆς ἀγρίας αἰγὸς
8. χολὴν ἔγραψαν ἔνιοι τοὺς νυκταλωπιῶντας ὠφελεῖν. εἰσὶ δὲ
9. καὶ αἱ τῶν πτηνῶν ζώων χολαὶ πᾶσαι δριμύτεραί τε καὶ
10. ξηραντικώτεραι τῶν ἐν τοῖς τετράποσι, τῶν δὲ πτηνῶν αὐτῶν
11. αἵ τε τῶν ἀλεκτορίδων τε καὶ περδίκων εἰσὶ μὲν ἀμείνους
12. εἰς ἰατρικὴν χρείαν. αἱ δὲ τῶν ἱεράκων τε καὶ ἀετῶν
13. δριμεῖαι ἱκανῶς, εἰσὶ δὲ καὶ διαβρωτικαὶ, διὸ καὶ ἰώδεις φαίνονται
14. κατὰ τὴν χρόαν, ἐνίοτε δὲ καὶ μέλαιναι. ταύτας οὖν
15. αὐτῶν ἐπιστάμενος τὰς διαφορὰς, ἐπιστάμενος δὲ καὶ τῶν
16. παθῶν τίνα μὲν δεῖ μᾶλλον ξηραίνεσθαι, τίνα δ’ ἧττον, ἐὰν
17. μιᾶς ἡστινοσοῦν χολῆς ἀπὸ τῶν ἔργων πειραθείης, ἀπ’ ἐκείνων
18. ἐπὶ τὰς ἄλλας μεταβαίνειν δυνήσῃ κατὰ μέθοδον, ὥστ’
19. ἀεὶ τὴν ἁρμόττουσαν τῷ πάθει παραλαμβάνειν. ἅτε γὰρ ἐν
ㅤ
1. στοχασμῷ κειμένης τῆς καθ’ ἑκάστην δύναμιν σφοδρότητος,
2. ἀπό τινος ὡρισμένης ἀρχῆς ἐπὶ τὴν ἀπείραστον ὕλην μεταβαίνειν
3. σε χρὴ, παρὰ ㅤτοῦ προπεπειραμένου μαθόντα
4. τὰς ἐν αὐτοῖς ὑπεροχάς. ἐγὼ δὲ καὶ γνωρίσματά σοι σαφῆ
5. διῆλθον ἀπὸ τῆς χρόας τῶν χολῶν καὶ τῆς κράσεως τῶν ζώων.
6. ιδ΄. Περὶ ἱδρῶτος. Ἱδρώς. ἕν τι καὶ τοῦτο τῶν ἐν
7. σώματι τοῦ ζώου γεννωμένων ὑγρῶν, ὕλην τε τὴν αὐτὴν
8. ἔχον καὶ τρόπον γενέσεως τὸν αὐτὸν τοῖς οὔροις. ἐκ γὰρ τῆς
9. πινομένης ὑγρότητος ἡ γένεσις ἀμφοτέρων ἐστὶ, θερμαινομένης
10. τε ἅμα κατὰ τὸ σῶμα καί τι χολώδους οὐσίας προσλαμβανούσης.
11. ἐπὶ πλέον δ’ ὁ ἱδρὼς κατείργασται, διεξεληλυθὼς
12. ἄχρι τοῦ δέρματος ἅπαντα τὰ μεταξὺ μόρια. διαφέρειν γε
13. μὴν ἀναγκαῖον ἀλλήλων ἐστὶ καὶ τοὺς ἱδρῶτας καὶ τὰ οὖρα
14. παρά τε τὰς τῶν ζώων κράσεις, φύσει τε καὶ κατὰ τὰς ἡλικίας
15. ὑπηλλαγμένας ἀλλήλων, οὐ σμικρὰ καὶ κατὰ τὴν προηγουμένην
16. δίαιταν. εὔδηλον δὲ, κᾂν παραλείπηταί ποτε τὸ
17. κατὰ τὰς ὥρας τοῦ ἔτους καὶ τὴν παροῦσαν κατάστασιν,
18. ἔτι δὲ καὶ τὰς χώρας, διαφορὰν οὐ σμικρὰν ἐργάζεσθαι τοῖς
ㅤ
1. σώμασιν τῶν ζώων. ἀλλ’ ἕνεκα τῆς κατὰ τὸν λόγον συντομίας
2. ἑνὶ κεφαλαίῳ περιλαμβάνειν εἴωθα τὰ τοιαῦτα πάντα
3. κατὰ τὴν περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν ὑπαλλάττεσθαι λέγων
4. αὐτά. καὶ γὰρ καὶ τὰς ἐν ταῖς χώραις διαφορὰς κατὰ
5. θερμασίαν καὶ ψύξιν οὗτος περιλαμβάνει, καθάπερ καὶ τὰς
6. ὥρας τοῦ ἔτους καὶ τὴν παροῦσαν ἢ τὴν προγεγονυῖαν κατάστασιν.
7. ὅταν οὖν ὁ λόγος ἤτοι περὶ οὔρων ἢ ἱδρώτων
8. ἢ αἵματος ἢ πιμελῆς ἢ στέατος ἤ τινος ἄλλου τῶν κατὰ
9. τὸ σῶμα γίνηται, διαιρουμένων ἡμῶν τὰς ἐν τοῖς ζώοις διαφορὰς,
10. ἐπὶ τῶν ὑγιαινόντων σωμάτων ἀκούειν χρὴ τοῦ λόγου
11. τὴν μέσην τῆς ἑαυτῶν οἰκείας κράσεως ἐχόντων κατάστασιν·
12. οὕτως καὶ ὁ ἱδρὼς, ὅτι μὲν οὖν τῆς ἁλυκῆς τε καὶ
13. ἁλμυρᾶς ὀνομαζομένης μετέχει ποιότητος, ἡ γεῦσις μαρτυρεῖ.
14. παραῤῥυεὶς γὰρ εἰς τὸ στόμα πολλάκις ἀκόντων ἱδρὼς ἐνδείκνυται
15. τὴν εἰρημένην ποιότητα, πολλάκις δὲ αὐτὴ καὶ πικρότητα
16. σαφῆ συνενδείκνυται. δηλοῖ γε μὴν καὶ ἡ χρόα αὐτοῦ
17. τὴν φύσιν. ὥσπερ γὰρ τὸ κατὰ φύσιν οὖρον ὠχρὸν μετρίως
18. ἐστὶν, οὕτω καὶ ὁ ἱδρώς. γνώσῃ δὲ τοῦτο ῥᾳδίως ἐπὶ
ㅤ
1. τῶν λουομένων, ὅταν ἐλαίου χωρὶς ἀποστλεγγίζωνται. κατὰ
2. γὰρ τὸ κοῖλον τῆς στλεγγίδος ἀθροίζεται, τήν γε χρόαν ἐνδεικνύμενον
3. οἵαν εἴρηκα καὶ τὴν γεῦσιν, τὸ μὲν ἁλυκὸν ἔχων
4. ἐναργῶς, ἀμυδρὸν δὲ τὸ πικρόν. ἀλλὰ περὶ μὲν οὔρου καὶ
5. πλείω τοῦ προσήκοντος ἔγραψαν οἱ ἰατροὶ, διὰ τὸ δαψιλὲς
6. ἑκάστης ἡμέρας ἀθροίζεσθαι τοῦτο πᾶσιν ἀνθρώποις
7. ㅤἰδίᾳ τε καὶ δημοσίᾳ. περὶ δὲ τῶν ἱδρώτων ἢ οὐδὲν ἢ τῶν
8. περιέργων τινὰ μᾶλλον, ἃ γοητείας ἔχεται. καὶ χωρὶς δὲ τῶν
9. τοιούτων ἀναγεγράφασιν ἔνιοι περιττὰ δι’ ἄλλης ὕλης ἰατρικῆς
10. γίνεσθαι δυνάμενα. μίγνυται δ’ ἱδρὼς ἐν ταῖς παλαίστραις
11. ὁ τῶν γυμναζομένων τῷ πάτῳ, κονίσαλον δ’ αὐτὸν
12. ὀνομάζουσιν ἔνιοι τῶν περιέργως ἀττικιζόντων, συντελοῦν τι
13. τῷ ψιλῷ πάτῳ πρὸς διαφόρησιν ὄγκων τῶν παρὰ φύσιν.
14. ἐκεῖνος γὰρ τὸ μὲν ἀποκρουστικὸν πλέον ἔχει, διαφορητικὸν
15. δ’ ἀμυδρὸν πάνυ. μετὰ δὲ τὸ δέχεσθαι τὸν ἱδρῶτα τῶν γυμναζομένων
16. ἐπικτᾶται πολὺ τῆς διαφορητικῆς δυνάμεως. ἐπὶ
17. γοῦν τῶν φλεγμονῶν τῶν τιτθῶν δραστικώτερόν ἐστι βοήθημα
18. μόνος ὁ τοιοῦτος πάτος ἐπιτιθέμενος. ἐὰν δὲ ξηρότερόν
ㅤ
1. σοι φάνηται, κύπρινον ἐπαλείφειν, κᾂν πάνυ σφόδρα
2. ξηρὸς ᾖ, καὶ ἀναμάλαττε τῷ κυπρίνῳ. κάλλιον δὲ μὴ τὸν
3. ξηρὸν, ἀλλὰ τὸν μαλακὸν αἱρεῖσθαι. μὴ παρόντος δὲ τοῦ
4. κυπρίνου ῥόδινον καλὸν ἀρκεῖ μιγνύειν. τοῦτο τὸ φάρμακον
5. καὶ πρὸς τὰς ἐκ τόκων σβέσαι τὸ γάλα προαιρουμένας, ὅταν
6. οἷον τυρωθῇ κατὰ τοὺς μαστοὺς, χρήσιμον ἱκανῶς ἐστιν. ἐξ
7. αὐτοῦ δὲ ὁρμώμενος καὶ πρὸς ἄλλα παραπλήσια παθήματα
8. χρῆσθαι δύνασαι. ἐγὼ γοῦν ποτε καὶ κατὰ βουβῶνος αὐτῷ
9. χρησάμενος ἐν τάχει παυόμενον ἐθεασάμην τὸν ὄγκον.
10. ιε΄. Περὶ οὔρου. Οὖρον. εἴρηται μὲν οὖν ἤδη περὶ
11. τῆς ὅλης φύσεως αὐτοῦ κατὰ τὸν περὶ τῶν ἱδρώτων λόγον.
12. εἰρήσεται δὲ καὶ νῦν ὅση ταῖς χολαῖς ἐστι διαφορὰ κατὰ τὰ
13. ζῶα, τοσαύτην καὶ τοῖς οὔροις εἶναι. θερμὰ μὲν ἅπαντα ταῖς
14. δυνάμεσίν ἐστιν, ἀλλὰ μᾶλλον μὲν τὸ τῶν θερμοτέρων ζώων,
15. ἧττον δὲ τὸ τῶν ψυχροτέρων. περὶ ἀνθρωπείου οὔρου. ἀνθρώπου
16. δὲ οὖρον ἁπάντων τῶν ἄλλων οὔρων σχεδόν ἐστιν
17. ἀσθενέστατον, ὅτι μὴ τῶν ἡμέρων ὑῶν, ὧν ἐκτέμνουσι τοὺς
18. ὄρχεις. ἐκείνων γὰρ ἥ τε κρᾶσις ὅλου τοῦ σώματος ὁμοία
19. τῇ τῶν ἀνθρώπων ἐστὶν τό τ’ οὖρον ὡσαύτως ἀσθενές.
ㅤ
1. ἰσχυρὸν δὲ καὶ τῶν ἐν τοῖς ὄρεσι κάπρων, ὡς καὶ διὰ τῆς
2. ὀσμῆς φαίνεται δριμυτάτης οὔσης. κᾀπὶ τῶν ἄλλων δὲ ζώων
3. ἁπάντων ἔνεστί σοι διὰ τῆς ὀσμῆς γνωρίζειν τὴν δύναμιν
4. αὐτοῦ. τὸ μὲν γὰρ γεύεσθαι τῶν οὔρων ἐκείνων βδελυρώτατον,
5. ὅπου καὶ τὸ τῶν παίδων οὖρον οὐχ ὑπέμεινέ τις ἀνὴρ
6. ἀξιόλογος ἤθει καὶ βίῳ πιεῖν, ὁπότε λοιμωδῶς ἐνόσησεν ἐν
7. Συρίᾳ, καθ’ ἣν πολλοὶ πεπωκότες οὖρόν τινες καὶ παίδων
8. καὶ ἀνδρῶν ἐδόκουν ἐκ τούτου διασεσῶσθαι. ῥυπτικῆς μὲν
9. οὖν δυνάμεως εἴπερ τι καὶ ἄλλο τὸ τῶν ἀνθρώπων ἐστὶν
10. οὖρον, ὡς δηλοῦσι πολλοὶ καὶ οἱ γναφεῖς, τὰ ῥυπαρὰ τῶν
11. ἀμφιεσμάτων ἐκκαθαίροντές τε καὶ ἀποῤῥύπτοντες ἡμῖν αὐτῷ.
12. ταύτην δὲ τὴν δύναμιν αὐτοῦ καὶ οἱ ἰατροὶ θεασάμενοι
13. ψώραν καὶ λέπραν ἀποσμήχουσί τε καὶ καταντλοῦσιν
14. τῶν ἑλκῶν τὰ πολλῆς ὑγρότητος μεστὰ καὶ ῥύπου καὶ ἀκαθαρσίας,
15. καὶ πολύ γε μᾶλλον ὅταν ἔχῃ τι σηπεδονῶδες. ἀλλὰ
16. καὶ τοῖς αἰδοίοις, ὅταν οὕτω πάσχῃ, τὸ οὖρον ἐνίασιν καὶ
17. τοῖς πυοῤῥοοῦσιν ὠσί. καὶ τοὺς ἀχῶρας δὲ καὶ πίτυρα δι’
18. αὐτοῦ θεραπεύουσι, καταντλοῦντες τὴν κεφαλήν. ἡμεῖς δὲ
ㅤ
1. ταῦτα ἐμυσάχθημεν μᾶλλον ποιεῖν, ἑτέρων εὐποροῦντες εἰς
2. αὐτὰ φαρμάκων. τὰ δ’ ἐν τοῖς δακτύλοις τῶν ποδῶν ἕλκη
3. καὶ μάλιστα ἐκ προπταισμάτων, ἐπειδὰν ἀφλέγμαντα γένηται,
4. καὶ αὐτὸς ἰασάμην οὔρῳ πολλάκις ἐπί τε δούλων καὶ ἀγροίκων
5. ἀνθρώπων, εἰς ὁδοιπορίαν ἀπιόντων χωρὶς ἰατροῦ. μοτὸν
6. γὰρ αὐτοῖς ἐπιτιθεὶς κατὰ τοῦ ἕλκους, εἶτ’ ㅤἔξωθεν
7. καὶ ὀθονίῳ περιελίξας καὶ δήσας ὁσάκις οὐρεῖν προθυμηθῶσιν,
8. κατὰ τοῦ δακτύλου φέρεσθαι τὸ οὖρον ἐπιτρέπειν
9. ἐκέλευσα καὶ μὴ λύειν, ἄχρις ἂν ἀκριβῶς θεραπευθῇ. συνεχώρησα
10. γὰρ καὶ εἴ τινα ἄλλον ἐπυθόμην ἐν ἀγρῷ χωρὶς
11. ἰατροῦ καταντλοῦντα τῶν ἑλκῶν τὸ οὖρον, ὅταν ἐν
12. ㅤτοῖς κάτω μέρεσιν ᾖ τοῦ θώρακος ἄχρι τῶν ποδῶν ἄκρων,
13. ὅσα δὲ περὶ κεφαλὴν ἢ κατὰ τὸ πρόσωπον ἕλκη γίγνεται,
14. ταῦτ’ ἐμυσάχθην οὔρῳ καταντλεῖν ἐᾶσαί τινα. τό γε μὴν δι’
15. οὔρου παιδὸς σκευαζόμενον φάρμακον, ὃ καλοῦσιν ἔνιοι χρυσοκόλλαν,
16. ἐπειδὴ πρὸς τὴν τοῦ χρυσοῦ κόλλησιν αὐτῷ χρῶνται,
17. κάλλιστον εἶναί φημι πρὸς ἕλκη δυσίατα. γίνεται δὲ
18. θυίας τῷ τῆς φιάλης σχήματι κατασκευασθείσης ἐξ ἐρυθροῦ
ㅤ
1. χαλκοῦ, δοίδυκα δὲ τῆς αὐτῆς ὕλης ἐχούσης εἰς ἣν ἐνουροῦντος
2. τοῦ παιδὸς ὁ δοῖδυξ περιάγεται πολλάκις, ὡς ἀπορῖψαί
3. τι μὴ μόνης τῆς θυίας, ἀλλὰ καὶ ἑαυτοῦ, καὶ γίνεται
4. τοῦτο πλείοσιν ἡμέραις, ἄχρις ἂν μελιτώδη σύστασιν σχῇ τὸ
5. οὖρον. ἐν ἡλίῳ δὲ χρὴ πράττεσθαι τοῦτο. ῥᾷον γὰρ ἀποτρίβεται
6. τοῦ χαλκοῦ κατὰ τὸν τοιοῦτον ἀέρα ἢ εἰ μὴ ἥλιος
7. εἴη, θερμὸν ἄλλως εἶναι τὸν οἶκον. τούτῳ τῷ φαρμάκῳ μιγνυμένῳ
8. τοῖς ἐπιτηδείοις εἰς ἴασιν ἑλκῶν κακοήθων χρώμεθα,
9. καθάπερ εἶπον, ὡς ἀρίστῳ. βδελυρίαν γὰρ οὐδεμίαν ἔχει,
10. παραπλησίως τῷ οὔρῳ κατὰ τῆς κεφαλῆς καταχεομένῳ καὶ
11. περὶ τίνων ἄλλων μορίων. τὸ μὲν γὰρ καὶ πίνειν οὔρου, τί
12. ἄν τις καὶ λέγοι; γεγράφασι μὴν ἔνιοι τῶν ἰατρῶν περὶ τοῦ
13. κατὰ τὸ οὖρον ὑφισταμένου παχέος τε καὶ λευκοῦ, λέγοντες
14. αὐτὸ θεραπεύειν ἐρυσιπέλατα. τὰ μὲν οὖν ἔτι πυρώδη καὶ
15. ὄντως ἐρυσιπέλατα τῶν θερμῶν καὶ δριμέων φάρμακον οὐδὲν
16. ὠφελῆσαι δύναται. τὰ δ’ ἤδη διὰ τῶν ψυχόντων ἐνεψυγμένα
17. καὶ τοῦτο καὶ ἄλλα πολλὰ τῶν διαφορητικῶν φαρμάκων
18. ὀνινάναι δύνανται. τούτῳ μὲν οὖν ἐγχωρεῖ χρῆσθαι
ㅤ
1. μὴ περὶ πρόσωπον ἢ ἐγγὺς τούτου συστάντος ἐρυσιπέλατος,
2. ἀλλ’ ἤτοι κατά τι τῶν κώλων ἢ κατὰ τὸν νῶτον ἢ τὴν γαστέρα.
3. πιεῖν δ’ οὔρου παιδὸς ἕνεκα τῆς καλουμένης ὀρθοπνοίας
4. οὐκ ἀναγκαῖον, ὄντων γε καὶ ἄλλων φαρμάκων ἃ
5. βοηθεῖ τῷ πάθει τούτῳ. καὶ μέντοι καὶ πιών τις οὐκ ἀπηλλάγη
6. τοῦ πάθους, ὥστ’ οὐδ’ ἐξαίρετον ἔχει τι παρὰ τἄλλα.
7. ιστ΄. Περὶ σιέλου. Σίελον, εἴτε σίαλον, εἴτε πτύελον
8. ὀνομάζειν θέλει τις, οὔ μοι διαφέρει. γινώσκειν δὲ αὐτοῦ χρὴ
9. τὴν δύναμιν εἶναι διάφορον ἔν τε τοῖς ζώων εἴδεσι καὶ καθ’
10. ἕκαστον αὐτῶν ὑγιαῖνον ἢ νοσοῦν ἐδηδοκότος ἢ πεπωκότος ἢ
11. ἀπότου τε καὶ νενηστευκότος. ὡς γὰρ τὰ οὖρα καὶ αἱ χολαὶ καὶ
12. ὁ ἱδρὼς, οὕτως καὶ τὸ πτύελον ἀσθενὲς μὲν ἐδηδοκότων ἐστὶν,
13. ἰσχυρὸν δὲ καὶ δριμὺ τὸ τῶν ὑπερδιψάντων καὶ ὑπερπεινησάντων.
14. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν τὸ τῶν εὐπεπτηκότων
15. μὲν, οὐδέπω δ’ ἐδηδοκότων ἢ πεπωκότων. τούτῳ τοιγαροῦν
16. τῷ σιέλῳ καὶ αἱ τροφαὶ τῶν παίδων τοὺς λειχῆνας ἰῶνται,
17. βρέχουσαι τὸν μικρὸν δάκτυλον, εἶτα ἀνατρίβουσαι τὸ πεπονθὸς
18. δέρμα. καὶ τοῦτο ποιοῦσι πολλάκις, ὡς διασώζεσθαι
ㅤ
1. κατὰ τὸν μεταξὺ τῶν χρήσεων χρόνον ἐν τῷ λειχῆνι τὴν
2. ἀπὸ τοῦ σιέλου δύναμιν. ἀλλὰ καὶ πυροὺς μασώμενοι πολλοὶ
3. τῶν ἀγροίκων δοθιῆσιν ἐπιτιθέασιν. διαφορεῖ τε γὰρ αὐτοὺς
4. καὶ πέττει ταχέως. καίτοι γε εἰ δι’ ὕδατος δευθεῖεν, οὐχ
5. ὁμοίως ὠφελοῦσιν. εὔδηλον οὖν ὅτι τὸ σίαλον αὐτὸ τὴν
6. ἰσχὺν τῆς ὠφελείας παρέχει. κατὰ δὲ τῶν μαλακῶν καὶ παιδικῶν
7. σωμάτων ἄρτον, οὐ πυροὺς ἐπιτιθέασι μασωμένους.
8. ㅤδιαφορεῖ δὲ πάντα τὰ οὕτω μασηθέντα καὶ ὑπώπια
9. καὶ τὰ ἄλλα ἐκχυμώματα, καὶ μᾶλλον ὅταν ὁ ἄρτος ἅμα βραχείᾳ
10. ῥαφανῖδι μασηθείη. καθ’ ὅλην δὲ τὴν οὐσίαν τὸ πτύελον
11. ἐναντιώτατόν ἐστι τοῖς ἀναιροῦσιν ἀνθρώπους θηρίοις,
12. ὥς που καὶ Νίκανδρος ὁ ποιητὴς λέγει. καί μοί τις ἐπαγγειλάμενος
13. ἐπῳδὴν ἀναιροῦσαν σκορπίους ἐπιδείξειν, ἅπαξ
14. εἰπὼν αὐτὴν ἐπέπτυσε τῷ σκορπίῳ, κἄπειθ’ ἑξῆς δεύτερον
15. εἰπὼν αὖθις ἐπέπτυσεν, εἶτα καὶ τὸ τρίτον εἰπόντος τε καὶ
16. καταπτύσαντος ἀπέθανεν ὁ σκορπίος. ὕστερον δ’ ἐγὼ χωρὶς
17. τῆς ἐπῳδῆς ἐθεασάμην ἐπὶ τῷ σιάλῳ μόνῳ τὸν σκορπίον
18. ἀποθανόντα καὶ τοῦτ’ αὐτὸ πάσχοντα ταχέως μὲν ἐπὶ τοῦ
ㅤ
1. τῶν πεινώντων τε καὶ διψώντων πτυέλου, βραδέως δὲ ἐπὶ
2. τῶν ἐμπεπλησμένων ἐδεσμάτων τε καὶ πομάτων, ἐπὶ δὲ τῶν
3. ἄλλων ἀνάλογον.
4. ιζ΄. Περὶ τῶν ἐν τῷ σώματι γεννωμένων. Γεννᾶται
5. μὲν ἐν τῷ σώματι καὶ ἄλλα παρὰ φύσιν, ὧν οὐ καλὸν μεμνῆσθαι,
6. γεννᾶται δὲ καὶ ὁ ἐν κύστει λίθος, ὑπὲρ οὗ τινες
7. ἔγραψαν, ὡς εἰπεῖν ὅτι θρύπτει λίθους τοὺς ἐν κύστει. τοῦτο
8. μὲν οὖν ψεῦδός ἐστι κεκριμένον τῇ πείρᾳ. εἰ δὲ καὶ τοὺς ἐν
9. νεφροῖς λίθους θρύπτει τὴν ἀρχὴν, οὐδ’ ἐπειράθην μὲν, ἔχων
10. ἕτερα δόκιμα φάρμακα πρὸς τὸ σύμπτωμα τοῦτο. περὶ δὲ
11. τοῦ πύου καὶ ὅσα τοιαῦτα παρίημι λέγειν τοῖς τὰ τοιαῦτα
12. δεινοῖς ἅμα γοητείαις τισίν. ἡ μέντοι κόπρος ἕν τι τῶν ἐν
13. τῷ σώματι γεννωμένων ἐστὶ, κατὰ φύσιν ἐχόντων τῶν ζώων,
14. ὥσπερ καὶ ὁ ἐν τοῖς ὠσὶ ῥύπος· ὑπὲρ ἑκατέρου τοίνυν ἐφεξῆς
15. δίειμι.
16. ιη΄. Περὶ κόπρου. Κόπρος εἴτε κόπρον εἴτ’ ἀποπάτημα
17. καλεῖν ἐθέλοις οὐ διοίσει. γίγνωσκε δὲ τὴν οὐσίαν ταύτην
18. διαφορητικωτάτην ἔχειν δύναμιν. ἔστι δ’ ἡ τῶν ἀνθρώπων
ㅤ
1. διὰ τὴν δυσωδίαν βδελυρά. βοῶν δὲ καὶ αἰγῶν καὶ
2. χερσαίων κροκοδείλων καὶ κυνῶν, ὅταν ὀστᾶ φάγωσιν, οὔτε
3. δυσώδης ἐστὶ καὶ πεῖραν ἱκανὴν οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ
4. τοῖς ἄλλοις τῶν ἔμπροσθεν ἰατρῶν ἔδωκεν. Ἀσκληπιάδης
5. μέν γε ὁ ἐπικληθεὶς φαρμακείων καὶ τἄλλα μὲν ἅπαντα
6. σύνθετα φάρμακα συνήθροισεν, ὡς πολλὰς βίβλους πληρῶσαι.
7. καὶ κόπρῳ δὲ χρῆται πολλάκις ἐπὶ πολλῶν παθῶν ἀναμιγνὺς,
8. οὐ μόνον τοῖς ἔξωθεν ἐπιτιθεμένοις φαρμάκοις, ἀλλὰ
9. καὶ τοῖς εἴσω τοῦ στόματος λαμβανομένοις.
10. ιθ΄. Περὶ κυνείας πόπρου. Ἐγὼ γοῦν οἶδα καὶ αὐτὸς
11. θαυμαστῆς δυνάμεως πειραθεὶς ἀνθρωπείας τε καὶ κυνὸς
12. κόπρου. λέξω δέ σοι περὶ προτέρας τῆς κυνείας, ᾗ συνεχῶς
13. ἐχρῆτό τις τῶν ἡμετέρων διδασκάλων, ὀστᾶ διδοὺς ἐσθίειν
14. κυνὶ μόνα δυεῖν ἐφεξῆς ἡμερῶν, ἐξ ὧν σκληρὰ καὶ λευκὴ
15. καὶ ἥκιστα δυσώδης ἡ κόπρος γίγνεται. ταύτην οὖν λαμβάνων
16. ἐξήραινεν, ὡς ὕστερον ὁπότε βούληται χρῆσθαι λειοῦσθαι
17. ῥᾳδίως. ἐχρῆτο δ’ αὐτῇ πρός τε συνάγχας καὶ δυσεντερίας
ㅤ
1. καὶ τὰ παλαιότατα τῶν ἑλκῶν. πρὸς μὲν οὖν συνάγχας,
2. ἀναμιγνὺς τοῖς καὶ ἄλλως ἁρμόττουσιν πρὸς τὸ πάθος
3. τοῦτο φαρμάκοις· ἐπὶ δὲ δυσεντερικῶν τῷ ἀφεψημένῳ
4. γάλακτι, τῶν καλουμένων καχλήκων διαπύρων ㅤἐμβεβλημένων,
5. ἢ ὡς ὕστερον ἐγὼ διὰ τὸ εὐπόριστον ἐπὶ τὸν σίδηρον
6. ἧκον, ἐμβάλλων τοῦτον διάπυρον τῷ γάλακτι καλῶς
7. προαφεψημένῳ.ㅤ καλοῦσι δ’ ἔνιοι τῶν ἰατρῶν οὐκ οἶδ’
8. ὅπως τὸ τοιοῦτον γάλα σχιστόν. ἐχρῆν γὰρ οὐ τοῦτο καλεῖν
9. οὕτως, ἀλλ’ ἐφ’ ὧν χωρίζομέν τε καὶ σχίζομεν ἀπὸ τοῦ
10. τυρώδους τὸν ὀῤῥόν. ἀλλὰ τῆς κυνείας κόπρου ξηρᾶς λειώσας
11. ὁ ἰατρὸς ἐνέβαλλε τῷ τοὺς κάχληκας ἐναπεσβεσμένους
12. ἔχοντι γάλακτι λανθανόντως καὶ μόνους τοὺς γνησιωτάτους
13. μαθητὰς ἐδίδαξε τοῦτο. τούτων μὲν οὖν τῶν δύο χρήσεων
14. τῆς κυνείας κόπρου πάνυ πολλὴν ἔχω πεῖραν ὡς θαυμαστοῦ
15. φαρμάκου, καθάπερ καὶ τῆς ἐπὶ τῶν κακοηθεστάτων ἑλκῶν.
16. ἐμίγνυε γὰρ οὖν κᾀπ’ ἐκείνων τοῖς δοκίμοις φαρμάκοις τῆς
17. κυνείας κόπρου βραχὺ, καὶ σαφῶς ἰσχυρότερον ἑαυτοῦ τὸ
18. φάρμακον ἐγίγνετο, καὶ εἴ που διαφορῆσαί τι καὶ ξηράναι,
19. κἀκείνοις τοῖς φαρμάκοις ἐμίγνυεν.
1. κ΄. Περὶ ἀνθρωπείας κόπρου. Τῆς ἀνθρωπείας κόπρου
2. τοιάνδε τινὰ πεῖραν ἔχω. συνεχῶς τις ὑπὸ τῶν κατὰ
3. τὴν φάρυγγα φλεγμονῶν ἠνωχλεῖτο σφοδρῶς, ὡς κινδυνεύειν
4. ἀποπνιγῆναι, καὶ δὴ φλεβοτομεῖσθαι διὰ τὸν κίνδυνον τοῦτον
5. ἠναγκάζετο. τούτῳ τις ἐντυχὼν ἐπηγγείλατο πεῖραν δώσειν
6. φαρμάκου καὶ καλεῖν ἑαυτὸν ἠξίου πρὸ τῆς φλεβοτομίας,
7. ὅταν αὖθίς ποτε φλεγμήνῃ τι τῶν κατὰ τὴν φάρυγγα
8. μορίων αὐτοῦ. καὶ τοίνυν κληθεὶς, εἶτα διαχρίσας φαρμάκῳ
9. ταχέως ἐθεράπευσε τὸν ἄνθρωπον. ὡς δὲ καὶ αὖθις ἤδη
10. ἐνήργησεν, οὐκ ἐπὶ αὐτοῦ μόνου, ἀλλὰ καὶ ἐπ’ ἄλλων τῶν
11. ὁμοίως πασχόντων ἠξίου δοὺς μισθὸν ὁ συνεχῶς κινδυνεύων
12. πνιγῆναι μαθεῖν τὸ φάρμακον. ἦν δ’ ἅμα τε πλούσιος καὶ
13. περὶ χρημάτων δαπάνην ἐλευθέριος. ὡς δὲ περὶ τοῦ μισθοῦ
14. συνέβησαν, ὁ πιπράσκων τὴν γραφὴν ἀντιπαθείᾳ τινὶ τὴν
15. ὠφέλειαν ἔφη τὸ φάρμακον ἔχειν. εἶναι δὲ τὴν ἀντιπάθειαν
16. τὸ μὴ γνῶναι τὸν θεραπευόμενον ἐξ ὧν σύγκειται. ἐκέλευσεν
17. οὖν ἄλλον ἀνθ’ ἑαυτοῦ μαθησόμενον, ὅστις ἂν αὐτῷ
18. πιστότατος εἶναι δοκῇ, καὶ τοῦτο αὐτὸν ὀμόσαι βουλόμενον
ㅤ
1. μηδενὶ δοῦναι τὴν γραφὴν τοῦ φαρμάκου, μέχρις ἂν αὐτὸς
2. ὁ ἀποδιδόμενος ζῇ. κατὰ τοῦτον μὲν δὴ μετὰ τὸν τοῦ δείξαντος
3. θάνατον ὁ μαθὼν οὐ μόνον τὸν ἴδιον ἄνθρωπον,
4. ἀλλὰ καὶ τοὺς ἄλλους ἰᾶται, κᾀμοῦ μηδ’ αἰτήσαντος τοῦ
5. φαρμάκου τὴν γραφὴν οὗτος ἔδωκεν ἑκών· ἦν δὲ κόπρος
6. παιδίου ξηρὰ μετὰ μέλιτος Ἀττικοῦ λελειωμένη. διῃτᾶτο δὲ
7. τὸ παιδίον, οὗ τὴν κόπρον ἔμελλον λήψεσθαι, καθάπερ αὐτὸς
8. ὁ δοὺς τὸ φάρμακον ἔδειξεν, ἐπὶ θέρμων ἐδωδῇ. τούτων
9. δὴ τῶν συνήθως ἐσθιομένων μετ’ ἄρτου καλῶς ὠπτημένου
10. κλιβανίτου συμμέτρων ἁλῶν τε καὶ ζύμης ἔχοντος.
11. ἐδίδου δὲ καὶ οἶνον παλαιὸν πίνειν. ἅπαντα ταῦτα σύμμετρα
12. κατὰ τὸν ὄγκον, ὡς ἀκριβῶς εὐπεπτῆσαι τὸ παιδίον.
13. ἐπὶ μὲν δὴ τῆς πρώτης ἡμέρας τοιαύτῃ διαίτᾳ χρώμενος
14. οὐδέπω κατὰ τὴν ὑστεραίαν ἀνῃρεῖτο τὴν κόπρον· ἐν ἐκείνῃ
15. δ’ αὖ πάλιν ὁμοίως διαιτήσας τὸ κατὰ τὴν τρίτην ἐκκριθὲν
16. ἐλάμβανεν καὶ ξηραίνων ἐχρῆτο παραπλησίως τῇ κυνείᾳ κόπρῳ,
17. καθότι προείρηται. ἔλεγε δὲ τὸν διδάξαντα διὰ τὴν
18. δυσωδίαν τῶν ἄλλων ἐδεσμάτων φεύγοντα τοὺς θέρμους
ㅤ
1. αἱρεῖσθαι, ἑαυτὸν δὲ ἕνεκα πείρας ὀρνιθείου κρέως καὶ περδικείου
2. δι’ ὕδατος ἢ λιτοῦ ζωμοῦ καλῶς ἑψημένου ἐδηδοκέναι
3. πολλάκις, ἐνηργηκέναι δὲ τὸ φάρμακον οὐδὲν ἧττον.
4. ἐγὼ μὲν δή σοι ταῦτα λέγειν ἔχω περὶ κυνείας τε καὶ ἀνθρωπείας
5. κόπρου.
6. ㅤκα΄. Περὶ λυκείας κόπρου. Τὴν δὲ τῶν λύκων
7. ἐπότιζέ τις κωλικοὺς οὐ μόνον ἐν τοῖς παροξυσμοῖς, ἀλλὰ
8. καὶ τοῖς διαλείμμασιν, ὅσοι γε χωρὶς φλεγμονῆς ἔπασχον. εἶδον
9. δέ τινας αὐτῶν οὐκέθ’ ἁλόντας τῷ παθήματι καὶ τοὺς
10. ἁλόντας οὐκέτ’ οὐδέποτ’ αὖθις ἰσχυρῶς παθόντας, ἀλλ’
11. οὐδὲ μετ’ ὀλίγον χρόνον. ἐλάμβανε δὲ κᾀκεῖνος τὴν λευκοτέραν
12. κόπρον τῶν λύκων μᾶλλον, ἥτις ὀστᾶ φαγόντων αὐτῶν
13. ἀποκρίνεται. ἐθαύμασα δ’ ἐπ’ αὐτῷ, ὅτι καὶ περιαπτόμενον
14. πολλάκις ἐναργῶς ὠφέλησεν. ἐλάμβανεν οὖν οὗτος τὴν
15. κόπρον οὐδὲ πεπτωκυῖαν ἐπὶ τὴν γῆν, οὐ χαλεπῶς δὲ γίνεται
16. τοῦτο. φύσιν γὰρ ἔχει ἐκεῖνο τὸ ζῶον, καθάπερ ὁ κύων,
17. ἐπαίρων τὸ ἕτερον τῶν ὀπισθίων σκελῶν ἐνουρεῖν καὶ ἀποπατεῖν
18. πρὸς τι τῶν ἐξεχόντων τῆς γῆς. ἐπ’ ἀκάνθαις τε οὖν
ㅤ
1. πολλάκις εὑρίσκεται θέρους ἐν ὥρᾳ λυκεία κόπρος ἐπί τε
2. θάμνοις τισὶ καὶ κλείθροις καὶ βοτάναις εὐαυξέσιν. εὑρίσκεται
3. δὲ ἐν ταῖς κόπροις αὐτῶν καὶ αὐτῶν τῶν ὀστῶν τι τοῦ
4. καταβεβρωμένου ζώου διαπεφευγότος, ὥσπερ τὴν μάσησιν,
5. οὕτω καὶ τὴν πέψιν, ὃ καὶ αὐτὸ κόπτων καὶ λειῶν ἐδίδου
6. πίνειν τοῖς κωλικοῖς. καὶ εἰ καθαρότητος ἄνθρωπος εἴη
7. καὶ ἁλῶν καὶ πεπέρεως ἤ τινος τῶν τοιούτων, ἐμίγνυεν.
8. ἐδίδου δὲ τοὐπίπαν μὲν δι’ οἴνου λεπτοῦ κατὰ τὴν σύστασιν,
9. ἔστι δ’ ὅτε καὶ δι’ ὕδατος. τὸ δ’ οὖν περιαπτόμενον
10. τῆς κόπρου ταῖς λαγόσι τοῦ πάσχοντος ἐκέλευσεν ἔχειν ἄρτημα,
11. μάλιστα μὲν ἐξ ἐρίου γεγονὸς οὐ τοῦ τυχόντος προβάτου.
12. πολὺ γὰρ εἶναι βέλτιον ὑπὸ τοῦ λύκου διεσπασμένου
13. ἐπὶ τὸ πρὸς τὴν τοιαύτην χρείαν ἐπιτήδειον ἐσόμενον.
14. εἰ δὲ μὴ παρείη τὸ τοιοῦτον ἔριον, ἐκ δέρματος ἐλαφείου
15. τὸν ἱμάντα τὸν περιελιττόμενον ταῖς λαγόσι καὶ αὐτὸ τὸ
16. περιέξον τὴν κόπρον ἐκέλευσεν εἶναι. ἡμεῖς δὲ καὶ εἰς χυτρίδιον
17. τηλικοῦτον, ἡλίκος ἐστὶν ὁ μέγιστος κύαμος, ἐμβάλλοντες
18. τῆς κόπρου περιήψαμεν ἐνίοις ἕνεκα πείρας, ἐθαυμάσαμέν
ㅤ
1. τε φανερῶς ὠφεληθέντας ἰδόντες τοὺς πλείστους αὐτῶν.
2. ἐποιοῦμεν δὲ τῷ χυτριδίῳ δύο τινὰ καθάπερ ὦτα, δι’ ὧν
3. ὅ ἱμὰς διεβάλετο. τοῦτο μὲν δὴ κατὰ τὸ πάρεργον, εἰ μέλλει
4. τις καὶ τοῖς οὕτω περιαπτομένοις πιστεύειν, λέγω δ’
5. οὕτως, ὥστ’ οὐσίαν εἶναι τὴν περιαπτομένην, οὐκ ὀνόματα
6. βάρβαρα, καθάπερ εἰώθασιν ἔνιοι τῶν γοήτων, ἐπείτοι καὶ
7. ἄλλων οὐσιῶν ἐπειράθην ὁμοίως ἐνεργουσῶν ἐπ’ ἄλλων παθῶν.
8. ἀλλ’ οὐ νῦν καιρὸς ὑπὲρ αὐτῶν λέγειν, ἴωμεν οὖν
9. αὖθις ἐπὶ τὸ προκείμενον.
10. κβ΄. Περὶ αἰγείας κόπρου. Ἀνθρωπείας μὲν γὰρ καὶ
11. κυνείας καὶ λυκείας ἐμνημόνευσα κόπρου, τῶν δ’ ἄλλων
12. οὐδέπω, καίτοι πλείους ἔτι τῶν εἰρημένων ὑπολείπονται, τινὲς
13. μὲν καὶ πάνυ συνεχῆ τὴν χρείαν παρέχουσαι, τινὲς δὲ
14. σπανιωτέραν. συνεχέστατα μὲν οὖν χρώμεθα ταῖς τῶν αἰγῶν
15. κόπροις, σπύραθοι δ’ ἰδίως ὀνομάζονται δριμείας καὶ
16. διαφορητικῆς οὖσαι δυνάμεως, ὡς καὶ τοῖς σκιῤῥουμένοις
17. ὄγκοις ἁρμόττειν οὐ σπληνὸς μόνον, ἐφ’ ὧν συνεχέστατα
18. χρῶνται πολλοὶ τῶν ἰατρῶν ταῖς ㅤτοιαύταις κόπροις,
ㅤ
1. ἀλλὰ καὶ ἄλλων μερῶν. ἔγωγ’ οὖν ἐπὶ γόνατος ἔχοντος ὄγκον
2. χρόνιον δύσλυτον ἐχρησάμην αὐτῇ δι’ ὀξυκράτου καταπλάττεσθαι
3. κελεύσας ἄλευρον κρίθινον ἐπιβαλλομένης τῆς κόπρου,
4. καὶ θαυμαστῶς ὁ ἄνθρωπος ὤνητο. τῶν δ’ ἀγροίκων
5. τις ἦν, ἐφ’ ᾧ τοῦτο ㅤἐπράχθη. καὶ οὕτως ἤδη καὶ
6. ἄλλος ἀγροῖκος ἐφ’ ὁμοίων ὄγκων οὐ κατὰ γόνατος μόνον,
7. ἀλλὰ καὶ κατ’ ἄλλων μορίων ὁμοίως χρησάμενος ὠφελήθη.
8. δριμύτερον γάρ ἐστι τὸ φάρμακον ἢ ὥστε γυναῖκας ἀστυκὰς
9. ἢ παιδία θεραπεύειν, ἢ ὅλως τοὺς μαλακοσάρκους. ἀλλὰ περὶ
10. μὲν τῆς κατὰ μέρος χρήσεως ἁπάντων φαρμάκων ἐν τῷ περὶ
11. συνθέσεως αὐτῶν εἰρήσεται. καὶ ἐπὶ τῶν ὑδερικῶν τε καὶ
12. σπληνικῶν τῇ αἰγείᾳ κόπρῳ πολυειδῶς χρώμεθα. καὶ μέντοι
13. καὶ καυθεῖσα λεπτομερεστέρα μὲν, οὐ μὴν δριμυτέρα γε σαφῶς
14. γίνεται. διὸ καὶ πρὸς ἀλωπεκίας ἁρμόττει καὶ πάνθ’
15. ὅσα τῶν ῥυπτόντων δεῖται φαρμάκων, οἷον λέπρας τε καὶ
16. ψώρας καὶ λειχῆνας, ὅσα τ’ ἄλλα τοιαῦτα. μίγνυται δὲ καὶ
17. τοῖς διαφορητικοῖς καταπλάσμασιν, οἷα τὰ τῶν παρωτίδων
ㅤ
1. ἐστὶ καὶ τῶν βουβώνων κεχρονικότων. ἔστι γὰρ ἡ δύναμις
2. αὐτῆς ἀκαύστου καὶ κικαυμένης ῥυπτική τε καὶ διαφορητικὴ,
3. καὶ οὐ βραχύ γε τὸ διαφορητικὸν ἔχει. πρὸς γοῦν τὰ τῶν
4. ἐχιδνῶν δήγματα καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῶν ἄλλων
5. θηρίων ἰατρός τις τῶν ἐν ἀγροῖς τε καὶ κώμαις ἰατρευόντων
6. ἐχρῆτο δι’ ὄξους αὐτῇ καὶ διέσωσε πάνυ πολλούς. ὁ
7. δ’ αὐτὸς οὗτος ἰατρὸς καὶ τοῖς ἰκτερικοῖς ἐδίδου τὰς σπυράθους
8. δι’ οἴνου πίνειν καὶ πρὸς ῥοῦν γυναικεῖον ἐχρῆτο,
9. σὺν λιβανωτῷ προστιθείς. καὶ χρὴ γινώσκειν μὲν ἅπαντα
10. τὰ τοιαῦτα τὸν ἄριστον ἰατρὸν, ἐκλέγεσθαι δὲ τὰ βελτίω,
11. καὶ μάλιστ’ ἐπὶ τῶν ἀστυκῶν τε καὶ ἀξιολόγων ἀνδρῶν, ἐφ’
12. ὧν οὐκ ἄν ποτ’ ἐχρησάμην ἐγὼ τοιούτῳ φαρμάκῳ παμπόλλων
13. ἀμεινόνων εὐπορῶν. ὅμως δ’ οὖν γίγνεταί ποτε καὶ τῶν
14. τοιούτων ἡ χρεία κατὰ τὰς ὁδοιπορίας καὶ τὰ κυνηγέσια καὶ
15. τὴν ἐν ἀγρῷ διατριβὴν, ὅταν τι μὴ παρῇ τῶν βελτιόνων, ἢ
16. καὶ σκληρόσαρκος ὁ ἀγροῖκος ἄνθρωπος ᾖ, παραπλήσιος
17. ὄνῳ. πολλοὶ γὰρ τῶν τοιούτων κατὰ τοὺς ἀγροὺς εἰσὶν
18. ἄξιοι τοῦ πίνειν σπύραθα. ὅπερ δὲ κᾀν τοῖς ἔμπροσθεν ἐπ’
ㅤ
1. οὔρων τε καὶ χολῶν καὶ σιάλων ἐῤῥέθη, τοῦτο καὶ νῦν μέμνησο,
2. τὴν μὲν καθόλου καὶ κοινὴν δύναμιν ἁπάσαις εἶναι
3. τὴν αὐτὴν, ἐξηλλάχθαι δὲ κατὰ τὰς τῶν ζώων κράσεις. τῶν
4. μὲν γὰρ ξηροτέρων τῇ κράσει ζώων καὶ ἡ κόπρος ἐστὶ ξηραντικωτέρα,
5. καθάπερ γε καὶ τῶν θερμοτέρων θερμαντικωτέρα,
6. ψύχει δ’ οὐδεμία, καθάπερ οὐδ’ ὑγραίνει. πολλὰ δ’
7. ἂν εἴη καὶ παρὰ τὴν φύσιν τῶν ἐδηδεσμένων αὐτῶν ἡ διαφορὰ,
8. καὶ διὰ τοῦτ’ ἐπ’ ἀνθρώπων μᾶλλον ἢ τῶν ἄλλων
9. ζώων μείζων ἐστὶν, ὅτι ποικιλωτάτης τῆς τροφῆς χρῆται τὸ
10. ζῶον τοῦτο. τί γὰρ ὅμοιον ἔχει σκόροδά τε καὶ κρόμμυα
11. φαγόντες ἢ κολοκύνθην, εἰ οὕτως ἔτυχεν; αἰγὸς δὲ σπύραθοι
12. βραχὺ μὲν ἄν τι διαφέροιεν ἀλλήλων παρὰ τὰς νομὰς,
13. οὐ μὴν τοσοῦτόν γε ὅσον αἱ τῶν ἀνθρώπων.
14. κγ΄. Περὶ βοείας κόπρου. Ὡσαύτως δὲ καὶ τῶν βοῶν
15. αἱ κόπροι βραχεῖαν ἔχουσι διαφορὰν, οὖσαί γε καὶ αὗται
16. ξηραντικῆς δυνάμεως. ἔχουσι δὲ καὶ τὴν ἑλκτικὴν, ὡς δηλοῦσιν,
17. ὠφελοῦσαι τὰ τῶν μελιττῶν τε καὶ σφηκῶν δήγματα.
ㅤ
1. ταῦτα μὲν οὖν ἐνδέχεται καὶ κατὰ τὴν ἰδιότητα τῆς ὅλης
2. οὐσίας ὠφελεῖσθαι. τοὺς ὑδερικοὺς δέ τις ἐν Μυσίᾳ τῇ ἐν
3. Ἑλλησπόντῳ βολβίτῳ καταχρίων ἐν ἡλίῳ κατέκλινε φαρμάκων
4. ἔμπειρος ἰατρός. ὁ δ’ αὐτὸς οὗτος ἐπετίθει καὶ τοῖς
5. φλεγμαίνουσι μέρεσι τῶν ἀγροίκων ὑγρὰν λαμβάνων ἦρος,
6. ὅτε νέμονται τὴν πόαν οἱ βόες. εὔδηλον δ’ ὅτι τῆς ἄλλης
7. ἥδε πολλῷ μετριωτέρα τὴν δύναμίν ἐστιν. ἄλλην δὲ λέγω
8. τὴν ἐπὶ τῇ τῶν ἀχύρων ἐδωδῇ. μέση γὰρ αὕτη τῆς τε εἰρημένης
9. ἐστὶ καὶ τῆς ἐπὶ τῇ τῶν ὀρόβων προσφορᾷ.
10. ㅤπρόδηλον οὖν ὅτι καθάπερ ἡ ἐκ τῆς βοτανώδους νομῆς ἐπὶ
11. τῶν φλεγμονῶν, οὕτως ἥδε τοῖς ὑδερικοῖς ἐστιν ἐπιτήδειος.
12. εἰδέναι μέντοι χρὴ πάντα τὰ τοιαῦτα φάρμακα σκληροῖς
13. σώμασιν ἀγροίκων ἀνθρώπων ἁρμόττειν, σκαπανέων τε καὶ
14. θεριστῶν καὶ τῶν ἰσχυρὸν οὕτως ἔργον διαπραττομένων,
15. ἐφ’ ᾧ καὶ πρὸς χοιράδας ὁ κατὰ τὴν Μυσίαν ἰατρὸς ἐχρῆτο
16. καὶ τῶν σκιῤῥωδῶν ὄγκων ἁπάντων σὺν ὄξει καταπλάττων.
17. κδ΄. Περὶ προβατείου κόπρου. Ὁ δ’ αὐτὸς οὗτος καὶ τῇ
ㅤ
1. τῶν προβάτων κόπρῳ πρὸς ἀκροχορδόνας ἐχρῆτο καὶ μυρμηκίας
2. καὶ θύμους καὶ δοθιῆνας σκληροὺς τοὺς καλουμένους
3. ἥλους, ὄξει δεύων αὐτήν. ἀλλὰ καὶ τὰ πυρίκαυτα τῶν ἑλκῶν
4. εἰς οὐλὴν ἦγε, μιγνὺς τῆς κόπρου ταύτης κηρωτῇ ῥοδίνῳ. καὶ
5. μέντοι καὶ διὰ τῶν αἰγῶν κεκαυμένους ὁμοίως ἐθεράπευε,
6. μιγνὺς καὶ ταῦτα ὀλίγον τι πάνυ πολλαπλασίῳ τῆς κηρωτῆς
7. ὄγκῳ. καὶ ὅλως ἦν αὐτῷ σπούδασμα διὰ τῶν ἐν τοῖς
8. ἀγροῖς εὐπορίστων ἅπαντα θεραπεύειν, ἐν οἷσι δηλονότι καὶ
9. αἱ βοτάναι καὶ οἱ θάμνοι καὶ τῶν δένδρων εἰσὶν οἱ ἀκρέμονες
10. καὶ τὰ βλαστήματα καὶ τὰ μαλακὰ φύλλα καὶ οἱ καρποὶ
11. καὶ οἱ φλοιοὶ, περὶ ὧν ἐν τοῖς εὐπορίστοις ἐπιπλέον
12. εἰρήσεται.
13. κε΄. Περὶ κόπρου περιστερᾶς. Τῇ γοῦν κόπρῳ τῶν
14. νομάδων περιστερῶν, οὕτως γὰρ αὐτὰς ἔνιοι καλοῦσι διαστέλλοντες
15. ἀπὸ τῶν κατοικιδίων, ὡς θερμαίνοντι φαρμάκῳ
16. καὶ αὐτὸς ἐγὼ πάνυ συνεχῶς εἰς πολλὰ χρῶμαι, μετὰ μὲν
17. καρδάμου σπέρματος κεκομμένην τε καὶ διηθημένην ξηρὰν
18. ἀντὶ νάπυος ἐπὶ τῶν φοινιγμοῦ δεομένων προσφέρων. εὔδηλον
ㅤ
1. δ’ ὅτι τοὺς κεχρονικότας ἅπαντας ἐν τοῖς τοιοῖσδε λέγω
2. πάθεσιν ὁποῖόν ἐστιν ἰσχιὰς, ἡμικρανία, σκοτώματά τε καὶ
3. σκοτόδινοι καὶ κεφαλαῖαι καὶ τὰ κατὰ πλευρὰς ἢ ὠμοπλάτας
4. ἢ τένοντα ἢ ψόας ἀλγήματα χρόνια, καὶ πρὸς τούτοις
5. ἔτι νεφρίτιδές τε καὶ κοιλιακαὶ διαθέσεις καὶ ποδαγρικαὶ
6. ἀρθρίτιδες, ὅταν γε μηδέπω σύστασις ᾖ πώρων ἐν τοῖς ἄρθροις
7. αὐτῶν. αὕτη μὲν οὖν ἡ κόπρος οὐδὲν ἔχει δυσῶδες
8. καὶ μάλιστα ξηρανθεῖσα. διὸ καὶ κατὰ πόλεις αὐτῇ χρώμεθα
9. πολυειδῶς, ἀναμιγνύντες ἄλλοτε ἄλλῳ φαρμάκῳ.
10. κστ΄. Περὶ ἀλεκτορίδος κόπρου. Τῇ δὲ τῶν ἀλεκτορίδων
11. ἑωρακὼς τὸν ἐν τῇ Μυσίᾳ χρώμενον ἐπὶ τῶν ὑπὸ
12. τῆς μυκήτων ἐδωδῆς πνιγομένων ἐχρησάμην καὶ αὐτὸς ἐπί
13. τινων ἐν τῇ πόλει προσενηνεγμένων αὐτὴν, ἐπὶ πάντων λειουμένην
14. κυάθοις τρισὶν ἢ τέτρασιν ὀξυκράτου τε καὶ ὀξυμέλιτος,
15. καὶ προφανῶς ὠφέλησεν διὰ ταχέων. ἤμεσαν γὰρ ὀλίγον
16. ὕστερον οἱ πνιγόμενοι φλεγματώδη παχύτατον χυμὸν, ἐφ’
17. ᾧ τελέως ἐπαύσαντο τοῦ συμπτώματος. ἔστι δὲ τῆς τῶν
18. περιστερῶν ἧττον ἡ κόπρος αὕτη θερμή. ὁ δ’ ἐπὶ τῆς Μυσίας
ㅤ
1. ἰατρὸς καὶ τοῖς χρονίοις κωλικοῖς ἐδίδου πίνειν τῆς
2. τῶν ἀλεκτορίδωνㅤ κόπρου δι’ οἰνομέλιτος· εἰ δὲ μὴ
3. παρείη τοῦτο, δι’ ὄξους ἢ οἴνου κεκραμένου ὕδατι. μεμνῆσθαι
4. δέ σε χρὴ τοῦ κοινοῦ περὶ πάντων ζώων λόγου, κατά
5. τε τὰ περιεχόμενα κατὰ τὰ σώματα αὐτῶν, ὑγρά τε καὶ
6. στερεὰ, καὶ κατὰ τὰ μόρια παμπόλλην εἶναι τὴν διαφορὰν
7. τῶν ὀρείων καλουμένων, παρά τε τὰ κατὰ πεδία καὶ ἕλη
8. καὶ λίμνας καὶ κατὰ τὴν ㅤοἰκίαν. ἀεὶ γὰρ τὰ γυμναζόμενα
9. τῶν ἀγυμνάστων ἐστὶ ξηρότερα καὶ τὰ τροφαῖς χρώμενα
10. ξηροτέραις τε καὶ θερμοτέραις τῶν ὑγροτέραις τε καὶ
11. ψυχροτέραις χρωμένων. ἐπὶ γοῦν τῶν περιστερῶν διὰ τὸ
12. συνεχῶς χρῆσθαι τῇ κόπρῳ πάμπολυ λειπομένην εὗρον ἀεὶ
13. τῶν ἐπὶ ταῖς οἰκίαις τρεφομένων τῆς τῶν ὀρείων νομάδων.
14. εὗρον δὲ καὶ τὴν τῶν ἀλεκτορίδων ἀσθενεστέραν πολὺ τῶν
15. ἐγκεκλεισμένων τε καὶ πιτύροις τρεφομένων, ἰσχυρότερον δ’
16. οὐκ ὀλίγῳ τῶν ἐν τοῖς ἀγροῖς κατὰ τὰς αὐλάς τε καὶ τούτων
17. ἔξωθεν νεμομένων.
1. κζ΄. Περὶ κόπρου χηνῶν τε καὶ πελαργῶν. Ἡ δὲ τῶν
2. χηνῶν κόπρος ἄχρηστός ἐστι διὰ πολλὴν δριμύτητα. λογίζομαι
3. δὲ καὶ τὴν ἱεράκων τε καὶ ἀετῶν. ἀλλὰ καὶ τὸ δυσπόριστον
4. ἁπάσης τῆς τοιαύτης ὕλης φευκτέον. ἐξ οὗ καὶ
5. μᾶλλον ὁρμώμενοί τινες ἰσχυρὰς δυνάμεις μαρτυροῦσι ταῖς
6. τοιαύταις ὕλαις, ὡς οὐ ῥᾳδίως ἐλεγχθησόμενοι, καθάπερ οἱ
7. τὴν τῶν πελαργῶν κόπρον ἐπιλήπτους ἰᾶσθαι γράψαντες.
8. ἀλλ’ αὕτη μέντοι πολλῶν ὄντων ἄλλων ὧν γράφουσιν εὐποριστωτέρα
9. κατὰ πολὺ τυγχάνουσα περίεργον ὅμως τ’ ἐστὶ
10. πρὸς τῷ μηδ’ ἀληθὲς εἶναι τὸ γεγραμμένον ὑπ’ αὐτῆς. πεισθεὶς
11. γοῦν τις ὑπὸ τῶν γραφόντων τὰ τοιαῦτα καὶ πιὼν
12. τῆς κόπρου ταύτης οὐδὲν ὤνηται. δηλοῦσι γοῦν καὶ πρὸ
13. τῆς πείρας οἱ γράφοντες αὐτὰ τὸ μοχθηρὸν ὧν ἐπαγγέλλονται.
14. κατὰ πολλοὺς γὰρ τρόπους δυσπνοούντων ἀνθρώπων
15. οὔθ’ ὅ τι πᾶσιν ἁρμόττει προστιθέασι κατὰ τὸν λόγον οὔθ’
16. ὅ τι τοῖσδέ τισιν ἢ τῷδε. τινές γε μὴν τῶν γραψάντων
17. οὐ δυσπνοίας ἁπλῶς, ἀλλ’ ὀρθοπνοίας λέγουσιν ἰάματα εἶναι
18. τὰ τοιαῦτα, κόπρον πελαργοῦ καὶ γλαυκὸς αἷμα καὶ οὖρον
ㅤ
1. ἀνθρώπου καὶ ἄλλα τούτων ἀτοπώτερα μὴ γινώσκοντες,
2. ὅτι φλεγματώδης καὶ γλίσχρος χυμὸς ἐμφράττων τὰ βρογχία
3. τοῦ πνεύμονος αἴτιος γίνεται τοῦ πάθους τούτου καὶ ὡς
4. ἴασις ἐν τῷ κενῶσαι τοῦτό ἐστιν, καὶ ὡς ἡ κένωσις αὐτοῦ
5. καὶ μετὰ βηχὸς ἀναπτυομένου γίγνεται, καὶ ὡς οὐκ ἐνδέχεται
6. τοῦτο γίνεσθαι μὴ πολλάκις ποθέντος δριμυτέρου φαρμάκου.
7. οἱ δέ γε οὕτως εἰσὶ ληρώδεις ἢ γόητες ἢ οὐκ οἶδ’
8. ὅ τι φῶ, ὡς τῶν ἀτόπων ἕκαστον τούτων πομάτων ποθὲν
9. ἀπαλλάττειν τῆς δυσπνοίας φασὶ τοὺς κάμνοντας, ὅπερ οὐδ’
10. εἰ μήλην τις καθεὶς εἰς τὸν πνεύμονα δι’ ἐκείνης ἀφαιρεῖν
11. ἐδύνατο τὸν ἐμπεπλασμένον χυμὸν, ἐκ μιᾶς ἂν ἐπιβολῆς
12. ἐπράχθη. κάλλιον οὖν ἦν αὐτοῖς, οὐκ εἰ ποθείη τόδε τι τὸ
13. αἷμα ἢ τὸ οὖρον τὴν δύσπνοιαν ἰᾶσθαι λέγειν, ἀλλ’ εἰ πίνοιτο.
14. κάλλιον δὲ ὅτι μὴ πάντῃ τε καὶ πάντως ἰάσεται,
15. μηδ’ εἰ πίνοιτο συνεχῶς, ἀλλ’ ὅτι πολλοὺς μὲν ἰάσατο, πολλοὺς
16. δὲ ὠφέλησεν μὲν, οὐ τελέως δ’ ἀπήλλαξε τοῦ νοσήματος.
17. ἀλλὰ τούτους μὲν ἤδη καταλίπωμεν, ἐπὶ δὲ τὸ συνεχὲς
18. ἴωμεν τοῦ λόγου. πάσης γάρ τοι κόπρου τὸ δριμὺ καὶ
ㅤ
1. διαφορητικὸν ἐχούσης παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἑτέραν
2. ἑτέρας τὴν τοιαύτην ἔχειν δύναμιν, αἳ κατὰ μέρος ἐν αὐταῖς
3. γίνονται διαφοραὶ, καὶ διὰ τοῦτο τινὰς μὲν τόδε τι τὸ πάθημα,
4. τινὰς δὲ τόδε τι θεραπεύειν μᾶλλον.
5. κη΄. Περὶ μυῶν κόπρου. Οὕτω γοῦν καὶ τὰ τῶν
6. μυῶν ἀποπατήματα γεγράφασιν ἀλωπεκίας θεραπεύειν, καὶ
7. ἦν τις ἰατρὸς ὃς ㅤἐχρῆτο τῷ συνθέτῳ φαρμάκῳ διὰ
8. μυῶν κόπρου κατεσκευασμένῳ πρὸς τὸ πάθημα τοῦτο. καί
9. τις ἄλλος βαλάνιον προσθεῖναι παιδίῳ δεομένῳ τῶν οἰκείων
10. ἐκέλευσεν παρασκευασθῆναι μυῶν κόπρῳ, ἐφ’ ὧν πάντες οἱ
11. ἀκούσαντες ἐγέλασαν, εἰ τοσούτων ὄντων, ἃ προστιθέμενα
12. τῇ ἕδρᾳ πρὸς ἔκκρισιν ἐπεγείρει τὸ ἔντερον, ἅπανθ’ ὑπερβὰς
13. ἐκεῖνος ἐπὶ τὴν τῶν μυῶν ἧκε κόπρον. ἔστι γὰρ ὄντως
14. αἰδεθῆναι τὰ τοιαῦτα καὶ εἰς πεῖραν ἄγειν ἁπάντων καταγινωσκόντων
15. ὡς περιέργου τε καὶ γόητος ὃς ἂν ταῦτα
16. πράττῃ τε καὶ λέγῃ. περὶ μὲν οὖν τῆς τῶν μυῶν κόπρου
17. καὶ ταῦθ’ ἱκανά.
18. κθ΄. Περὶ κόπρου τῶν χερσαίων κροκοδείλων καὶ
ㅤ
1. ψάρων. Τὴν δὲ τῶν χερσαίων κροκοδείλων τούτων τῶν
2. μικρῶν τε καὶ χαμαιρεπῶν κόπρον ἔντιμον αἱ τρυφῶσαι
3. πεποιήκασι γυναῖκες, αἷς οὐκ ἀρκέσει τοῖς ἄλλοις φαρμάκοις
4. τοσούτοις οὖσιν λαμπρόν τε καὶ τετανὸν ἐργάσασθαι τὸ
5. περὶ τὸ πρόσωπον δέρμα, προστιθέασι δ’ αὐτοῖς καὶ τὴν
6. τῶν κροκοδείλων κόπρον. ὁμοία δ’ αὐτῇ γίνεται καὶ ἡ τῶν
7. ψάρων, ὅταν ὄρυζαν μόνην ἐσθίωσιν. εὔδηλον οὖν ὅτι ῥυπτικήν
8. τε καὶ ξηραντικὴν δύναμιν ἔχουσιν αἱ τοιαῦται κόπροι
9. μετρίαν ἑκατέραν καὶ πολὺ μετριώτεραί τε καὶ ἀμυδρότεραι
10. αἱ τῶν ψάρων. ἡ δέ γε τῶν κροκοδείλων κόπρος
11. ὥσπερ τῶν προσώπων τὴν ἔφηλιν ἀφαιρεῖν πέφυκεν, οὕτω
12. καὶ ἑλεῖν ἀλφοὺς καὶ λειχῆνας.
13. λ΄. Περὶ ῥύπου τῶν ἀνθρώπων. Ῥύπος γεννᾶται μὲν
14. οὐ μόνον ἐπὶ παντὸς τοῦ κατὰ τὸ σῶμα δέρματος, ἀλλὰ
15. κᾀν τοῖς ὠσὶ, διὰ δὲ βραχύτητα δυσπόριστός ἐστι καὶ κατὰ
16. τοῦτο περὶ αὐτοῦ γεγράφασιν οὐδὲν, ὅτι μὴ παρωνυχίαις
17. ἁρμόττειν τὸν ἐκ τοῦ ὠτὸς ῥύπον, ὅνπερ δὴ καὶ μόνον οἷόν
18. τε λαβεῖν ἐστι καθ’ ἑαυτόν. ὁ γὰρ ἐπιτρεφόμενος ἅπαντι τῷ
19. δέρματι κατά τε τὰ βαλανεῖα καὶ τὰς παλαίστρας ἀποῤῥύπτεται,
ㅤ
1. συντελῶν τι καὶ αὐτὸς τῷ καλουμένῳ πάτῳ, περὶ
2. οὗ προείρηται. δηλοῖ δ’ αὐτοῦ καὶ ἡ γένεσις τὴν φύσιν. εἰ
3. γὰρ τοῦ κατὰ τὴν ἄδηλον διαπνοὴν ἐκκενουμένου τὸ παχυμερὲς
4. καὶ γεῶδες ὑπόλειμμα ῥύπος γίγνεται, ξηραντικῆς
5. ἐστι δυνάμεως, ἔχον τι καὶ θερμότητος. ὅ γε μὴν ἐπιτρεφόμενος
6. τοῖς τῶν προβάτων ἐρίοις ῥύπος, ἐξ οὗ τὸν καλούμενον
7. οἴσυπον ποιοῦσιν, πεπτικῆς ἐστι δυνάμεως παραπλησίως
8. τῷ βουτύρῳ; βραχύ τι δὲ καὶ διαφορητικὸν ἔχει.