14. ㅤα΄. Περὶ σαρκὸς ἐχίδνης. Οὐχ ἅπασαι
15. τῶν ζώων αἱ σάρκες ἄνθρωπον τρέφουσιν, ἀλλ’ ἐνίων εἰσὶ
16. καὶ θανάσιμοι τῶν φαρμακωδῶν οὐδὲν ἧττον, ἃ καλοῦσι
17. δηλητήρια, καὶ τῶν τρεφουσῶν δὲ ἡμᾶς σαρκῶν ἔνιαι μὲν
18. αὐτὸ τοῦτο μόνον εἰσὶ τροφαὶ, τινὲς δὲ πρὸς τῷ τρέφειν
ㅤ
1. ἔχουσι καὶ τὴν ὡς φαρμάκου δύναμιν, ἐπειδὴ κατὰ τὸ ξηραίνειν
2. ἢ ὑγραίνειν καὶ θερμαίνειν ἢ ψύχειν, ἀλλοιοῦσι τὸ
3. σῶμα. τὰς γοῦν τῶν ἐχιδνῶν θερμαινούσας τε καὶ ξηραινούσας
4. ἐναργῶς ἔστιν ἰδεῖν ἀρτυομένας, ὥσπερ αἱ ἐγχέλεις ἐλαίῳ
5. καὶ ἁλσὶ καὶ ἀνήθῳ καὶ πράσῳ καὶ ὕδατι δηλονότι μετὰ
6. τοῦ συμμέτρου. ὅτι δὲ καθαίρουσιν διὰ τοῦ δέρματος ἅπαν
7. τὸ σῶμα γνῶναί σοι πάρεστι κᾀξ ὧν ἐπειράθην ἐγὼ ἔτι
8. νέος γενόμενος ἐπὶ τῆς ἡμετέρας Ἀσίας, ὧν ἕκαστον ἐφεξῆς
9. ἤδη δίειμι. ἄνθρωπος νοσῶν τὸ καλούμενον πάθος ἐλέφαντα
10. μέχρι μέν τινος ὁμοδίαιτος ἦν τοῖς συνήθεσιν, ἐπεὶ
11. δ’ ἐκ τῆς πρὸς αὐτὸν κοινωνίας τε καὶ ὁμιλίας ἐκοινώνησαν
12. μὲν ἔνιοι τοῦ πάθους, αὐτὸς δὲ δυσώδης ἦν ἤδη καὶ εἰδεχθὴς,
13. καλύβην αὐτῷ πηξάμενοι πλησίον τῆς κώμης ἐπὶ
14. χθαμαλοῦ τοῦ λόφου παρά τινι πηγῇ ἱδρύουσιν ἐν αὐτῇ
15. τὸν ἄνθρωπον φέροντες τροφὰς αὐτῷ ἐφ’ ἡμέρας τοσαύτας
16. ὅσον ἀποζῆν ἱκανῶς. περὶ δὲ κυνὸς ἐπιτολὴν θερισταῖς πλησίον
17. αὐτοῦ θερίζουσιν ἐκομίσθη τις οἶνος ἐν κεραμίῳ μάλ’
ㅤ
1. εὐώδης. ὁ μὲν κομίσας ἐγγὺς τῶν θεριζόντων καταθεὶς ἐχωρίσθη·
2. τοῖς δ’ ὡς ἧκεν ὁ καιρὸς τοῦ πίνειν, ἔθος μὲν ἦν
3. αὐτοῖς ἐκχέουσι κρατῆρα μεθ’ ὕδατος συμμέτρου κεραννύναι
4. τὸν οἶνον, ὡς δὲ ἀνελομένου νεανίσκου τὸ κεράμιον, ἐξαιροῦντά
5. τε τὸν οἶνον εἰς τὸν κρατῆρα, συνεξέπεσεν ἔχιδνα
6. νεκρά. δείσαντες οὖν οἱ θερισταὶ μή τι πάθοιεν ἐκ τοῦ πόματος,
7. αὐτοὶ μὲν ὕδατος ἔπιον, ὡς δ’ ἀπηλλάττοντο, χαρίζονται
8. δῆθεν ὑπὸ φιλανθρωπίας τῷ τὸν ἐλέφαντα νοσοῦντι
9. τὸν ὅλον οἶνον, ἄμεινον αὐτῷ κρίναντες εἶναι τεθνάναι
10. μᾶλλον ἢ ζῇν τοιούτῳ. ὁ δ’ ἐκ τούτου πίνων ὑγιὴς ἐγένετο
11. θαυμαστόν τινα τρόπον. ὅλον γὰρ αὐτοῦ τὸ τοῦ δέρματος
12. ὀχθῶδες ἀπέπεσεν ὡς τῶν μαλακοστράκων ζώων τὸ σκέπασμα.
13. ὅσον δ’ ὑπόλοιπον ἦν ἔτι μαλακὸν ἱκανῶς ἐφαίνετο
14. καθάπερ τὸ τῶν καράβων τε καὶ καρκίνων, ὅταν ἀποπέσῃ
15. τὸ πέριξ ὄστρακον. ἕτερον τοιοῦτον ἐξ ὁμοίας περιπτώσεως
16. ἐγένετο κατὰ τὴν ἐν Ἀσίᾳ Μυσίαν, οὐ πόῤῥω τῆς ἡμετέρας
17. πόλεως. ἄνθρωπος ἐλέφαντι κάμνων ἐπὶ χρῆσιν ὥρμησεν
18. ὑδάτων θερμῶν αὐτοφυῶν ὠφελείας ἐλπίδι. παλλακὶς δ’
ㅤ
1. ἦν αὐτῷ δούλη νέα τε καὶ καλὴ πολλοὺς ἐραστὰς ἔχουσα,
2. ταύτῃ καὶ ἄλλα μέν τινα τῶν κατὰ τὴν οἰκίαν, ἀτὰρ οὖν
3. καὶ τὰ κατὰ τὸ ταμεῖον ἐπίστευεν ὁ κάμνων. ὡς δὲ καταχθέντων
4. αὐτῶν, ἡνίκ’ ἐχρῆτο τοῖς ὕδασιν, ἐν οἰκίᾳ παρακείμενον
5. ἐχούσῃ χωρίον αὐχμηρὸν ἐχιδνῶν μεστὸν, ἐμπεσοῦσά
6. τις αὐτῶν εἰς οἴνου κεράμιον ἀμελῶς κείμενον ἐναπέθανεν,
7. ἕρμαιον ἡγησαμένη τὸ κατὰ τύχην ἐκβὰν ἡ παλλακὴ τῷ
8. δεσπότῃ τὸν ποτὸν ἐκ τούτου προσέφερεν. ὁ δὲ πίνων αὐτὸ
9. τῷ κατὰ τὴν καλύβην ὡσαύτως ὑγιάσθη. δύο μὲν ἤδη σοι
10. ταῦτα διδάγματα τῆς κατὰ τὴν περίπτωσιν πείρας, ἕτερον
11. δ’ ἐπ’ αὐτοῖς τρίτον ἐξ ἡμετέρας μιμήσεως. ἐπειδὴ γάρ τις
12. νοσῶν τοῦτο τὸ νόσημα φιλοσοφώτερος ἢ κατὰ τοὺς πολλοὺς
13. ἐδυσχέραινέ τε δεινῶς καὶ τεθνάναι βέλτιον ἢ ζῇν
14. ἔφασκεν εἶναι, διακειμένῳ οὕτως ἀθλίως ἐδήλωσα τὰς προειρημένας
15. δύο ㅤπεριπτώσεις αὐτῶν. ὁ δ’ , αὐτός τε γὰρ
16. ἦν ἔμπειρος οἰωνῶν ἐχρήσατό τε φίλῳ θαυμαστῶς κατορθοῦντι
17. τὸ μάθημα, καθίσας ἐπ’ ὄρνισιν ἅμ’ ἐκείνῳ προὐτράπη
ㅤ
1. τε μιμήσασθαι τὰ διὰ τῆς πείρας ἐγνωσμένα καὶ πίνων
2. οἶνον οὕτω φαρμαχθέντα λεπρώδης ἐγένετο. χρόνῳ δ’
3. ὕστερον ἰασάμεθα καὶ τὴν λέπραν αὐτοῦ τοῖς συνήθεσι
4. φαρμάκοις. τέταρτος ἐπὶ τούτῳ τέχνην πεποιημένος ἐχίδνας
5. ζώσας συλλαμβάνειν ἐν ἀρχῇ μὲν ἦν τοῦ πάθους ἐκείνου,
6. προὔκειτο δ’ ἡμῖν ὅπως ἰαθῇ τάχιστα. φλέβα τε οὖν αὐτοῦ
7. τεμόντες καὶ καθήραντες φαρμάκῳ μέλαιναν κενοῦντι, χρήσασθαι
8. ταῖς ἀγρευομέναις ἐχίδναις συνεβουλεύσαμεν, ἐν λοπάδι
9. σκευάζοντι, καθάπερ τὰς ἐγχέλεις. οὗτος μὲν οὖν οὕτως
10. ἐθεραπεύθη, διαπνεύσαντος αὐτῷ τοῦ πάθους. ἄλλος
11. δέ τις ἀνὴρ πλούσιος οὐχ ἡμεδαπὸς οὗτός γε, ἀλλ’ ἐκ μέσης
12. Θρᾴκης ἧκεν, ὀνείρατος προτρέψαντος αὐτὸν εἰς τὸ Πέργαμον,
13. εἶτα τοῦ θεοῦ προστάξαντος ὄναρ αὐτῷ πίνειν τε
14. τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου καθ’ ἑκάστην ἡμέραν καὶ
15. χρίειν ἔξωθεν τὸ σῶμα, μετέπεσεν τὸ πάθος οὐ μετὰ πολλὰς
16. ἡμέρας εἰς λέπραν, ἐθεραπεύθη τε πάλιν οἷς ὁ θεὸς
17. ἐκέλευεν φαρμάκοις καὶ τοῦτο τὸ νόσημα. ἡ μὲν δὴ τῶν
18. ἐχιδνῶν σὰρξ εἰς τοσοῦτον ἥκει τῆς ξηραντικῆς δυνάμεως·
ㅤ
1. ἐπεὶ δ’ ἔνιοι τῶν φαγόντων αὐτὴν ἑάλωσαν δίψει σφοδροτάτῳ
2. καὶ διὰ τοῦτο προσαγορεύουσι τὰς ἐχίδνας διψάδας.
3. εἰσὶ δ’ οἳ καὶ τοὺς δηχθέντας ὑπ’ αὐτῶν φασιν οὐκ ἐμπίπλασθαι
4. πίνοντας, ἀλλὰ διαῤῥήγνυσθαι πρότερον ἢ παύσασθαι
5. διψῶντας. διὰ τοῦτο τῶν ἐν Ῥώμῃ τὰς ἐχίδνας θηρευόντων,
6. οὓς ὀνομάζουσι Μαρσοὺς, ἐπυθόμην εἴ τι σημεῖον
7. ἔχοιέν με διδάξαι διακριτικὸν ἑκατέρου τοῦ γένους τῶν ἐχιδνῶν·
8. οἱ δ’ οὐδὲν ὅλως ἔφασαν εἶναι γένος ἐχιδνῶν διψάδων,
9. ἀλλὰ τὰς παρὰ θαλάττῃ καὶ τόποις ἁλμυρίδα πολλὴν
10. ἔχουσι διαιτωμένας ἁλμυρὰν ἴσχειν τὴν σάρκα, διὸ καὶ κατὰ
11. Λιβύην πολλὰς γίγνεσθαι τοιαύτας, ἐν Ἰταλίᾳ δ’ οὐκ εἶναι
12. διὰ τὴν ὑγρότητα τῆς χώρας. ταῦτα μὲν οὖν ἤκουσα τῶν
13. Μαρσῶν λεγόντων, οὐ μὴν ἔχω βεβαίως εἰπεῖν εἴτ’ ἀληθεύσουσι
14. τὸ σύμπαν εἴτε καὶ ψεύδονται κατά τι. τὸ μὲν γὰρ
15. ἐν οἷς εἰρήκασι χωρίοις γίνεσθαί τινας ἐχίδνας ㅤἁλυκὴν
16. ἐχούσας τὴν σάρκα πιθανώτατον εἶναί μοι δοκεῖ. συμμεταβαλλούσας
17. γὰρ οἶδα ταῖς τροφαῖς τὰς τῶν ζώων σάρκας,
18. οὐ μὴν ὡς οὐδέν ἐστι γένος ἐχιδνῶν διψάδων ἀποφήνασθαι
ㅤ
1. δύναμαι. τὸ δ’ οὖν ἀσφαλέστατόν ἐστι φυλάττεσθαι
2. τὰς ἐν τοῖς τοιούτοις χωρίοις ἐχίδνας θηρεύειν εἰς ἐδωδὴν ἢ
3. φαρμάκου κατασκευὴν, ὁποῖόν ἐστι καὶ τουτὶ τὸ ἔνδοξον, ὃ
4. καλοῦσιν ἅπαντες σχεδὸν ἰατροὶ θηριακήν. ἐπεὶ δ’ ἔθος ἡμῖν
5. ἐστιν, ὅταν τοὺς καλουμένους ἀρτίσκους θηριακοὺς σκευάζωμεν,
6. ἀφαιρεῖν οὐ μόνον τὴν κεφαλὴν αὐτῶν, ἀλλὰ καὶ
7. τὴν οὐρὰν, ἐνενόησα πολλάκις εὐλόγως ἴσως μὲν τὴν κεφαλὴν
8. ὅλην, διὰ τὸν ἐν τῷ στόματι περιεχόμενον ἰὸν, ἀλόγως
9. δὲ τὴν οὐρὰν ἀφαιρεῖσθαι. οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὅτι
10. διὰ τὰ περιττώματα τῆς τροφῆς τά θ’ ὑγρὰ καὶ τὰ ξηρὰ
11. πρακτέον οὕτως ἐστίν. ἀποκτείναντες γὰρ αὐτὰς, εἶτ’ ἐκδείραντές
12. τε καὶ ἀναπτύξαντες, ἐξαιροῦμέν τε καὶ ἀποῤῥίπτομεν
13. ἅπαντα τὰ ἔνδον, ὡς μόνην καταλείπεσθαι τὴν τῶν
14. σαρκῶν οὐσίαν ἅμα ταῖς διαπεφυκυίαις αὐτῶν ἀρτηρίαις τε
15. καὶ φλεψὶν, ἐλάχιστον ἐχούσαις ὄγκον ὡς πρὸς τὴν ὅλην
16. σάρκα, καὶ μηδὲ φαινόμενον, ἐὰν μὴ πάνυ τις ἐπιμελῶς κατασκέψηται.
17. τοὺς μὲν οὖν ἀρτίσκους, οὓς δὴ καὶ θηριακοὺς
18. ὀνομάζουσι, σκευάζομεν οὕτως. κεκαθαρμένας αὐτὰς λαβόντες,
19. εἶθ’ ἕψοντες ἐν ὕδατι, μέχρις ἂν ἀκριβῶς ἡμῖν εἶναι δόξωσιν
ㅤ
1. ἑφθαί. ㅤσυνεμβάλλομεν δ’ εὐθέως ἐξ ἀρχῆς ἀνήθου
2. τῷ ὕδατι καὶ μετὰ τὴν ἕψησιν ἀπὸ τῶν σαρκῶν διακρίνομεν
3. τὰς ἀκάνθας, εἶτα μίγνυμεν ἄρτῳ λελειωμένῳ τὴν
4. σάρκα. τὸν δ’ ἄρτον τοῦτον οὐ τὸν ἐπιτυχόντα λαμβάνομεν,
5. ἀλλ’ ὡς ἔνι μάλιστα καθαρώτατόν τε καὶ καλῶς ὠπτημένον
6. ἐν κλιβάνῳ, συμμέτρων ἁλῶν ἔχοντα καὶ ζύμης. προαναξηραίνομεν
7. δὲ αὐτὸν ἐν οἴκῳ ξηρῷ καὶ ἀνίκμῳ, μέχρις
8. ἂν οὕτω γένηται ξηρὸς ὡς ἐν ὅλμῳ κοπῆναι δύνασθαι.
9. οὐ μὴν κόπτοντές γε μίγνυμεν, ἀλλὰ διαβρέχοντες τῷ ὕδατι,
10. καθὸ τὰς ἐχίδνας ἑψήσαμεν. αὐτὴν δὲ τὴν σάρκα πρὶν μιγνύναι
11. τῷ ἄρτῳ, τρίβομεν ἐν θυίᾳ τῶν μαγείρων, ἄχρις ἂν
12. ἀκριβῶς γένηται λεία. καὶ μετὰ ταῦτα μικροὺς ἀρτίσκους
13. λεπτοὺς πλάσαντες, εἶτα ξηράναντες ἐν οἴκῳ θερμῷ καὶ ξηρῷ
14. φυλάττομεν ἀποτιθέμενοι πάλιν ἐν οἴκῳ τοιούτῳ. τούτους
15. μὲν οὖν εἰσβάλλοντος τοῦ θέρους σκευάζομεν, ἡνίκα
16. μάλιστα βελτίστη τῶν ἐχιδνῶν ἐστιν ἡ σάρξ. χρώμεθα δ’
17. ὕστερον κόπτοντές τε καὶ διάττοντες, εἶτ’ αὖθις λειοῦντες
18. ἀναμιγνύντες τε τοῖς ἐσκευασμένοις εἰς ἡδονὴν ἁλσὶν, ἐμβάλλομεν
ㅤ
1. δ’ αὐτῶν καὶ τῇ θηριακῇ. γίγνονται δὲ καὶ οἱ διὰ
2. τῶν ὀπτηθεισῶν ἐχιδνῶν ἅλες ὑπὸ τὸν αὐτὸν καιρὸν εἶς
3. χύτραν καινὴν ἐμβαλλόντων ἡμῶν τὰς ἐχίδνας ζώσας, ἅμα
4. τοῖς ὑπεστορεσμένοις τε καὶ περικειμένοις αὐταῖς φαρμάκοις,
5. ἃ λέγειν ἅπαντα νῦν οὐκ ἔστι τῆς ἐνεστώσης πραγματείας.
6. ἴσως γάρ τις ἡμῖν εὐλόγως ἐγκαλέσει καὶ περὶ τῶν ἀρτίσκων
7. τῆς κατασκευῆς ὡς οὐκ ἐν καιρῷ διελθοῦσιν. ἀλλὰ
8. ταῦτα μὲν ἐπειδὴ φθάνει λελέχθαι, φυλαττέσθω, κᾂν δοκῇ
9. μὴ πάνυ τι τῆς προκειμένης εἶναι πραγματείας ἴδια. τὰ δ’
10. ἑξῆς κατὰ τὸ προσῆκον μέτρον λεγέσθω. προσῆκον δ’ ἐστὶ
11. περὶ τῆς καθόλου δυνάμεως ἀναμνῆσαι τὴν σάρκα τῶν ἐχιδνῶν,
12. εἰπόντα εἶναι ξηραντικήν τε καὶ διαφορητικὴν ἰσχυρῶς,
13. ἄμα τῷ θερμαίνειν μετρίως. ἐπείγεται δ’, ὡς ἔοικεν, ἡ
14. δύναμις αὐτῆς ἐπὶ τὸ δέρμα, διὰ τούτου κινοῦσα τὰ κατὰ
15. τὸ σῶμα περιττώματα. φθειρῶν τε οὖν πλῆθος οὐκ ὀλίγον
16. γεννᾶται τοῖς ἔχουσι κακοχυμίαν ἐν τοῖς σώμασι δαψιλῆ καὶ
17. τοῦ δέρματος ἀφίσταταί τε καὶ ἀποπίπτει καθάπερ τι λέπος
18. ἡ ἐπιδερμὶς ὀνομαζομένη, καθ’ ἣν ἴσχονται μᾶλλον τῶν
ㅤ
1. εἰς τὸ δέρμα φερομένων χυμῶν οἱ παχεῖς καὶ γεώδεις, ὑφ’
2. ὧν αἵ τε ψῶραι καὶ αἱ λέπραι καὶ οἱ ἐλέφαντες γίνονται.
3. ταῦτα μὲν οὖν εἶχόν σοι λέγειν περὶ τῶν τῆς ἐχίδνης σαρκῶν,
4. ἐφεξῆς δὲ πάλιν ἀναλήψομαι τὸν λόγον. αἱ μὲν τῶν
5. θερμοτέρων φύσει ζώων σάρκες οὐ μόνον τρέφουσιν ἡμᾶς,
6. ἀλλὰ καὶ θερμαίνουσιν, αἱ δὲ τῶν ψυχροτέρων ψύχουσιν.
7. οὕτως δὲ καὶ αἱ μὲν τῶν ξηροτέρων ξηραίνουσιν, αἱ δὲ τῶν
8. ὑγροτέρων ὑγραίνουσιν. μεμνημένος οὖν ὧν ἔμαθες ἐν τοῖς
9. περὶ κράσεων, ὅταν γνωρίσῃς τι τῶν ζώων εἶναι τῇ κράσει
10. ξηρότερον, ὥσπερ εἰ τύχοι τὸν ἄγριον ὗν τοῦ ἡμέρου, γίνωσκε
11. τούτου καὶ τὴν σάρκα ξηραντικωτέραν εἶναι καὶ κατὰ
12. τὰς ἄλλας διαφορὰς τῶν κράσεων ὡσαύτως, οἷον ὅτι συὸς
13. μὲν πρόβατον ξηρότερον, τούτου δ’ αἴξ, τούτου δὲ βοῦς, καὶ
14. τούτου λέων. οὕτω δὲ καὶ κατὰ θερμότητα λέων μὲν κυνὸς
15. θερμότερος, κύων δὲ ταύρου, ταῦρος δὲ τοῦ τοὺς ὄρχεις
16. ἐκτετμημένου βοός. ἀνάλογον οὖν τῇ κατὰ τὴν κρᾶσιν
17. ὑπεροχῇ τῶν ἄλλων ζώων καὶ αἱ σάρκες αὐτῶν διοίσουσιν.
18. καὶ διὰ τοῦτο ξηραίνειν μὲν ἐθέλων τὸ σῶμα τῶν ξηροτέρων
19. τῇ κράσει ζώων δώσεις τὴν σάρκα, θερμαίνειν δὲ βουλόμενος
ㅤ
1. τῶν θερμοτέρων, καὶ ψυχρότερον μὲν ἐπιχειρῶν ἐργάζεσθαι
2. τῶν ψυχροτέρων, ὑγρότερον δὲ τῶν ὑγροτέρων. οὐ
3. σμικρὰ δὲ διαφορὰ τῶν σαρκῶν ἐστι κᾀν τῷ τεταριχεῦσθαί
4. τινας αὐτῶν. ὅλῳ γὰρ παντὶ διαλλάττουσιν, ὡς πολλάκις
5. ὑγροτάτου τῇ κράσει ζώου ταριχευθεῖσαν σάρκα ξηραντικωτέραν
6. εἶναι μακρῷ τῆς φύσεως ξηρᾶς. ㅤἀταριχεύτου
7. καὶ ἡ ὀπτηθεῖσα δὲ ξηροτέρα τῆς ἑψηθείσης ἐστὶν
8. ἐν ὕδατι. ἔγραψαν δὲ καὶ ἄλλων ζώων ἔνιοι σάρκας ὠφελεῖν
9. ἐσθιομένας τε καὶ κατὰ πεπονθότων μερῶν ἐπιτιθεμένας,
10. οἷον τὴν τοῦ χερσαίου ἐχίνου σκελετευθεῖσαν, εἰ ποθείη
11. ἐλεφαντιῶσιν καὶ καχέκταις καὶ σπασμώδεσιν καὶ νεφριτικοῖς,
12. ἔτι τε τοῖς τὸν ἀνασάρκα προσαγορευόμενον ὕδερον ἔχουσιν.
13. εἰ δὲ ταῦτα ποιεῖν πέφυκεν, εἴη ἂν ἡ δύναμις αὐτῆς ἰσχυρῶς
14. διαφορητική τε καὶ ξηραντικὴ, ὥσπερ καὶ ἡ τῆς σκελετευθείσης
15. γαλῆς, ἥπερ οὖν ὀνίνησι τοὺς ἐπιληπτικοὺς πινομένη.
16. τῶν δὲ ταριχευθέντων αἰλούρων τὴν σάρκα λειωθεῖσαν
17. ἐπιτιθεμένην ἐξάγειν σκόλοπάς φασιν, ὡς ἑλκτικὴν ἔχουσαν
ㅤ
1. δύναμιν δηλονότι, τῶν δὲ μυάκων ἁρμόττειν ἕλκεσιν ὑπὸ
2. κυνὸς δάκνοντος γεγονόσιν. ἐγὼ δ’ οὐδεμίαν ἐξαίρετον εὑρίσκω
3. δύναμιν, ἧς δεῖται τὰ τοιαῦτα τῶν ἑλκῶν, ὥσπερ τὰ
4. ὑπὸ τοῦ λυττῶντος κυνὸς δακόντος γενόμενα. καὶ ἡ τῶν
5. κοχλιῶν δὲ σὰρξ κοπεῖσα πρότερον ἐν ὅλμῳ καὶ μετὰ ταῦτα
6. λειωθεῖσα ξηραντικωτάτη γίνεται πάντων τῶν ὑγρότητα
7. περιττὴν ἐχόντων μορίων, ὥστε καὶ τοῖς ὑδερικοῖς ἁρμόττειν.
8. ἡ δὲ ἐξ αὐτῶν ὑγρότης, μόνη καθ’ ἑαυτὴν ἄνευ τῆς
9. σαρκὸς λαμβανομένη, καλεῖται ὑπὸ τῶν πολλῶν μύξα κοχλίου,
10. μιγνυμένη δὲ λιβανωτῷ ἢ ἀλόῃ ἢ σμύρνῃ ἤ τισι
11. τούτων ἢ πᾶσιν ἄχρι τοῦ κηρωτῆς πάχος ἔχειν, ἐχέκολλόν
12. τε γίνεται φάρμακον καὶ ξηραίνει καλῶς τοὺς ὑποπύους μύξους
13. τῶν ὤτων. ἔστι δὲ καὶ ἀνακόλλημα ξηραντικὸν τῶν
14. εἰς ὀφθαλμοὺς ῥευμάτων, ἐπιτιθεμένη κατὰ τὸ μέτωπον.
15. ἔνιοι δὲ καὶ πρὸς σκόλοπας χρῶνται, λειοῦντες ὅλους μετὰ
16. τῶν ὀστράκων, εἰσὶ δ’ οἳ καὶ πρὸς καταμηνίων ἐπίσχεσιν.
17. αὐτὰς δὲ τὰς σάρκας μόνας κᾀγώ ποτε κατ’ ἀγρὸν ἐπὶ
18. τραύματος ἅμα νεύρου τρώσει τε καὶ θλάσει γεγονότος ἐπέθηκα
ㅤ
1. λειώσας, καὶ τό τε τραῦμα καλῶς ἐκολλήθη καὶ τὸ
2. νεῦρον οὐκ ἐφλέγμηνε. ἦν δὲ σκληρὸς καὶ ἀγροῖκος ἄνθρωπος,
3. ἔμιξά γε μὴν λειουμέναις αὐταῖς ἄχνην ἀλεύρου,
4. ㅤλαβὼν ἀπὸ τοῦ πλησιάζοντος τῇ μύλῃ τοίχου. γεγράφασι δέ
5. τινες τῶν πρὸ ἡμῶν ἰατρῶν σμύρναν ἢ λιβανωτὸν μιγνύειν
6. αὐτοῖς δεῖν ἐπὶ τῆς τοιαύτης χρήσεως, ἀλλ’ οὐδετέραν εἶχον
7. τούτων ἔξωθεν τῆς πόλεως ἐπὶ τῆς ἀγροικίας. δύναιτο δ’
8. ἄν τις καὶ ῥητίνης φρικτῆς λείας μιγνύειν εἰ παρείη. ὁπόταν
9. μέντοι πολὺ τῆς μύξης τῶν κοχλιῶν ἐθέλεις λαβεῖν μόνης,
10. κατακέντησον αὐτῶν τὴν σάρκα γραφείῳ. χρὴ δὲ μὴ πρὸ
11. πολλῶν ἡμερῶν αὐτοὺς θηρεῦσαι, καταξηραίνονται γὰρ ἐν
12. τῷ χρόνῳ. πρόσφατοι δ’ ὄντες πολὺ τῆς γλίσχρας ὑγρότητος
13. ἔχουσιν, ἣν κατακεντούμενοι τῷ γραφείῳ προϊᾶσιν. ἡ
14. δ’ ὑγρότης αὕτη καὶ τῶν ἐν τοῖς βλεφάροις τριχῶν παρὰ
15. φύσιν ἀνακόλλημα γίνεται.
16. β΄. Περὶ πιμελῆς καὶ στέατος. Πιμελὴ καὶ στέαρ.
17. κοινότατα καὶ ταῦτα τῶν ἐν τοῖς ζώοις μορίων ἐστί. τὰ
18. γὰρ εὐτροφοῦντα πάντα πιμελὴν ἢ στέαρ ἴσχει, τὰ δὲ
ㅤ
1. ἰσχνὰ καὶ ἄτροφα πολλάκις μὲν οὐδ’ ὅλως ἔχειν φαίνεται,
2. πολλάκις δ’ οὕτως ὀλίγην τε καὶ ξηρὰν, ὡς δύσχρηστον εἶναι.
3. διαφέρει δὲ πιμελῆς στέαρ τῷ πάχει, διὸ καὶ τοῖς γεωδεστέραν
4. ἔχουσιν τὴν ὅλην φύσιν ζώοις τὸ στέαρ γίνεται καθάπερ
5. τοῖς ὑγροτέραν ἡ πιμελή. διὰ τοῦτο τοιγαροῦν ἡ μὲν
6. πιμελὴ τήκεται ῥαδίως ὑπὸ τοῦ πυρὸς, οὐ ῥᾳδίως δὲ πήγνυται
7. τακεῖσα. τὸ δὲ στέαρ οὔτε τήκεται ῥᾳδίως, κᾂν τακῇ,
8. πήγνυται τάχιστα καὶ φαίνεται πολὺ σκληρότερον τῆς πιμελῆς.
9. ὗς μὲν οὖν εὐτροφῶν πιμελὴν πλείστην ἔχει διὰ τὴν
10. φυσικὴν τῆς κράσεως ὑγρότητα, ㅤβόες δὲ καὶ αἶγες
11. ὅσα τε ἄλλα κερασφόρα διὰ τὴν ξηρότητα τὸ στέαρ πλεῖστον
12. γεννᾷ. σὺ δ’ εἰ βούλει τὴν ἐλαιώδη καὶ λιπαρὰν οὐσίαν
13. ἅπασαν ἐν τοῖς ζώοις κάλει στέαρ, ὥσπερ οἱ πλεῖστοι
14. τῶν ἰατρῶν. ἔξεστι δέ σοι καὶ πιμελὴν ὀνομάζειν ἅπαν τοῦτο
15. τὸ γένος. οὐ μὴν ἔξεστί γέ σοι βουλομένῳ μὴ ψεύδεσθαι τὸ
16. στέαρ τῶν αἰγῶν ὑγρότερον εἶναι φάναι τοῦ τῶν ὑῶν.
17. ὑγρότατον γὰρ τοῦτο σχεδὸν ἁπάντων τῶν ἄλλων ἐστὶ, καὶ
ㅤ
1. διὰ τοῦτο κατὰ τὴν ἐνέργειαν ἐγγὺς ἐλαίου τὴν δύναμιν,
2. μαλακτικώτερόν γε μὴν ἐλαίου καὶ πεπτικώτερόν ἐστι. καὶ
3. διὰ τοῦτο τοῖς πρὸς φλεγμονὰς ἁρμόττουσιν καταπλάσμασι
4. μίγνυται. τοῖς δὲ δακνομένοις τὰ κατὰ τὸ ἀπευθυσμένον ἢ
5. τὸ κῶλον ἐνίεμεν αἴγειον μᾶλλον ἢ ὕειον στέαρ, οὐχ ὅτι
6. μᾶλλον ἀμβλυτικόν ἐστι δριμύτητος, ὅσον γὰρ ἐπὶ τῇ φύσει
7. μᾶλλον ἀμβλύνει τὸ ὕειον καὶ διὰ τοῦτο μίγνυται καὶ
8. τοῖς ἕλκη θεραπεύουσι φαρμάκοις, οἷόν πέρ ἐστι καὶ τὸ καλούμενον
9. πάρυγρον. ἀλλ’ ὅτι τὸ μὲν αἴγειον πήγνυται ῥᾳδίως
10. διὰ πάχος, ἀποῤῥεῖ δὲ τὸ ὕειον ὁμοίως τῷ ἐλαίῳ διὰ
11. τοῦτ’ ἐνίεμεν αὐτὸ μᾶλλον ἐπὶ τῶν δυσεντερικῶν τε καὶ
12. τεινεσμωδῶν, ὅταν παρηγορῆσαι τὴν δῆξιν αὐτῶν βουληθῶμεν.
13. καὶ διὰ λεπτομέρειαν δ’ ἔνια μᾶλλον ἀμβλύνει δριμύτητας,
14. ὅταν ἐν τῷ βάθει τῶν δακνομένων σωμάτων τὸ λυποῦν
15. ᾖ. ἧττον μὲν γὰρ τὸ παχυμερὲς, μᾶλλον δὲ τὸ λεπτομερὲς
16. ὅλα διεξέρχεται τὰ σώματα καὶ πᾶσι κεράννυται τοῖς
17. δάκνουσιν ἰχῶρσιν αὐτό. κατὰ τοῦτο γοῦν καὶ τὸ χήνειον
ㅤ
1. στέαρ τὰ κατὰ βάθος τῶν σωμάτων δάκνοντα μᾶλλον
2. ἀμβλύνει. ἔστι δὲ καὶ θερμότερον τοῦ ὑείου. μεταξύ γε μὴν
3. αὐτῶν ἐστι τὸ τῶν ἀλεκτρυόνων, θερμότερον δ’ ἀεὶ καὶ ξηρότερον
4. τὸ τῶν ἀῤῥένων ζώων ἐστίν. αὐτῶν δὲ τούτων τὸ
5. τῶν ἐκτεμνομένων τοὺς ὄρχεις ἧττον θερμόν τε καὶ ξηρόν.
6. ὁμοιοῦται γὰρ ἀεὶ τὸ εὐνουχισθὲν ἄῤῥεν τοῖς ὁμογενέσι θήλεσι.
7. κεφάλαιον δ’ ἐστὶ τοῦ λόγου τόδε κοινὸν, οὗ μεμνῆσθαι
8. χρὴ, τὸ κατὰ τὴν τῶν ζώων κρᾶσιν ἀεὶ τὰς διαφορὰς
9. γίνεσθαι τῆς ἐν αὐτοῖς πιμελῆς ἢ στέατος ἢ ὅπως ἂν
10. ὀνομάζειν ἐθέλῃς ὅλον τὸ γένος τοῦτο τοῦ κατὰ τὰ ζῶα
11. σώματος ἐλαιώδους τε καὶ λιπαροῦ. ἐπεὶ τοίνυν ὗς ἀπολείπεται
12. κατὰ θερμότητά τε καὶ ξηρότητα σχεδὸν ἁπάντων
13. τῶν τετραπόδων ζώων, διὰ τοῦτο καὶ πιμελὴν ἧττόν τε θερμὴν
14. ἔχει καὶ μᾶλλον ὑγράν. ἁπάσης μὲν οὖν πιμελῆς δύναμίς
15. ἐστιν ὑγραντική τε καὶ θερμαντικὴ τῶν ἀνθρωπίνων
16. σωμάτων. τούτου γὰρ μεμνῆσθαι χρὴ διὰ παντὸς, εἰρημένου
17. κατὰ τὴν ἀρχὴν τῆσδε τῆς πραγματείας· αἱ δὲ καθ’
18. ἕκαστον αὐτῶν διαφοραὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττόν εἰσιν.
ㅤ
1. τοῦ μὲν γὰρ ὑὸς ὡς πρὸς ἡμᾶς ἡ πιμελὴ τὸ μὲν ὑγραίνειν
2. ἔχει δαψιλῶς, τὸ θερμαίνειν δ’ οὐχ ὁμοίως ὥσπερ τοὔλαιον,
3. ἀλλ’ ἔστι κατὰ τὴν ἐν ἡμῖν θερμότητα καὶ ἡ τοῦ λίπους
4. τῶν ὑῶν. ἡ δὲ τῶν ταύρων πολὺ θερμοτέρα καὶ ξηροτέρα
5. τῆς τῶν ὑῶν, μεμνημένων ἡμῶν πάλιν κἀνταῦθα τὸ μὲν
6. ἄῤῥεν τοῦ θήλεος ἀεὶ ξηρότερον εἶναι καὶ θερμότερον, τὸ
7. δ’ εὐνουχισθὲν ἄῤῥεν ὁμοιοῦσθαι τῷ θήλει, καθάπερ γε καὶ
8. τὸ νέον ἅπαν. αὐτῶν δὲ τῶν νέων τὸ θῆλυ τοῦ ἄῤῥενος
9. ὑγρότερόν τε εἶναι καὶ ἧττον θερμόν. οὕτως οὖν καὶ τὸ
10. μόσχειον στέαρ ἀπολείπεται τοῦ τῶν ταύρων θερμότητί τε
11. καὶ ξηρότητι καὶ τὸ τῶν ἐρίφων τοῦ τῶν αἰγῶν, ἀπολείπεται
12. δὲ καὶ τὸ τῶν αἰγῶν τοῦ τῶν τράγων, αὐτῶν δὴ πάλιν
13. τὸ τῶν ταύρων τοῦ τῶν λεόντων· διαφορητικώτατον γὰρ
14. ἐκεῖνο σχεδὸν ἁπάντων τῶν ἐν τοῖς τετράποσι. καὶ γὰρ καὶ
15. θερμότατον αὐτῶν ἐστι καὶ λεπτομερέστατον, ὥστε εἰ μίξαις
16. αὐτὸ τοῖς πρὸς ἕλκη καὶ φλεγμονὰς ἁρμόττουσι φαρμάκοις,
17. οὐ μόνον οὐδὲν ὀνήσεις, ἀλλὰ καὶ βλάψεις δριμύτερον τοῦ
18. προσήκοντος ἐργασάμενος. ὄγκοις δὲ χρονίοις ἐσκληρυσμένοις
ㅤ
1. ㅤκαὶ νεύρων ἀγκύλαις καὶ ἁπλῶς ὅσα σκιῤῥώδη, προσφορώτατόν
2. ἐστιν ἐφ’ ὧν ἀπρακτότατον φαίνεται τὸ τῶν
3. ὑῶν. τὸ δὲ τῶν ταύρων ἶσόν πως ἑκατέρου διέστηκεν, ὅσῳ
4. θερμότερόν τέ ἐστι καὶ ξηρότερον τοῦ τῶν ὑῶν, τοσούτῳ
5. καὶ τοῦ τῶν λεόντων ἀπολειπόμενον. ὡς ἂν οὖν ἐν τῷ μέσῳ
6. τεταγμένον, εἰκότως ἑκατέρῳ τῷ γένει μίγνυται τῶν φαρμάκων,
7. τοῖς τε τὰ σκιῤῥώδη θεραπεύουσι. καὶ τοῖς τὰ φλεγμαίνοντα
8. πέπτουσιν, ὁποῖόν ἐστιν τὸ τετραφάρμακον ὀνομαζόμενον
9. ἐκ κηροῦ καὶ ῥητίνης καὶ πίττης καὶ στέατος
10. συγκειμένου. εἰς γάρ τοι τοῦτο, κᾂν ταύρειον βάλῃς κᾂν
11. μόσχειον κᾂν τράγειον κᾂν αἴγειον κᾂν ὕειον, ἐκπυπτικόν
12. τε καὶ πεπτικὸν ἐργάσῃ φάρμακον. ἀλλὰ τὸ μὲν ὕειον ἐμβληθὲν
13. ἐπὶ παίδων ἁρμόζει καὶ γυναικῶν καὶ συνελόντι φάναι
14. τῶν ἁπαλοσάρκων, τὸ δὲ τοῦ ταύρου σκαπανεῦσι καὶ θερισταῖς
15. καὶ πᾶσι τοῖς σκληρὰς ἔχουσι σάρκας ἢ διὰ τὴν
16. φυσικὴν κρᾶσιν ἢ διὰ τὴν ἰδέαν τοῦ βίου χρήσιμον ὑπάρχει.
17. χρονίζον δ’ ἅπαν στέαρ ἑαυτοῦ γίνεται θερμότερόν τε
18. καὶ λεπτομερέστερον, ὥστε καὶ διαφορητικώτερον. ὑπάρχει δὲ
ㅤ
1. τοῦτο σχεδὸν ἅπασι τοῖς χρονίζουσιν, ὅσα γε μὴ φθάνει
2. σαπῆναι. καὶ γὰρ οἶνος καὶ μέλι καὶ ὄξος καὶ τυρὸς καὶ
3. βούτυρον καὶ οἴσυπος ἔλαιόν τε πᾶν, εἴτε σχίνινον εἴτε κίκινον
4. εἴτε ῥαφάνινον εἴτ’ αὐτὸ τὸ ἐκ τῶν ἐλαιῶν εἴη, χρονίζοντα
5. λεπτότερά τε καὶ λεπτομερέστερα γίνεται καὶ διὰ
6. τοῦτο δριμύτερά τε γευομένοις φαίνεται διαφορητικώτερόν
7. τε χρωμένοις, ἐπὶ τῶν σκληρυνομένων τε καὶ δυσλύτων
8. ἁπάντων παθῶν. ἐγὼ μὲν οὖν εἴρηκα δριμύτερον γευομένοις
9. φαίνεσθαι. τινὲς δὲ τῶν διαφθειρόντων τὰ σημαινόμενα
10. τῶν ὀνομάτων οὐ δριμέα καλοῦσιν, ἀλλὰ στύφοντα
11. τὰ τοιαῦτα πάντα, μέχρι τοῦ πεπέρεως, ὡς οὐδὲν διαφέρον
12. ἢ στῦφον εἰπεῖν ἢ δριμύ. καὶ ㅤεἰ αὖθις αὐτοὺς ἔροιο
13. περί τε κηκίδων καὶ μύρτων καὶ μεσπίλων καὶ σιδίων ῥοιᾶς,
14. ὀμφακίου τε καὶ ῥοῦ, καὶ ταῦτα στύφειν φασὶ, καίτοι γε
15. ἐναντιωτάτην αἴσθησιν ἔχομεν ἐπ’ αὐτῶν τῆς γινομένης ἡμῖν
16. ἀπὸ πεπέρεως καὶ πυρέθρου καὶ νάπυος, εὐφορβίου τε καὶ
17. κρομμύου καὶ σκορόδου καὶ ἀδάρκης. εἰ μὲν οὖν ὡς τὸ τῆς
18. στύψεως ὄνομα κοινὸν ἐπιφέρουσιν, κατ’ ἀμφοτέρων τῶν
19. γιγνομένων ἡμῖν ἐν τῇ γεύσει παθῶν, οὕτω καὶ αὐτὰ τὰ
ㅤ
1. πάθη μίαν ἔχειν οἴονται φύσιν, ἀλλ’ ὅτι μᾶλλον ἢ ἀνθρώπους
2. αὐτοὺς εἶναι νομιστέον ἰδίας αἰσθήσεις ἔχοντας μόνους.
3. εἰ δ’ ὄμφακα μὲν καὶ ῥοῦν καὶ κηκῖδα βαλαύστιόν τε καὶ
4. ὑποκυστίδα, συνάγειν τε καὶ σφίγγειν ἡμῶν ὁμολογοῦσι τὴν
5. οὐσίαν, διακρίνειν τε καὶ δάκνειν καὶ διεξέρχεσθαι τὸ πέπερι
6. καὶ νᾶπυ καὶ πύρεθρον, ἀκύρως μὲν ὀνομάζουσι στύφοντα
7. τὰ δάκνοντα καὶ θερμαίνοντα, τῆς γνώσεως μέντοι τῶν φαρμάκων
8. αὐτῶν οὐχ ἡμαρτήκασιν. εἰ δὲ δεῖ στοχασάμενον εἰπεῖν
9. πότερον ἐν τοῖς ὀνόμασιν ἢ ἐν τοῖς πράγμασι σφάλλονται,
10. φαίην ἂν ἔγωγε μᾶλλον ἐν τοῖς ὀνόμασιν ἐσφάλθαι
11. τοὺς ἄνδρας, καὶ μάλιστα τοὺς ἀήθεις Ἑλλάδος φωνῆς,
12. οἷός ἐστιν ὁ Ἀναζαρβεὺς Διοσκορίδης, πολλὰ μὲν καλῶς εἴρηκε
13. τῶν περὶ τῆς ἰατρικῆς ὕλης ἱστορουμένων, ἀγνοῶν δὲ
14. τὰ σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων. οὗτος οὖν, ὅταν
15. λέγει στυπτικώτερον στέαρ εἶναι τὸ τῶν αἰγῶν τοῦ τῶν ὑῶν,
16. εἰ μὲν οὖν τὸ δριμύτερον διὰ τοῦ στυπτικωτέρου βούλεται
17. δηλῶσαι, ἐκδεξόμεθα τὸν λόγον ὡς ἀληθῆ· εἰ δὲ τὸ τοιαύτην
18. ἔχον ποιότητά τε καὶ δύναμιν, οἷον ῥοῦς καὶ ῥῆον ὑπόκυστίς
ㅤ
1. τε καὶ βαλαύστιον, οὐκ ἀληθῆ φήσομεν εἶναι τὸν λόγον.
2. ἐπειδὴ δὲ καὶ τὸ τῶν ἐχιδνῶν στέαρ, ὅταν ἐκ ῥιζῶν
3. τις ἀνασπάσας τὰς ἐν ταῖς μασχάλαις τρίχας ἐπαλείφῃ, φασὶ
4. μὴ καὶ ταύτας φύεσθαι, κάλλιον ἔδοξέ μοι καὶ τούτου πειραθῆναι,
5. καὶ πράξας ὡς ἐκέλευσαν εὗρον ψευδομένους αὐτοὺς,
6. ὥσπερ καὶ ὅτι ㅤτὰς ἀρχὰς τῶν ὑποχύσεων ἰᾶται.
7. τὸ δὲ τῶν ἄρκτων στέαρ ἀλωπεκίαις ἁρμόττείν ἀληθῶς
8. ἔγραψαν, ἔχομεν δ’ αὐτοῦ δοκιμώτερα φάρμακα πρὸς τὸ πάθος.
9. ἀλλὰ τό γε μὴν τῶν ἀλωπέκων ὅταν ὠταλγίας φῶσι
10. θεραπεύειν, ἄνευ τοῦ διορίσασθαι ποίας λέγουσιν ὠταλγίας,
11. ὡς οὐδὲ γινώσκουσιν διηρθρωμένως αὐτοῖς ἃ λέγουσιν, οὐδ’
12. ὅλως χρὴ προσέχειν τὸν νοῦν. ἄλλοι δὲ ἰχθύων ἐπαινοῦσι
13. στέαρ, ὡς πρὸς τὰς ὑποχύσεις ἢ ὅπερ ἂν ἐθέλωσι πάθος
14. ὀνομάζειν. ἕτεροι δ’ οὐχ ἁπλῶς ἰχθύων, ἀλλὰ ποταμίων γράφουσιν,
15. ἄλλοι δὲ μᾶλλον θαλαττίων, ἵνα δοκῶσί τι πλέον
16. ἐπίστασθαι τῶν πολλῶν.
17. γ΄. Περὶ μυελοῦ. Μυελὸς μαλακτικῆς τῶν σκληρυνομένων
18. τε καὶ σκιῤῥουμένων σωμάτων ἐστὶ δυνάμεως, εἴτε
ㅤ
1. μύες εἴτε τένοντες εἴτε σύνδεσμοι τοῦτο πάσχοιεν εἴτε καὶ
2. σπλάγχνα. καλλίστου δ’ ἐπειράθην ἀεὶ τοῦ τῶν ἐλάφων,
3. ἐφεξῆς δ’ αὐτῶν τοῦ τῶν νέων βοῶν, οὓς δὴ καὶ μόσχους
4. καλοῦσι, καὶ διὰ τοῦτο καὶ τὸν μυελὸν αὐτῶν ὀνομάζουσι
5. μόσχειον. ὁ δὲ τῶν τράγων καὶ τῶν ταύρων δριμύτερος αὐτῶν
6. ἐστι καὶ ξηραντικώτερος, ὥστ’ οὐ δύναται διαλύειν σκληρότητας
7. σκιῤῥώδεις, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ πέμπτῳ γράμματι
8. περὶ τούτων εἰρημένων. ἐκ δ’ οὖν τοῦ μοσχείου γε
9. καὶ ἐλαφείου μυελοῦ καὶ πεσσοὶ μαλακτικοὶ τῶν κατὰ τὰς
10. μήτρας συντίθενται καὶ κατ’ αὐτῆς ἔξωθεν τῆς μήτρας ἐπιτίθεται
11. φάρμακα διὰ μυελοῦ σκευαζόμενα, δύναμιν ἔχοντα
12. μαλακτικήν. λαμβάνεται δ’ οὐ μόνος ὁ ἐκ τῶν ὀστῶν μυελὸς,
13. ὅσπερ δὴ καὶ ὄντως ἐστὶ μυελὸς, ἀλλὰ καὶ ἐκ τῆς ῥάχεως,
14. ὃν καὶ αὐτὸν ὀνομάζουσι μυελὸν νωτιαῖον, ὄντα σκληρότερόν
15. τε καὶ αὐχμηρότερον τοῦ λοιποῦ. μαλακώτερος γάρ
16. ἐστιν ἐκεῖνος καὶ λιπαρώτερος, καὶ διὰ τοῦτ’ ἐγὼ τὸν ἐκ τῆς
17. ῥάχεως ἰδίᾳ καθ’ ἑαυτὸν ἄνευ τούτου κατατίθεμαι. φροντίζω
18. δὲ τοῦ μήτε σαπῆναι μήτ’ εὐρῶτα σχεῖν ἑκάτερον τῶν
19. μυελῶν. ἐν χειμῶνί τε οὖν πρῶτον αὐτοὺς λαμβάνω, καθάπερ
ㅤ
1. καὶ τὸ στέαρ, εἶτ’ ἐν οἴκῳ ξηραίνων ὑπερώῳ τε καὶ ἀνίκμῳ
2. μετὰ φύλλων δάφνης ξηρῶν ἀποτίθεμαι. τὰ γὰρ ὑγρὰ καὶ
3. πρόσφατα φύλλα πολὺ τῆς ἑαυτῶν μεταδίδωσι ποιότητος,
4. ὥστε δριμυτέρους γενέσθαι τοὺς μυελούς. εἰ δέ ποτε καὶ θερμοῦ
5. καὶ νοτίου τοῦ περιέχοντος ὄντος ἀποθέσθαι βουληθείης
6. μυελοὺς ἢ στέαρ, ἔστω σοι παρεσκευασμένος οἶκος μήτε θερμὸς,
7. οἷοι μάλιστά εἰσιν οἱ πρὸς μεσημβρίαν ἐστραμμένοι, σήπεται
8. γὰρ ἐν τοῖς τοιούτοις μήτε κατάγειος ὑγρὸς, εὐρωτιᾷ
9. γὰρ ἐν τοῖς τοιούτοις, ἀλλ’ ὑπερῶός τε καὶ πρὸς ἄρκτον
10. ἐστραμμένος, ἀναπεπταμένας ἔχων μικρὰς θυρίδας ὡς δέχεσθαι
11. τοὺς ἀρκτικοὺς ἀνέμους δι’ ἡμέρας τε καὶ νυκτός.
12. δ΄. Περὶ κεφαλῶν μαινίδων. Κεφαλῶν μαινίδων ταριχηρῶν
13. καίων τις ἐχρῆτο πρὸς τὰς ἐν ἕδρᾳ ῥαγάδας, ὁ δ’ αὐτὸς
14. οὗτος καὶ πρὸς γαργαρεῶνα χρονίως ἐσκιῤῥωμένον. ἔοικεν
15. οὖν ἡ δύναμις αὐτῶν ξηραντική τις εἶναι, μὴ πάνυ δριμεῖα.
16. τοῦτο γὰρ ἐνίοις ὑπάρχει τῶν κεκαυμένων, ὡς τό γε ξηραίνειν
17. κοινὸν ἅπασιν.
1. ε΄. Περὶ κεφαλῆς λαγωῶν. Ἕτερος δὲ κεφαλὴν ὅλην
2. λαγωοῦ καίων ἐχρῆτο πρὸς ἀλωπεκίας μετὰ στέατος ἀρκτείου.
3. ㅤστ΄. Περὶ κεφαλῆς σαύρων. Τὴν δὲ τῆς σαύρας
4. κεφαλὴν λειωθεῖσαν ἔνιοι γράφουσι σκόλοπας ἐξάγειν καὶ
5. μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἥλους.
6. ζ΄. Περὶ ἐγκεφάλου λαγωοῦ. Ἐγκέφαλον λαγωοῦ παρατριβόμενόν
7. τε καὶ ἐσθιόμενον ἐπὶ τῶν ὀδοντιώντων παίδων
8. ἐμάθομεν ὠφέλιμον ὑπάρχειν, ἡψημένης δηλονότι τῆς
9. κεφαλῆς ὅλης ὥσπερ εἴωθα, οὐ μὴν ἐξαίρετός γε ἡ δύναμις
10. αὐτοῦ, ἀλλὰ παραπλησία μέλιτι καὶ βουτύρῳ καὶ τοῖς ἄλλοις,
11. ὅσα πρὸς ὀδόντας φυομένων παιδίων ἁρμόττει. τινὲς δὲ καὶ
12. φόβοις βοηθεῖν ἐσθιόμενον τὸν ἐγκέφαλον τοῦτον ἔγραψαν.
13. η΄. Περὶ κεράτων ἐλάφου καὶ αἰγῶν. Κέρασιν ἐλάφου
14. καὶ αἰγὸς κεκαυμένοις μάλιστα χρῶνται, καθάπερ καὶ
15. ἡμεῖς ἐχρησάμεθα πολλάκις εἴς τε τὸ λαμπρύνειν τοὺς ὀδόντας
16. καὶ προστέλλειν τὰ οὖλα τὰ πλαδαρά. τὸ δὲ τῆς ἐλάφου
17. τινὲς τῶν γραψάντων τὰ τοιαῦτα μάλιστ’ ἐπαινοῦσιν,
18. ὡς εἰ μετὰ τὸ καυθῆναι πλυθείη καὶ δυσεντερίαν καὶ πτύσιν
ㅤ
1. αἵματος, ἔτι τε τὰς καλουμένας κοιλιακὰς διαθέσεις ἐκθεραπεύειν,
2. ἰκτερικοῖς τε διδόμενον ὠφέλιμον, ἐπὶ πάντων δὲ τούτων
3. κελεύουσι διδόναι κοχλιάρια δύο, μεμίχασι δὲ αὐτό τινες,
4. ὡς εἴρηται, κεκαυμένον τε καὶ πεπλυμένον καὶ τοῖς ξηραίνουσι
5. κολλυρίοις τὰ ἐν ὀφθαλμοῖς ῥεύματα. ἔστι γὰρ δηλονότι
6. πάντων τῶν τοιούτων ἡ δύναμις ξηραντικὴ, καθάπερ
7. καὶ εἴρηται.
8. ㅤθ΄. Περὶ πνεύμονος ἀρνείου καὶ χοιρείου καὶ
9. ἀλώπεκος. Πνεύμων ἄρνειός τε καὶ χοίρειος τὰ ἐξ ὑποδημάτων
10. παρατρίμματα θεραπεύειν πεπίστευται. ὁ δὲ τῆς ἀλώπεκος
11. σκελετευθεὶς εἰ πίνοιτο, τοὺς ἀσθματικοὺς ὠφελεῖ.
12. ι΄. Περὶ ἥπατος κυνὸς λυττῶντος. Ἧπαρ τὸ μὲν
13. λυττῶντος κυνὸς ἔγραψάν τινες, εἰ ὀπτηθὲν βρωθείη, τοῖς
14. ὑπ’ αὐτοῦ δεδηγμένοις γίγνεσθαι βοήθημα, καί τινας μὲν οἶδα
15. τῶν προσενεγκαμένων αὐτὸ ζῇν, ἀλλ’ οὐκ ἐκείνῳ μόνῳ, χρησαμένους
16. δ’ ἐφεξῆς καὶ τοῖς ἄλλοις φαρμάκοις, ὧν πεῖραν
17. ἔχομεν ἐπὶ τῶν λυσσοδήκτων. ἤκουσα δέ τινας αὐτῷ μόνῳ
18. πιστεύσαντας ὕστερον ἀποθανόντας.
1. ια΄. Περὶ ἥπατος αἰγὸς καὶ τράγου. Τὸ δὲ τῆς αἰγὸς
2. ἧπαρ ὀπτῶντές τινες, εἶτα λαμβάνοντες τὸν ἀποῤῥέοντα
3. ἰχῶρα πρὸς νυκτάλωπας χρῶνται, καὶ τὸν ἀτμὸν δ’ αὐτοῦ
4. δέχεσθαι τοῖς ὀφθαλμοῖς ἀνεῳγόσι κελεύουσιν ἑψομένου. καὶ
5. μέντοι καὶ ὀπτὸν ἐσθιόμενον πρὸς ταῦτα τὰ παθήματά
6. φασιν ἁρμόττειν, ἐλέγχειν τε τοὺς ἐπιλήπτους, εἰ βρωθείη.
7. ταὐτὸ δὲ δύνασθαι καὶ τὸ τράγειον ἧπαρ.
8. ιβ΄. Περὶ ἥπατος σαύρας. Ἧπαρ σαύρας ἐντεθὲν
9. ὀδοῦσι βεβρωμένοις ἔγραψάν τινες ἀνωδυνίαν ἐργάζεσθαι.
10. ㅤιγ΄. Περὶ κοιλίας αἰθυίας. Κοιλίαν αἰθυίας
11. ἐπαινοῦσί τινες ὡς πεπτικὸν φάρμακον, εἴ τις ἢ παραχρῆμα
12. λαμβάνων ἑφθὴν ἢ σκελετεύων προσφέροιτο. πειραθέντες δ’
13. ἡμεῖς αὐτοῦ ματαίαν εὕρομεν τὴν ὑπόσχεσιν, ὥσπερ καὶ τοῦ
14. τῶν ἀλεκτορίδων ἔνδον χιτῶνος, ὃν καὶ αὐτὸν ἔνιοι σκελετεύοντες
15. ὠφελεῖν φασιν, εἰ ποθείη τοὺς στομαχικούς.
16. ιδ΄. Περὶ ἥπατος λύκου. Τὸ δὲ ἧπαρ τοῦ λύκου πολλάκις
17. μὲν ἔβαλλον εἰς τὸ δι’ εὐπατορίου φάρμακον ἡπατικὸν,
ㅤ
1. οὐ μὴν ὑπεροχῆς τινος ἐπειράθην ἀξιολόγου, παραβάλλων
2. αὐτῷ τὸ χωρὶς τούτου σκευαζόμενον.
3. ιε΄. Περὶ καστορίου. Ὄρχεις κάστορος ὀνομάζουσι
4. καστόριον. ἔνδοξον δὲ καὶ πολύχρηστον φάρμακον, ὡς καὶ
5. βιβλίον ὅλον Ἀρχιγένει γεγράφθαι περὶ καστορίου χρήσεως.
6. ἐκεῖνος μὲν οὖν τὰς κατὰ μέρος αὐτοῦ δυνάμεις διῆλθεν,
7. ἐγὼ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων φαρμάκων, οὕτω κᾀπὶ τούτου
8. τὴν καθόλου δύναμιν ἐρῶ, πρὸς ἣν ἀποβλέπων τις εὑρίσκειν
9. ἑαυτῷ δυνήσεται τὰς κατὰ μέρος. ὅτι μὲν δὴ θερμαίνει
10. πρόδηλον. εἰ γὰρ ἐθελήσαις λεῖον ἀκριβῶς ἐργασάμενος
11. αὐτὸ, δεύσας ἐλαίῳ, χρῖσαί τε καὶ ἀνατρῖψαι τι αὐτῷ
12. μόριον, ἐναργῶς αἰσθήσῃ θερμαινόμενον αὐτό. τὰ δὲ θερμαίνοντα
13. πάντα διαφοροῦντά τι τῆς πλησιαζούσης οὐσίας
14. εὐθέως αὐτὴν καὶ ξηραίνει, πλὴν εἰ μή τι φύσει ὑγρὸν εἴη,
15. καθάπερ ἔλαιόν τε καὶ ὕδωρ, ἐπίκτητόν τε ποιότητα θερμὴν,
16. οὐ δύναμιν, προσλάβοι, καθάπερ αὐτὰ ταῦτα πυρὶ πλησιάσαντα
17. καὶ ἡλίῳ θερινῷ. τοῦ τοίνυν καστορίου καὶ ἡ
ㅤ
1. σύστασις οὖσα ξηρὰ προσειληφυῖά τε τὸ θερμαίνειν εἰκότως
2. ξηραίνει. τοῦτο μὲν οὖν κοινὸν αὐτῷ καὶ ἄλλοις φαρμάκοις
3. παμπόλλοις ἐστί· λεπτομερὲς δ’ ἱκανῶς ὑπάρχει καὶ κατὰ
4. τοῦτο πλέον ἑτέρων δύναται, θερμαινόντων τε καὶ ξηραινόντων
5. ὁμοίως αὐτῷ. τὰ γάρ τοι λεπτομερῆ φάρμακα δραστικώτερα
6. τῶν παχυμερῶν ἐστι, κᾂν ἴσην ἔχῃ τὴν δύναμιν
7. ἐκ τοῦ διεξέρχεσθαι καὶ κατὰ βάθους ἰέναι τῶν ὁμιλούντων
8. σωμάτων, καὶ μάλισθ’ ὅταν ᾖ ταῦτα πυκνὰ, καθάπερ
9. τὰ νευρώδη. φανερῶς γοῦν ὑπὸ τοῦ καστορίου τὰ τοιαῦτα
10. μεγάλως ὠφελεῖται διὰ τὴν εἰρημένην αἰτίαν. ἀγνοοῦσι δὲ
11. οἱ πλεῖστοι τῶν ἰατρῶν, ἐν τῇ τοῦ καστορίου χρήσει προσέχοντες
12. τὸν νοῦν αὐτῷ μόνῳ τῶ τρέμειν ἢ σπᾶσθαί τι μόριον,
13. ἢ ἀναίσθητον ἢ ἀκίνητον εἶναι, ἢ δυσαίσθητον ἢ δυσκίνητον,
14. μὴ γινώσκοντες ἑπόμενα τοιαῦτα συμπτώματα διαθέσεσι
15. σώματος ἀνομοίαις. ἀλλὰ σύ γε παρ’ Ἱπποκράτους μαθὼν
16. ἐπὶ πληρώσει τε καὶ κενώσει γίγνεσθαι σπασμὸν, ἔνθα
17. μὲν χρὴ κενῶσαι τὰ παρὰ φύσιν ἐν τοῖς νεύροις περιεχόμενα,
18. καὶ πίνειν δίδου καὶ κατὰ τοῦ δέρματος ἔξωθεν ἐπιτίθει
ㅤ
1. καστόριον. ἔνθα δὲ δι’ ὑπερβάλλουσαν ξηρότητα γίγνεται
2. σπασμὸς, ἐναντιώτατον εἶναι γίγνωσκε τὸ φάρμακον τοῦτο.
3. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τοῖς τρέμουσι διὰ πλήθους
4. ὠφελιμώτατόν ἐστιν, ἐναντιώτατον δὲ τοῖς διὰ κένωσιν εἰς
5. τὸ τοιοῦτον πάθος ἐμπίπτουσιν. ἀνάλογον δὲ τοῖς εἰρημένοις
6. πάθεσι καὶ τοῦ λύζειν ἐν τῷ στομάχῳ γιγνομένου τὴν
7. διάθεσιν εὗρον καὶ διορισάμενος. εἰ μὲν ὑπὸ πλήθους τοῦτο
8. πάσχοιεν οἱ κάμνοντες, ἐπὶ τὴν τοῦ καστορίου χρῆσιν ἧκε,
9. διὰ ξηρότητα δὲ καὶ κένωσιν ἢ δι’ ὑγρῶν ㅤδριμέων
10. δῆξιν εἰ συσταίη, φεῦγε τὸ φάρμακον. ὑπονοήσειε μὲν οὖν
11. τις αὐτὸ τῇ τε ὀσμῇ καὶ τῇ γεύσει προσέχων ἀλλοτριωτάτην
12. ἔχειν ἀνθρώπου σώματι τὴν οὐσίαν. ἐν μέντοι τῇ χρήσει
13. φαίνεται μηδὲν ἐργαζόμενον ὧν τὰ τοιαῦτα ποιεῖ, τὰ
14. μὲν στόμαχον κακοῦντα, τὰ δὲ γαστέρα, τὰ δὲ κεφαλὴν, τὰ
15. δὲ ἄλλο τι. τουτὶ δὲ τὸ φάρμακον εἴθ’ ὑγρῷ σώματι προσφέροις
16. δεομένῳ ξηρότητος εἴτε ψυχρῷ θερμότητος, εἴθ’
17. ὑγρῷ καὶ ψυχρῷ θερμότητος καὶ ξηρότητος χρῄζοντι, μεγάλην
18. μὲν ὠφέλειαν ἐπιδείκνυται, βλάβην δ’ οὐδεμίαν οὐδενὶ
ㅤ
1. προστρίβεται μορίῳ, καὶ μάλισθ’ ὅταν ἀπύρετος ὁ ἄνθρωπος
2. ᾖ, καὶ τῶν πυρεσσόντων δὲ μὴ πάνυ θερμῶς, ἀλλ’ ὡς
3. ἂν εἴποι τις χλιαρὸν πυρετὸν, οἷος ἐν καταφοραῖς μάλιστα
4. καὶ ληθάργοις γίγνεται. πολλοῖς μὲν πάνυ τὸ καστόριον
5. ἐδώκαμεν, ἅμα μὲν πέπερι λευκῷ κοχλιαρίου πλῆθος ἑκατέρου
6. διὰ μελικράτου ποτίζοντες, ἐβλάβη δ’ οὐδεὶς οὐδὲν, ἀλλὰ
7. καταμηνίων ἐπεχομένων προκενώσας ἀπὸ σφυροῦ μετρίως,
8. εἶτα διδοὺς καστόριον μετὰ γλήχωνος ἢ καλαμίνθης, ἐπειράθην
9. ἀεὶ τοῦ φαρμάκου κινοῦντος κάθαρσιν, ἄνευ τοῦ βλαβῆναί
10. τι τὴν ἄνθρωπον. ἐκβάλλει δὲ καὶ χόρια κατεσχημένα.
11. ταῦτα μὲν οὖν ἅπαντα διὰ μελικράτου πινόμενον ἐργάζεται.
12. τοὺς δὲ ἐμπνευματουμένους τὴν γαστέρα δυσιάτως ἢ
13. στροφουμένους ἢ λύζοντας, ἐπὶ ψυχροῖς καὶ γλίσχροις χυμοῖς
14. ἢ παχεῖ καὶ φυσώδει πνεύματι, δι’ ὀξυκράτου πινόμενον
15. ὀνίνησιν· ὅσα δὲ εἴσω τοῦ σώματος λαμβανόμενον ὠφελεῖ,
16. ταῦτα καὶ κατὰ τοῦ δέρματος ἐπιτιθέμενον ἅμα σικυωνίῳ
17. ἢ παλαιῷ ἐλαίῳ. τὰ δὲ πλείονος θερμότητος δεόμενα
18. καὶ ἀνατρίβειν προσήκει δι’ ἑαυτοῦ. ὠφελεῖ δὲ καὶ εἴ τις
ㅤ
1. ἐπ’ ἄνθραξιν αὐτὸ θυμιῶν ἀρύῃ διὰ τῆς εἰσπνοῆς, καὶ μάλιστα
2. τὰ κατὰ τὸν πνεύμονα καὶ ἐγκέφαλον ὑγρὰ καὶ ψυχρὰ
3. πάθη. τά γε μὴν ληθαργικὰ καὶ καταφορικὰ πάντα
4. πάθη μετὰ πυρετῶν ἄμεινον οὐ τῶν εἰρημένων ἐλαίων τινὶ
5. δεύοντας θεραπεύειν, ἀλλὰ διὰ ῥοδίνου μᾶλλον ἐπιτιθέναι
6. τῇ κεφαλῇ καὶ τῷ αὐχένι.
7. ㅤιστ΄. Περὶ νεφρῶν σκίγκων. Τὰ περὶ τοὺς νεφροὺς
8. τῶν σκίγκων ὡς ἐντατικὰ αἰδοίων πίνεται καὶ ἀντιπεπονθέναι
9. γε αὐτοῖς δοκεῖ, μάλιστα θρίδακος σπέρμα μεθ’
10. ὕδατος πινόμενον. ἔνιοι δὲ καὶ τὸ τῶν φακῶν ἀφέψημα μετὰ
11. μέλιτος πινόμενον παύειν φασὶ τὰς ἐντάσεις.
12. ιζ΄. Περὶ ὀνύχων αἰγείων καὶ ὀνείων. Ὄνυχας αἰγῶν
13. ἔνιοι καυθέντας, εἶτα τὴν τέφραν ὄξει δεύοντες ἀλωπεκίας
14. καταχρίουσιν, ὥστ’ εἴη ἂν καὶ ἡ τοιαύτη τέφρα λεπτυντικῆς
15. δυνάμιως. ἔνιοι τοὺς τῶν ὄνων ὄνυχας καυθέντας ἐπιλήπτους
16. φασὶ θεραπεύειν, εἰ πίνοιντο συνεχῶς, ἐλαίῳ δὲ φυραθέντας
17. χοιράδας διαφορεῖν· ἐπιπαττομένην δὲ τὴν αὐτὴν τέφραν
18. ξηρὰν ἰᾶσθαι τὰ χίμεθλα.
1. ιη΄. Περὶ ὀστῶν κεκαυμένων. Ὀστᾶ κεκαυμένα διαφορητικῆς
2. καὶ ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, μάλιστα δέ
3. φασιν ἔνιοι τὰ τῶν ἀνθρώπων δύνασθαι τοῦτο. τόν γε μὴν
4. ὕειον ἀστράγαλον κεκαυμένον, εἶτα πινόμενον, ἐμπνευματώσεις
5. καὶ στρόφους ἔφασαν θεραπεύειν. ἔγνων δέ τινας τῶν
6. καθ’ ἡμᾶς ἀνθρώπων ὀστᾶ κεκαυμένα ποτίζοντας, μὴ γινωσκόντων
7. τῶν πινόντων ὅ τι πίνοιεν, ὅπως μὴ μυσάττοιντο,
8. πολλῶν ἐπιληψίαν τε καὶ ἀρθρῖτιν ἐκτεθεραπευκέναι.
9. ㅤιθ΄. Περὶ γήρως ὄφεως. Γῆρας ὄφεως ἔγραψάν
10. τινες ἀναζεσθὲν ἐν ὄξει θεραπεύειν ὀδονταλγίας.
11. κ΄. Περὶ δέρματος προβάτου. Δέρμα προβάτου νεωστὶ
12. ἐκδεδαρμένου περιτεθὲν τοῖς μεμαστιγωμένοις ὁπωσοῦν
13. ἐναργῶς ὠφελεῖ πάντων ἑτέρων μᾶλλον, ὡς ἐν ἡμέρᾳ μιᾷ
14. καὶ νυκτὶ θεραπεύειν αὐτούς· συμπέπτει τε γὰρ καὶ διαφορεῖ
15. τὰ ὕφαιμα.
16. κα΄. Περὶ ἵππων λειχήνων. Λειχῆνας ἵππων λειωθέντας
17. σὺν ὄξει γεγράφασί τινες ἐπιληψίας θεραπεύειν, ἔνιοι δὲ
18. καὶ πρὸς παντὸς θηρίου δῆγμα συμβουλεύουσι χρῆσθαι.
1. κβ΄. Περὶ ἀράχνης ὑφάσματος. Ἀράχνης ὕφασμα
2. γράφουσί τινες ἀφλέγμαντα φυλάττειν τὰ ἐπιπολῆς ἕλκη.
3. κγ΄. Περὶ δερμάτων παλαιῶν. Δέρματα παλαιὰ τὰ
4. ἀπὸ τῶν καττυμάτων καυθέντα πρὸς τὰ ἐκ τῶν ὑποδημάτων
5. ἐκθλίμματα γεγράφασιν ἁρμόττειν, ὡς δῆθεν ἀντιπαθείᾳ
6. τινὶ τοῦτο ποιοῦντα. φλεγμαίνοντα μὲν οὖν οὐκ ὠφελεῖται,
7. παυσαμένης δὲ τῆς φλεγμονῆς εἰκότως ὠφελεῖται ξηραινόμενα·
8. ξηραντικὴ γὰρ ἡ τοιαύτη τέφρα. καὶ ἡμεῖς ἐχρησάμεθά
9. ποτε κατὰ ἀγρὸν αὐτῇ πρός τι τοιοῦτον ἐκ παρατρίμματος
10. ἕλκος. θεραπεύει δ’ εἰκότως ἡ τοιαύτη τέφρα
11. καὶ τὰ πυρίκαυτα τῶν ἑλκῶν καὶ τὰ καλούμενα παρατρίμματα
12. κατὰ τοὺς μηροὺς γινόμενα.
13. κδ΄. Περὶ ὀστρείων. Ὄστρεια καλοῦσιν ἔνιοι πάντα
14. τὰ ὀστρακόδερμα πρὸς Ἀριστοτέλους ὀνομασθέντα. τὸ δ’
15. ὑπὸ τῶν πολλῶν ὄστρεον ὀνομαζόμενον, ἐν τῇ δευτέρᾳ συλλαβῇ
16. χωρὶς τοῦ ι λεγόμενον, εἶδος ἕν τι τῶν ὀστρείων τίθενται,
17. περιλαμβάνοντες ἐν τῷ παντὶ γένει καὶ κήρυκας καὶ
ㅤ
1. πορφύρας καὶ χήμας καὶ πίνας ἅπαντά τε τὰ παραπλήσια,
2. ἐφ’ ὧν ἐφεξῆς ἐρῶ.
3. κε΄. Περὶ κηρύκων καὶ πορφυρῶν. Κηρύκων καὶ πορφυρῶν
4. τὸ ὄστρακον, ἐπειδὴ σκληρότατόν ἐστιν, οὐδέποτ’
5. αὐτῷ χωρὶς καύσεως κέχρημαι. καυθὲν μέντοι ξηραντικῆς
6. ἐστι δυνάμεως, ἀκριβῶς δ’ αὐτὸ χρὴ λειοῦν, ὡς χνοῶδες γίνεσθαι,
7. κόψαντα δηλονότι τι καὶ σήσαντα πρότερον. ἔστω
8. δέ σοι τοῦτο κοινὸν ἐπὶ πάντων τῶν λιθώδη καὶ ὀστρακώδη
9. τὴν οὐσίαν ἐχόντων. εἰ μὴ γὰρ ἀκριβῶς λειωθείη, παραπλήσια
10. ταῖς ψάμμοις ἐστί. καὶ αὐτὸ δὲ καθ’ αὑτὸ λειωθέντων
11. αὐτῶν τὸ γινόμενον ἄλευρον ἕλκεσι κακοήθεσιν ἁρμόττει.
12. κοινὸν δὲ καὶ τοῦτ’ αὐτὸ πάντων ἐστὶ τῶν ξηραινόντων
13. ἰσχυρῶς, ἄνευ τοῦ δάκνειν ἐπιφανῶς· ἐρεθίζοντα γὰρ
14. ἐκεῖνα ῥευμάτων αἴτια γίνεται. καὶ ἄλλο δέ τι κοινὸν ὑπάρχει
15. τοῖς τοιούτοις ἅπασι, μετ’ ὀξυκράτου γὰρ ἢ ὄξους ἢ οἰνομέλιτος
16. ἢ ὀξυμέλιτος ἐπιτήδεια τοῖς σηπεδονώδεσιν ἕλκεσι γίγνεται.
17. διὰ τοῦτο καὶ οἱ λίθοι πάντες εἰς τοιαύτην ἀγόμενοι
18. χρείαν οἱ μὲν μᾶλλον, οἱ δ’ ἧττον, ἅπαντες δ’ αὖ ὠφελοῦσι.
1. ㅤκστ΄. Περὶ ὀστρέων. Ὀστρέων τὸ ὄστρακον
2. καυθὲν ὁμοίας ἐστὶ δυνάμεως τῷ τῶν κηρύκων ὀστράκῳ,
3. καὶ μᾶλλον ἔτι λεπτομερεστέρας, ἀσφαλέστερον δ’ εἰπεῖν,
4. ἧττον παχυμεροῦς. ἅπαντα γὰρ γεώδη καὶ σκληρὰν τὴν τοῦ
5. σώματος ἔχοντα σύστασίν τε καὶ πῆξιν ἱκανῶς ἐστι παχυμερῆ,
6. διὸ καὶ λειοῦν ἐπιμελῶς αὐτὰ προσήκει. ὅταν οὖν ποτ’
7. εἴπωμεν ἕτερον ἑτέρου τούτων εἶναι λεπτομερέστερον, οὕτως
8. ἀκούειν χρὴ τῆς λέξεως, ὡς εἰ καὶ τὸν Ὀδυσσέα φαίημεν
9. εἶναι τοῦ Θερσίτου μείζονα, μικρῶν ἀμφοτέρων ὄντων, ἢ
10. τὸν Αἴαντα τοῦ Ἀχιλλέως μικρότερον, ἀμφοῖν καὶ τούτων
11. μεγάλων ὄντων. ἔχει δ’, ὡς εἴρηται καὶ πρόσθεν, ἅπαντα τὰ
12. τοιαῦτα τῆς συνακτικῆς τι δυνάμεως ἐν ἑαυτοῖς, δι’ ἣν καὶ
13. πιληθείσης αὐτῶν τῆς οὐσίας σκληρὰ καὶ γεώδη γέγονεν, ὃ
14. διὰ τῆς καύσεως ἀποβαλόντα τὴν ἐναντίαν ἐπικτᾶται δύναμιν,
15. ἣν διαφορητικὴν ὀνομάζομεν. εἰ δὲ πλύναις αὐτὰ καὶ
16. καύσαις, τὸ μὲν οἷον ἐμπύρευμα πᾶν ἐναποτίθεται τῷ ὕδατι,
17. καὶ τοῦτό γ’ ἐργάζεται θερμαῖνον λεπτομερῶς, ὡς καὶ σήπειν
18. ἐνίοτε. τὸ δὲ ὑπόλοιπον ἄδηκτον γίγνεται γεῶδες, ὃ
ㅤ
1. μάλιστά ἐστιν ἐπὶ τῶν ὑγρῶν ἑλκῶν χρήσιμον, εἰς πλήρωσίν
2. τε καὶ συνούλωσιν. τῷ δ’ οὖν ὀστράκῳ τῶν ὀνομαζομένων
3. ἰδίως ὀστρέων κεκαυμένῳ χρῶμαι πρὸς τὰς ἐκ ῥευμάτων
4. χρονίας καὶ δυσσαρκώτους κοιλότητας, ὅσαι συραγγώδεις
5. εἰσὶ καὶ βαθεῖαι, περιτεθεὶς ἔξωθεν αὐτὸ μετὰ παλαιοῦ
6. στέατος ὑείου. καλεῖται δ’ ὑπὸ τῶν πολλῶν ἀξούγγιον
7. τοῦτο. καὶ εἴς γε τὸν κόλπον αὐτὸν ἐμβάλλω τι τῶν
8. τὰ τοιαῦτα σαρκούντων, οἷόν ἐστι καὶ τὸ κεκαυμένον διφρυγὲς,
9. ὃ καλοῦσι σπεκάριον. ὁμοίας δὲ κατὰ γένος ἐστὶ
10. δυνάμεως καὶ τὰ τῶν ἄλλων ὀστρακοδέρμων ὄστρακα καυθέντα,
11. μάλιστα δ’, ὡς ἔφην, τὸ τῶν ὀστρέων, εἶτα τῶν κηρύκων
12. τε καὶ πορφυρῶν. μίγνυταί τε οὖν ἐμπλαστικαῖς δυνάμεσι
13. διαφορητικαῖς ἡ τοιαύτη τέφρα καὶ μετὰ στέατος
14. ἅπαντος διαφορεῖ. τῷ δ’ εἶναι διαφορητικώτερον τὸ παλαιὸν
15. ἐκείνῳ μᾶλλον μίγνυται. δριμύτερον δὲ τοῦ προσήκοντος
16. ㅤγίνεται τὸ φάρμακον, εἰ τῶν δριμέων τι μίξειας αὐτῷ
17. στεάτων, ὑπὲρ ὧν ἔμπροσθεν διωρισάμην. ἀλλὰ καὶ λαμπρύνει
18. τοὺς ὀδόντας ἡ τῶν τοιούτων ἁπάντων τέφρα, οὐ
ㅤ
1. μόνῳ τῷ ῥυπτικῷ τῆς δυνάμεως, ἀλλὰ καὶ τῷ τῆς οὐσίας
2. τραχεῖ, καθάπερ ἡ κίσσηρίς τε καὶ τὸ τῶν κλιβάνων ὄστρακον.
3. ἐν μὲν οὖν τῇ τοιαύτῃ χρήσει πάνυ σφόδρα λειοῦν οὐκ
4. ἀναγκαῖόν ἐστι τὰ οὕτω καυθέντα, τοῖς δὲ κακοήθεσιν ἕλκεσιν
5. ἐπὶ πάντων ἀκριβῶς προλειώσεις. καὶ τὰ ὑπερσαρκοῦντα
6. δὲ μετρίως καθαιρεῖ καὶ προστέλλει. μετά γε μὴν
7. ἁλῶν πάντα τὰ τοιαῦτα καυθέντα ποιεῖ μὲν καὶ τὸ τῶν
8. ὀδόντων σμῆγμα δραστικώτερον, ὡς τὰ πλαδαρὰ τῶν οὔλων
9. ξηραίνειν, ἀλλὰ καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὠφελεῖ.
10. κζ΄. Περὶ σηπίας. Ἱκανῶς τὸ σηπίας ὄστρακον χαῦνόν
11. ἐστιν, οὐχ ὥσπερ τὰ τῶν ὀστρείων λιθώδη. τὸ μὲν οὖν
12. ῥύπτειν, ὥσπερ καὶ τἄλλα τῶν ὀστρακοδέρμων ὄστρακα,
13. κοινὸν αὐτῷ πρὸς ἐκεῖνα, καθάπερ γε καὶ τὸ ξηραίνειν. τὸ
14. δὲ τῆς οὐσίας λεπτομερὲς ἐξαίρετον αὐτῷ παρὰ τἄλλα ὑπάρχει,
15. διὸ καὶ καυθέντι χρώμεθα πρὸς ἀλφοὺς ἔφηλίν τε καὶ
16. φακοὺς καὶ ψώρας. ἀλλὰ καὶ τοῖς ὀρυκτοῖς ἁλσὶ μιχθὲν
17. ἀποτήκει τὰ κατ’ ὀφθαλμοὺς γινόμενα πτερύγια. καὶ πρὶν
18. καυθῆναι δὲ ὀπτώμενόν τε καὶ λειούμενον ὀδόντας τε λαμπρύνει
ㅤ
1. καὶ ξηραίνει τὰ ㅤἕλκη. τῷ συμμέτρῳ αὐτοῦ τῆς
2. τραχύτητος καὶ πρὸς τὰς ἐν ὀφθαλμοῖς μεγάλας τραχύτητας,
3. ἃς καλοῦσιν συκώσεις, εἰώθαμεν χρῆσθαι, διαγλύφοντες ἐξ
4. αὐτοῦ παραπλήσιόν τι κολλυρίῳ κατὰ τὸ σχῆμα καὶ ἀνατρίβοντες
5. αὐτὰς ὡς αἱμάξαι. τούτου γὰρ γενομένου καὶ τὰ
6. καθαιρετικὰ τῶν κολλυρίων ἄμεινον ἐπ’ αὐτῶν ἐνεργεῖ.
7. κη΄. Περὶ πωμάτων πορφυρῶν. Πώματα πορφυρῶν
8. δι’ ὄξους ποθέντα σπλῆνας οἰδαλέους ἔγραψάν τινες ἰᾶσθαι,
9. θυμιώμενα δὲ τὰς πνιγομένας ὑστερικῶς ὠφελεῖν ἐκβάλλειν
10. τε τὰ κατεχόμενα χόρια.
11. κθ΄. Περὶ ἐρίων οἰσυπηρῶν. Ἔρια τὰ μὲν ἔτι ῥυπαρὰ,
12. καὶ διὰ τοῦτο καλούμενα πρός τινων οἰσυπηρὰ, χρησίμως
13. δέχεται τὰς κατὰ τῶν τεθλασμένων ἢ ὁπωσοῦν πεπληγότων
14. μορίων ἐπιβροχὰς, συνεργαζόμενα πρὸς τὴν ἐξ αὐτῶν
15. ὠφέλειαν διὰ τὸν οἴσυπον. τὰ δὲ πεπλυμένα καὶ μηκέτι
16. ἔχοντα τὸν οἴσυπον ὕλη τις ἐπιτήδειος γίνεται πρὸς τὸ δέξασθαι
17. τὰς ἐπιβρεχομένας ὑγρότητας. καυθέντα δὲ δύναμιν
ㅤ
1. ἔχει δριμεῖάν τε καὶ θερμὴν ἅμα λεπτομερείᾳ, ὥστε καὶ τὰς
2. πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτήκειν τάχιστα. βάλλεται
3. δὲ καὶ εἰς φάρμακον ξηραντικὸν, καῖε δ’ αὐτὰ καθάπερ
4. καὶ τῶν ἄλλων τὰ πλεῖστα, χύτραν καινὴν πληρῶν, εἶτα
5. πωμάζων ὀπὰς πλέονας ἔχοντι πώματι.
6. λ΄. Περὶ τριχῶν κεκαυμένων. Τρίχες κεκαυμέναι παραπλησίως
7. τοῖς κεκαυμένοις ἐρίοις θερμαντικῆς τε καὶ ξηραντικῆς
8. ἱκανῶς εἰσι δυνάμεως.
9. λα΄. Περὶ τῆς τῶν ὠῶν δυνάμεως. Ἀκόλουθον ἂν
10. εἴη τῇ περὶ τῶν μορίων διδασκαλίᾳ καὶ περὶ τῶν ὠῶν εἰπεῖν,
11. ἀλλαχόθι γὰρ αὐτῶν οὐκ ἔχω μνημονεῦσαι. μέρη μὲν
12. οὖν τῶν ζώων οὐκ ἔστι τὰ ὠὰ, καθάπερ οὐδὲ τῶν δένδρων
13. ὁ καρπὸς, οὐδὲ τῶν κυουσῶν τὰ ἔμβρυα, τοῖς δ’ ἐπιφυομένοις
14. ἀνάλογον ἔχει. φαίνεται δὲ τῶν ἐπιφυομένων τὰ μὲν
15. οἰκεῖα πάντῃ ταῖς φύσεσιν τῶν φυτῶν ἢ ζώων εἶναι, τὰ δ’
16. οὐ πάντῃ τοιαῦτα, καθάπερ ὁ ἰξὸς ὁ ἐπιφυόμενος ταῖς
17. δρυσὶν, οὐδ’ ἁπλῶς εἴ τι τοῖς δένδροις ἑτερογενὲς ἐπιφύεται
18. δένδρον ἢ θάμνος ἢ καρπὸς ἢ πόα ἢ ὅλως ἐκβλάστημά τι,
ㅤ
1. καθάπερ οἱ μύκητες. ἐκ δ’ οὖν τῶν οἰκείων ἐστὶ καὶ τὸ
2. ἔριον ἐπὶ τῶν προβάτων καὶ αἱ τρίχες ἐπὶ τῶν ἄλλων ζώων,
3. καὶ τὰ κέρατα δὲ τὰ ἀποπίπτοντα καὶ πάλιν φυόμενα, καθάπερ
4. ἐπὶ τῶν ἀῤῥένων ἐλάφων, ἐκ τούτου τοῦ γένους
5. ἐστί. τὰ δὲ κυούμενα τοῖς καρποῖς ἀνάλογον ἔχει, διαδοχῆς
6. ἕνεκα τοῦ γένους ὑπὸ τῆς φύσεως γινόμενα. τούτων ἕν τι
7. καὶ τὸ ὠόν ἐστιν, ἕνεκα τῆς τοῦ γένους διαμονῆς γεγονός.
8. ἔστι δὲ καὶ ὡς τροφὴ χρήσιμον, ἀλλὰ νῦν οὐ πρόκειται περὶ
9. τροφῆς λέγειν. ὅσα τοίνυν ὡς φάρμακα ἐνεργεῖ, ταῦτ’ εἰρήσεται
10. κατὰ τόνδε τὸν λόγον, ἐξ ὀλίγων τῶν κατὰ μέρος χρήσεων
11. εὑρισκόντων ἡμῶν τὴν δύναμιν αὐτοῦ, κατά τε τὰ μόρια
12. καὶ τὴν ὅλην οὐσίαν, ἐμάθομεν γὰρ ὅπως εὑρεθείσης τῆς
13. καθόλου δυνάμεως ἑκάστου τῶν ὄντων ἐπὶ πολλὰς κατὰ
14. μέρος χρήσεις ἄγειν αὐτὴν δυνάμεθα. προμεμαθήκαμεν δὲ καὶ
15. ὅπως ἐκ μιᾶς ㅤἢ δευτέρας πείρας ἐστὶ περὶ τῆς καθόλου
16. δυνάμεως συλλογίσασθαι. τὸ μὲν οὖν λευκὸν καὶ λεπτὸν
17. τῶν ὠῶν, ᾧ καὶ πρὸς τὰς ὀφθαλμίας χρώμεθα, τῶν
18. ἀδηκτοτάτων ἐστὶ φαρμάκων, οὐδ’ ἀποτυχίαν εἶχον ἐκ δυσκρασίας
ㅤ
1. τοιαύτης, οἵαν ἔχει τὸ γάλα πολλάκις, ὡς ἔμπροσθεν
2. ἐδείκνυμεν ἐπὶ τῶν ἠπεπτηκότων ζώων ἢ ὑπερπεπεινηκότων ἢ
3. ὑπερδεδιψηκότων ἢ μοχθηροῖς ἐδέσμασι κεχρημένων, ἃ δὴ καὶ
4. μᾶλλον ἐπὶ γυναικῶν εἴωθε γίνεσθαι διὰ τὴν τῆς διαίτης πλημμέλειαν.
5. τὰ δ’ ὠὰ μίαν μόνην ἐπιδέχεται μοχθηρίαν τὴν ἐκ
6. τῆς παλαιότητος, ἣν ῥᾷστον φυλάττεσθαι τοῖς προσφάτοις
7. χρώμενον. ἔστι δὲ συνηθέστατον ἡμῖν εὐποριστώτατόν τε τὸ
8. τῶν ἀλεκτορίδων, καὶ διὰ τοῦτο αὐτῷ χρώμεθα μὴ δεόμενοι
9. τῶν ἄλλων, καίτοι τὴν αὐτὴν ἐχόντων φύσιν. τῇ κράσει δ’
10. ἐστὶ ψυχρότερον τοῦ συμμέτρου. χρηστέον οὖν τῷ λευκῷ
11. τῶν ὠῶν οὐ μόνον ἐπὶ τῶν ὀφθαλμῶν, ἀλλὰ καὶ ἐπὶ τῶν
12. ἄλλων ἁπάντων ὅσα τῶν ἀδηκτοτάτων δεῖται φαρμάκων,
13. ὡς τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον ἕλκη κακοήθη πάντα. μίγνυται
14. δὲ χρησίμως καὶ τοῖς τὰς ἐκ μηνίγγων αἱμοῤῥαγίας
15. ἐπέχουσι φαρμάκοις, ἅπερ ἐστὶν ἀδήκτως ἐμπλαττόμενά τε
16. καὶ στύφοντα. καὶ πρὸς τὰ κακοήθη δὲ τῶν ἑλκῶν μίγνυται
17. τοῖς ξηραίνειν ἀδήκτως ταῦτα πεφυκόσιν, ὁποῖόν ἐστι
ㅤ
1. φάρμακον ὅ τε πεπλυμένος πομφόλυξ καὶ τῶν μεταλλικῶν
2. ἔνια πλυθέντα, περὶ ὧν προείρηται κατὰ τὸν ἴδιον λόγον.
3. ἔστι δὲ καὶ ἡ λέκιθος τῶν ὠῶν ὁμοίας φύσεως, καὶ διὰ
4. τοῦτο μίγνυται κηρωταῖς ἀδήκτοις ἑψηθέντων ἢ ὀπτηθέντων
5. τῶν ὠῶν. εὔδηλον δ’ ὅτι διοίσουσιν ἀλλήλων αὗται
6. βραχεῖαν διαφορὰν διὰ τὸ ξηραντικώτερα μὲν ἠρέμα γίγνεσθαι
7. τὴν ὄπτησιν, ὅσον δὲ προσέλαβε τῆς δυνάμεως ταύτης
8. τοσοῦτον ἀπολλύναι τοῦ παρηγορικοῦ. μίγνυται δὲ καὶ καταπλάσμασιν
9. ἀφλεγμάντοις, ὥσπερ ἐν ἕδρᾳ τοῖς διὰ μελιλώτου.
10. ὠμῷ δ’ ὅλῳ ὠῷ χρώμεθα, μιγνύντες ῥόδινον ἐπὶ
11. τῶν κατὰ βλέφαρα καὶ ὦτα καὶ τιτθοὺς φλεγμονῶν, ὅσαι
12. τε πληγέντων αὐτῶν ἢ καὶ ἄλλως γίγνονται καὶ κατὰ τῶν
13. νευρωδῶν δὲ σωμάτων, οἷον ἀγκῶνός τε καὶ τῶν κατὰ τοὺς
14. δακτύλους τενόντων ἢ ἄρθρων ἐν ποσί τε καὶ χερσίν. ἐν
15. ὄξει δ’ ἑψηθὲν ὠὸν βρωθείη, ξηραίνει τὰ κατὰㅤ γαστέρα
16. ῥεύματα. καὶ εἰ μίξειας δ’ αὐτῷ τι τῶν πρὸς δυσεντερίαν ἢ
17. κοιλιακὴν διάθεσιν ἁρμοττόντων, εἴτ’ ἐπ’ ἀκάπνου τε καὶ
18. μετρίου πυρὸς, ὁποῖόν ἐστι τὸ ἐκ τῶν ἀνθράκων, ταγηνίσας
ㅤ
1. δοίης φαγεῖν, οὐ σμικρότατα τοὺς κάμνοντας ὠφελήσεις.
2. ἐπιτηδειότατα δὲ πρὸς τὴν τοιαύτην μίξιν ἐστὶν ὀμφάκιόν
3. τε καὶ ῥοῦς ὅ τε τοῖς ὄψοις ἐπιπαττόμενος, ἐρυθρὸς ὀνομαζόμενος,
4. ὅ τε χυλὸς αὐτοῦ κηκίς τε καὶ σίδια καὶ τέφρα
5. τῶν ὀπτηθέντων ὅλων κοχλιῶν. ἐπιτήδεια δὲ καὶ γίγαρτα
6. σταφυλῶν καὶ μύρτα καὶ μέσπιλα καὶ κράνα. φαρμακωδέστερα
7. δὲ τούτων βαλαύστιόν τε καὶ ὑποκυστὶς καὶ κύτινοι.
8. καὶ πρὸς κατακαύματα δὲ παραχρῆμα ὠμὸν ἐπιτιθέμενον
9. ὠφέλιμόν ἐστιν, εἴτε τις ἀναλαβὼν ἐρίῳ μαλακῷ τὸ λευκὸν
10. αὐτοῦ μόνον, εἴτε καὶ σὺν λεκίθῳ πᾶν ἀναδεύσας ἐπιθείη.
11. καὶ γὰρ ἐμψύχει μετρίως καὶ ἀδήκτως ξηραίνει. τοιούτῳ δ’
12. ὄντι χρώμεθα αὐτῷ καὶ πρὸς τὰ κατὰ τοῦ μετώπου τῶν
13. καλουμένων ἀνακολλημάτων ἐπιτιθέμενα καὶ τὰς ἐκ τῶν
14. βλεφάρων δὲ τρίχας ἀνακολλῶμεν, ἐπιμιγνύντες τι τῶν ἐπιτηδείων,
15. οἷός πέρ ἐστι καὶ ὁ λιβανωτὸς, καὶ μάλισθ’ ὅταν
16. ᾖ λιπαρὸς καὶ μὴ παλαιὸς καὶ ξηρός. ἀλλ’ ἔν γε τοῖς τοιούτοις
17. ἡ γλισχρότης τοῦ λευκοῦ τῶν ὠῶν ἐστι χρήσιμος,
18. οὐχ ἡ κρᾶσις, εἰ μὴ καθ’ ὅσον οὐδὲν ἐναντιοῦται τῷ προσφερομένῳ
ㅤ
1. φαρμάκῳ, χρήσιμον εἶναί τις αὐτὴν λέγοι. ㅤτινὰ
2. γὰρ τῶν γλίσχρων ἐναντιοῦται, καθάπερ ὁ ἰξὸς δριμὺς καὶ
3. θερμὸς ὢν εἰς τὰ μὴ δεόμενα θερμαίνεσθαι. καὶ λέλεκταί
4. γε πολλάκις ὡς τὰ μηδεμίαν ἰσχυρὰν ἔχοντα δύναμιν φάρμακα
5. μίγνυται τοῖς τὰς τοιαύτας ἔχουσιν δυνάμεις ὡς ὕλη
6. καὶ διὰ τοῦτ’ ἔστι πολύχρηστα τοῖς ἰσχυρῶς ἐνεργοῦσιν ὑπηρετοῦντα.
7. τοιοῦτον ὑπάρχον καὶ τὸ ὠὸν, ἅμα δὲ καὶ κατὰ
8. τὴν τῆς ἑψήσεως ἢ ὀπτήσεως ποσότητα προσεπικτώμενον
9. οὐ σμικρὰν διαφορὰν, πολύχρηστον γίνεται. τοῖς μὲν γὰρ
10. ξηραίνουσι τὰς ὑγρότητας φαρμάκοις ἑψηθέν τε καὶ ὀπτηθὲν
11. καὶ ταγηνισθὲν μίγνυται, τοῖς δὲ τὰ κατὰ θώρακα καὶ
12. πνεύμονα τέμνουσιν τὸ καλούμενον ῥοφητὸν, ὃ μέχρι τοσούτου
13. προσήκει δι’ ὕδατος ἕψειν, ὡς γενέσθαι θερμόν. κατὰ
14. δὲ τὴν αὐτὴν φύσιν ἐπὶ τῶν τετραχυσμένων τὴν φάρυγγα
15. διὰ κραυγὴν ἢ χυμοῦ δριμύτητα παραλαμβάνεται, περιπλαττόμενον
16. μὲν τοῖς πεπονθόσι μέρεσι καὶ προσμένον ὥσπερ
17. τι κατάπλασμα, τῷ δὲ τῆς οὐσίας ἀδήκτῳ παρηγοροῦν τε
18. ἅμα καὶ ἐκθεραπεῦον αὐτά. τῷ δ’ αὐτῷ λόγῳ καὶ τὰς
ㅤ
1. κατὰ τὸν στόμαχον καὶ γαστέρα καὶ ἔντερα καὶ κύστιν ἰᾶται
2. τραχύτητας.
3. λβ΄. Περὶ ἐχίνων κεκαυμένων. Ἐχίνων ἀμφοτέρων,
4. τοῦ τε θαλαττίου καὶ τοῦ χερσαίου, τὸ σῶμα πᾶν καιόμενον
5. ἐργάζεται τέφραν, ῥυπτικῆς τε καὶ διαφορητικῆς καὶ καθαιρετικῆς
6. δυνάμεως. ἔνιοι γοῦν αὐτῷ πρός τε τὰ ὑπερσαρκήσαντα
7. καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν ἐχρήσαντο.
8. λγ΄. Περὶ κοχλιῶν. Κοχλίαι δὲ ὅλοι, μετὰ τῶν ὀστράκων
9. καιόμενοι μιγνυμένης αὐτοῖς κηκίδος ὀμφακίτιδος καὶ
10. πεπέρεως λευκοῦ, μεγάλα ὠφελοῦσι δυσεντερίας, ἐφ’ ὧν οὐδέπω
11. σηπεδονώδη τὰ ἕλκη. προσήκει δ’ εἶναι τοῦ μὲν πεπέρεως
12. ἓν μέρος, τῆς δὲ κηκίδος δύο, τέσσαρα δὲ τῆς τέφρας
13. τῶν κοχλιῶν. ἀκριβῶς λεῖα ποιήσας ταῦτα, τοῖς τ’ ὄψοις
14. ἐπίπαττε καὶ δίδου πίνειν δι’ ὕδατος ἢ οἴνου λευκοῦ τε καὶ
15. αὐστηροῦ. χωρὶς δὲ τοῦ μιχθῆναι κηκίδι, κοχλιῶν ἡ τέφρα
16. ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, ἐχούσης τι διὰ τὴν καῦσιν
17. καὶ θερμοῦ. ἄκαυστοι δ’ οἱ κοχλίαι λειωθέντες ἅμα τοῖς
18. ὀστράκοις ἐπιτίθενται κατά τε τῆς γαστρὸς ὅλης ἐπὶ τῶν
ㅤ
1. ὑδερικῶν, κατά τε τῶν ἐν τοῖς ἄρθροις ὄγκων ἐπὶ τῶν ἀρθριτικῶν.
2. καὶ γίνεται μὲν ἡ πρόθεσις αὐτῶν δυσαφαίρετος, ἱκανῶς
3. δὲ ξηραίνει. καὶ μέντοι καὶ προσκεῖσθαι διὰ παντὸς ἐᾷν
4. αὐτοὺς προσῆκεν, ἄχρις ἂν ἀποπέσωσιν αὐτόματα. τοῦτο δὲ
5. ποιητέον κᾀπὶ τῶν δυσλύτων ἐκ πληγῆς ὄγκων καὶ περὶ
6. θλάσεως γενομένης ἐν ὠσί. ξηραίνουσι γὰρ ἱκανῶς ἅπαντας
7. αὐτοὺς, κᾂν γλίσχρον καὶ παχὺ κατὰ βάθους ὑγρὸν
8. περιέχηται.
9. λδ΄. Περὶ καρκίνων κεκαυμένων. Ἥ γε μὴν τῶν ποταμίων
10. καρκίνων τέφρα ξηραντικὴ μέν ἐστιν ὁμοίως τοῖς
11. προειρημένοις, ἰδιότητι δὲ τῆς ὅλης οὐσίας θαυμαστῶς ἐπὶ
12. τῶν λυσσοδήκτων ἐνεργεῖ, καὶ μόνη μὲν, ἀλλὰ καὶ μετὰ γεντιανῆς
13. τε καὶ λιβανωτοῦ πολὺ μᾶλλον. εἶναι δὲ χρὴ τοῦ
14. μὲν λιβανωτοῦ μοῖραν μίαν, πέντε δὲ τῆς γεντιανῆς καὶ τῶν
15. καρκίνων δέκα. καὶ ἄλλως μὲν οὖν καυθεῖσιν αὐτοῖς ἐχρησάμεθά
16. ποτε σπανίως, ὡς τὸ πολὺ δὲ καθ’ ὃν Αἰσχρίων
17. ὁ ἐμπειρικὸς ἐχρήσατο φαρμάκων ἐμπειρικώτατος γέρων, πολίτης
18. τε καὶ διδάσκαλος ἡμέτερος.ㅤ ἦν δὲ λοπὰς ἐρυθροῦ
ㅤ
1. χαλκοῦ, καθ’ ἧς ἐπιτιθεὶς ζῶντας τοὺς καρκίνους ἔκαε
2. ἄχρις οὗ τεφρωθῶσιν, ὡς εὐκόλως λειοῦσθαι. οὗτος ὁ Αἰσχρίων
3. εἶχεν ἀεὶ παρεσκευασμένον ἕτοιμον ἐπὶ τῆς οἰκίας
4. τὸ φάρμακον, ὥρᾳ θέρους κάων τοὺς καρκίνους, μετὰ τὴν
5. τοῦ κυνὸς ἐπιτολὴν, ἡνίκα λέοντι ἥλιος ἦν, ἡ σελήνη δὲ ὀκτωκαιδεκαταία.
6. πίνειν τε καθ’ ἑκάστην ἡμέραν ἐδίδου τὸ
7. φάρμακον τοῦτο τοῖς λυσσοδήκτοις, ἄχρι τῆς τεσσαρακοστῆς
8. ἐπιπάσσων ὕδατι κοχλιάριον εὐμέγεθες. εἰ δ’ οὐκ ἐξ ἀρχῆς,
9. ἀλλὰ μεθ’ ἡμέρας τινὰς τοῦ δηχθῆναι προὐνοεῖτο τοῦ δεδηγμένου,
10. δύο κοχλιάρια καθ’ ἑκάστην ἡμέραν ἐπέπαττεν. ἐχρῆτο
11. δὲ καὶ κατ’ αὐτοῦ τραύματος τῷ διὰ τῆς Βρυτίας πίττης,
12. ὀποπάνακός τε καὶ ὄξους, ἐμπλαστικῷ φαρμάκῳ, μίαν λαμβάνοντι
13. πίττης λίτραν, ἕνα δὲ ὄξους δριμυτάτου ξέστην Ἰταλικὸν,
14. ὀποπάνακος δὲ τρεῖς οὐγγίας. ταῦτα καίτοι τῆς προκειμένης
15. οὐκ ὄντα πραγματείας, ἔγραψα διὰ τὸ θαῤῥεῖν τῷ
16. φαρμάκῳ, μηδενὸς μηδέποτε ἀποθανόντος τῶν ὡς εἴρηται
17. χρησαμένων αὐτῷ. ποιήσομαι δὲ καὶ κατὰ μόνας ἑτέραν.
ㅤ
1. πραγματείαν περὶ τῶν ἰδιότητι τῆς ὅλης οὐσίας ἐνεργούντων,
2. ἐν οἷς ἐστι καὶ τὰ τοιαῦτα πάντα. συγγινώσκειν οὖν χρὴ
3. τῷ τῆς γραφῆς ἀκαίρῳ καὶ νῦν καὶ κατ’ ἄλλα χωρία τῆσδε
4. τῆς πραγματείας ἐνίοτε γεγονότι, διὰ τὴν ἐκ τῶν λεγομένων
5. ὠφέλειαν μεγίστην οὖσαν, ἣν διασώζεσθαι βούλομαι τοῖς μεθ’
6. ἡμᾶς ἀνθρώποις, εἰ καὶ μεταξὺ θάνατος γενόμενος ἀποκωλύσει
7. με γράψαι τὰς ἐφεξῆς τῆσδε τῆς πραγματείας. ἁπάντων
8. δὲ τῶν τοιούτων τὰς αἰτίας λέγειν βουλόμενος ὁ διδάσκαλος
9. ἡμῶν Πέλοψ εἰκότως ἔφη τὸν καρκίνον, ἔνυδρον ζῶον ὑπάρχοντα,
10. ὠφελεῖν τοὺς λυσσοδήκτους, οἷς φόβος ἐστὶν ἁλῶναι
11. πάθει ξηροτάτῳ τῇ λύττῃ, διὸ καὶ τὸ ὕδωρ φοβοῦνται. ποταμίους
12. δὲ τοὺς καρκίνους, οὐ θαλαττίους, ἔφασκεν ἁρμόττειν,
13. ἐπειδὴ διὰ τὴν ἐπιμιξίαν τῶν ἁλῶν, ξηραντικωτάτων
14. ὄντων, τὰ θαλάττια ζῶα τὴν πρὸς τὴν λύτταν ἐναντιότητα
15. μὴ διαφυλάξειεν ἀκριβῆ. καί τινος εἰπόντος αὐτῷ, διὰ τί
16. οὖν οὐχὶ καὶ πάντα τὰ ἐν ὕδατι ποτίμῳ ζῶα παραπλησίως
17. τοῖς καρκίνοις ὠφελεῖ; ὅτι, ㅤἔφη, τὴν ὁμοίαν σκευασίαν
ㅤ
1. τοῖς καρκίνοις οὐ δύναται δέξασθαι. τούτων γὰρ καυθέντων
2. τὴν τέφραν, ξηραντικὴν γινομένην, ἐκδαπανᾷν τε ἅμα καὶ
3. διαφορεῖν τὸν ἰὸν τῶν δακνόντων κυνῶν. ταῦτα μὲν οὖν ὁ
4. Πέλοψ ἔλεγεν, ἐπαγγελλόμενός τε καὶ φιλοτιμούμενος ἐπίστασθαι
5. τὰς αἰτίας αὐτῶν ἁπάντων. ἐγὼ δὲ ἐὰν μὴ πρότερον
6. ἐμαυτὸν πείσω γινώσκειν ἀκριβῶς τι, τοὺς πέλας οὐκ
7. ἐπιχειρῶ πείθειν. οὐκοῦν οὐδὲ τὸν τοῦ Πέλοπος λόγον ὡς
8. ἀληθῆ προσηκάμην, ἀντιλογίας ἔχοντα συχνὰς, ἀλλὰ καὶ τοὺς
9. καρκίνους ἡγοῦμαι κατὰ τὴν ἰδιότητα τῆς ὅλης οὐσίας ὠφελεῖν.
10. διὰ δὲ τὸ μηδένα τεθνάναι τῶν χρησαμένων αὐτοῖς,
11. τοῖς γε μὴν σώμασιν ὅλοις ἐβουλήθην ἤδη δεδηλῶσθαί μοι
12. τοῦτο, κᾂν μὴ τῆς ἐνεστώσης πραγματείας οἰκεῖον ᾖ. τοῦτο
13. γὰρ οὐκ ἦν τὸ προκείμενον.
14. λε΄. Περὶ χελιδόνων κεκαυμένων. Οὐδ’ ἐφ’ ὧν εἶπον
15. μόνων ζώων, ἀλλὰ καὶ τῶν χελιδόνων ἐχρήσαντο πολλοὶ
16. καίοντες καὶ τῇ τέφρᾳ μέλι μιγνύντες, εἶτα διαχρίοντες τοὺς
17. συναγχικούς. καὶ ὅλως ὅσα κατὰ φάρυγγα καὶ γαργαρεῶνα
18. σὺν ὄγκοις γίγνεται πάθη. χρῶνται δ’ ἔνιοι καὶ πρὸς ὀξυδερκίαν
ㅤ
1. τῇ τέφρᾳ ταύτῃ. σκελετεύοντες δὲ αὐτὰς ἄλλοι διδόασι
2. πίνειν δραχμῆς πλῆθος.
3. ㅤλστ΄. Περὶ τεττίγων. Καὶ τοῖς τέττιξι δὲ ξηροῖς
4. χρῶνταί τινες ἐπὶ τῶν κωλικῶν διαθέσεων, μετὰ πεπέρεως
5. ἴσων τὸν ἀριθμὸν κόκκων, καὶ διδόασιν ἢ τρεῖς ἢ πέντε
6. ἢ ἑπτὰ, κατά τε τὰ διαλείμματα καὶ τοὺς παροξυσμούς.
7. ὀπτῶντες δ’ αὐτοὺς ἄλλοι διδόασιν ἐσθίειν τοῖς πεπονθόσι
8. κύστιν.
9. λζ΄. Περὶ κορύδων. Ὅ γε μὴν κόρυδος τὸ πτηνὸν ζῶον
10. τουτὶ τὸ μικρὸν, ὃ καὶ κατὰ τὰς ὁδοὺς πολλάκις ὁρῶμεν,
11. ἑψόμενον ἐν τῷ ζωμῷ τοὺς κωλικοὺς ὠφελεῖ. χρὴ δὲ συνεχῶς
12. καὶ πολλάκις ἐσθίειν αὐτὸ μετὰ τοῦ ζωμοῦ. ἔχει δὲ ἐπὶ
13. τῆς κεφαλῆς τοῦτο τὸ ζῶον ὥσπερ τινὰ λόφον ἐκ τῶν τριχῶν
14. αὐτοφυῆ, δι’ ὃν καὶ ὁ μῦθος ὃν Ἀριστοφάνης ὁ κωμικὸς
15. ἔγραψεν ἐπλάσθη. λέγει δὲ περὶ αὐτοῦ τόνδε τὸν τρόπον·
16. ἀμαθὴς γὰρ ἔφυς καὶ πολυπράγμων, οὐδ’ Αἴσωπον
17. μεμάθηκας, ὃς ἔφασκε λέγων κόρυδον πρώτην πάντων ὀρνίθων
18. γενέσθαι, πρότερον τῆς γῆς, κᾄπειτα νόσῳ τὸν πατέρα
19. αὐτῆς ἀποθνήσκειν, γῆν δ’ οὐκ εἶναι, αὐτὸν δὲ προκεῖσθαι
ㅤ
1. πεμπταῖον, τὴν δ’ ἀποροῦσαν ὑπ’ ἀμηχανίας τὸν πατέρα
2. αὐτῆς ἐν τῇ κεφαλῇ κατορύξαι. τοῦτο δέ φασι καὶ τὸν Θεόκριτον
3. αἰνίττεσθαι λέγοντα,
5. δηλοῦν γὰρ αὐτὸν τὰς τὸν τύμβον ἐπὶ τῆς κεφαλῆς ἐχούσας.
6. προσέθηκα δὲ ταῦτα τῷ λόγῳ, διὰ τὸ βούλεσθαι σαφῶς
7. δηλῶσαι τὸ ζῶον τὸν κόρυδον, ὁποίαν τινὰ τὴν ἐπὶ
8. τῆς κεφαλῆς ἀνάστασιν ἔχει τῶν τριχῶν, ἐπειδὴ τῆς ὠφελείας
9. αὐτοῦ πρὸς τοὺς κωλικοὺς ἐπειράθην, καὶ βούλομαι
10. καλῶς γνωρίσαι τοῖς οὐκ εἰδόσιν αὐτὸ, ἐπειδὴ τοῖς πυργήτοις
11. ὀνομαζομένοις ἔοικεν, ἀλλὰ τῷ τε λόφῳ διακρίνεται καὶ
12. βραχύ τι μείζων ἐστὶν αὐτοῦ. καὶ γάρ τοι καὶ ἡ κορυδαλὶς
13. καλουμένη βοτάνη καὶ αὐτοῖς κωλικοῖς ἁρμόττει. καί σοι καὶ
14. τοῦτο κατὰ τὸ πάρεργον ἐγνώσθω.
15. λη΄. Περὶ ἀλεκτορίδων. Ὅ γε μὴν τῶν ἀλεκτορίδων
16. ἁπλοῦς ζωμὸς ἐπικεραστικῆς ἐστι δυνάμεως, ὥσπερ ὁ τῶν
17. παλαιῶν ἀλεκτρυόνων ὑπακτικῆς. ἕψειν δὲ αὐτοὺς χρὴ μεθ’
18. ἁλῶν ἐπὶ πλεῖστον. ἀλλὰ τούτων μὲν αὐτοὶ πεῖραν ἔχομεν.
1. λθ΄. Περὶ γαλῆς. Γαλῆν δὲ οὐδέποτε ἐκαύσαμεν, ἐφ’
2. ἧς γεγράφασι τὴν τέφραν καταχριομένην μετ’ ὄξους ὠφελεῖν
3. ποδαγρικούς τε καὶ ἀρθριτικοὺς, ὡς ἱκανῶς διαφορεῖν πεφυκυῖαν,
4. σκελετευθεῖσαν δὲ πινομένην ἐπιλήπτους, κατὰ τὴν
5. αὐτὴν δηλονότι δύναμιν. ἔνιοι δὲ καὶ πάντως ἀλεξιφάρμακον
6. εἶναι θηρίου, καὶ μάλιστα τὴν κοιλίαν αὐτῆς.
7. μ΄. Περὶ κεκαυμένων βατράχων. Τῶν γε μὴν κεκαυμένων
8. βατράχων τὴν τέφραν αἱμοῤῥαγίας ἴαμά φασιν ὑπάρχειν
9. ἐπιπαττομένην, ἀλωπεκίας δὲ ἰᾶσθαι μετὰ πίττης ὑγρᾶς.
10. μα΄. Περὶ ἱπποκάμπου. Καὶ τὸν ἱππόκαμπον δὲ τὸ
11. θαλάττιον ζῶον ὅλον καυθὲν ἔγραψάν τινες ἀλωπεκίας ὠφελεῖν,
12. καὶ αὐτὸ δηλονότι ξηραντικῆς τε καὶ λεπτομεροῦς δυνάμεως
13. ὑπάρχειν ἢ τὴν τέφραν αὐτοῦ. μιγνύουσι δ’ αὐτὴν
14. τινὲς μὲν ἀμαρακίνῳ μύρῳ, τινὲς δ’ ὑγρᾷ πίττῃ, τινὲς δὲ
15. παλαιῷ στέατι ὑός.
16. ㅤμβ΄. Περὶ ταριχηρῶν τελλινῶν. Καὶ τὰς ταριχηρὰς
17. δὲ τελλίνας καυθείσας καυστικὴν ἐργάζεσθαι τέφραν
18. εἰς τοσοῦτόν φασιν, ὥστε μετὰ κεδρίας μιγνυμένην αὐτὴν,
ㅤ
1. ὅταν ἐκ τῶν ῥιζῶν ἐξέλωμεν τὰς τρίχας τῶν βλεφάρων, ἐνσταζομένην
2. τῷ χωρίῳ κωλύειν αὖθις αὐτὰς ἀναφύεσθαι.
3. Περὶ γῆς ἐντέρων. Χωρὶς δὲ καύσεως ἢ ἑψήσεως ὅλων τῶν
4. ζώων ἐπιτιθεμένων τοῖς πεπονθόσι μορίοις ἢ εἴσω τοῦ σώματος
5. λαμβανομένων ἐπειράθησαν, ἢ ὡς πεπειραμένοι γεγράφασιν
6. ἔνιοι τῶν ἰατρῶν γῆς μὲν ἔντερα λειωθέντα, νεύροις
7. διῃρημένοις ἐπιτιθέμενα, παραχρῆμα θαυμαστῶς ὀνινάναι,
8. τὰ δ’ αὐτὰ ταῦτα πάντα σὺν γλυκεῖ πινόμενα φάρμακον
9. οὐρητικὸν εἶναι.
10. μγ΄. Περὶ κόρεων. Γεγράφασι δὲ καὶ περὶ κόρεων,
11. ὡς εἰ μετ’ ὄξους ποθεῖεν, ἐκβαλλόντων βδέλλας καταπεπομένας.
12. ἀλλ’ ἡμεῖς γε διὰ σκορόδων ἐδωδῆς ἐκβάλλοντες αὐτὰς
13. ἀεὶ κόρεων οὐκ ἐδεήθημεν.
14. μδ΄. Περὶ κανθαρίδων. Κανθαρίδων γε μὴν ἱκανὴν
15. πεῖραν ἔχομεν ἐπὶ τῶν ψωρωδῶν ὀνύχων, οἷς ἐπιτιθέμεναι
16. μετὰ τῶν ἐπιτηδείων κηρωτῶν ἢ ἐμπλαστῶν φαρμάκων ἐξάγουσιν
17. αὐτοὺς, ὡς ἐκπίπτειν ὅλους. ἐμίξαμεν δὲ καὶ ταῖς
18. πρὸς ψώρας καὶ λέπρας ἁρμοζούσαις δυνάμεσι καί τισι τῶν
ㅤ
1. σηπτῶν, ἐνίοτε δὲ καὶ τῶν τοὺς καλουμένους ἥλους ἐκβαλλόντων.
2. εἷς δέ τις τῶν ἡμετέρων διδασκάλων ἐνέβαλλεν αὐτῶν
3. ὀλίγον εἰς οὐρητικὸν φάρμακον. ἔνιοι δὲ μόνα τὰ πτερὰ
4. καὶ τοὺς ㅤπόδας ἐμβάλλουσιν, ἃ δὴ καὶ ἀλεξητήριά
5. φασιν εἶναι τοῖς τὰ τώματα πιοῦσιν αὐτῶν. ἔνιοι δὲ ἔμπαλιν,
6. ἡμεῖς δὲ ὅλας ἐμβάλλομεν. ἐπιτηδειότεραι δ’ εἰσὶ πρὸς
7. ἅπερ ἔφην λέγων πεπειράσθαι τῶν κανθαρίδων ἐκ τῶν πυρῶν
8. ὅσαι μηλίνας ἐγκαρσίας ζώνας ἔχουσιν ἐν τοῖς πτεροῖς,
9. καὶ μᾶλλον, ἐὰν ἐμβαλὼν αὐτὰς εἰς ἀγγεῖον καινὸν κεράμιον,
10. εἶτα περιτιθεὶς τῷ στόματι τοῦ ἀγγείου τῶν ἀραιῶν
11. ὀθονίων τι κρατῇς οὕτω τὸ ἀγγεῖον, ὡς ἐστράφθαι τὴν
12. ὀθόνην κάτω, δεχομένην τὸν ἀναφερόμενον ἀτμὸν τοῦ ὄξους
13. ἄχρις ἂν ἀποθάνωσιν αἱ κανθαρίδες.
14. με΄. Περὶ βουπρήστεως. Οὕτω δὲ καὶ τὰς βουπρήστεις
15. ἀποτίθεσθαι προσῆκεν. εἰσὶ δὲ καὶ αὗται γένος τι ζώου,
16. παραπλήσιον κανθαρίσι κατὰ τὴν ἰδέαν καὶ τὴν δύναμιν.
17. μστ΄. Περὶ πιτυοκάμπης. Καὶ μὴν καὶ ἐπὶ ταῖς
18. πίτυσι κάμπαι, καλούμεναι δὲ εἰκότως πιτυοκάμπαι, τοιαύτης
19. εἰσὶ δυνάμεως.
1. μζ΄. Περὶ σαλαμάνδρας. Καὶ τῆς σαλαμάνδρας δὲ
2. καυθείσης τὴν τέφραν ἔνιοι μιγνύουσι σηπταῖς τε καὶ λεπρικαῖς
3. καὶ ψωρικαῖς δυνάμεσι.
4. ㅤμη΄. Περὶ νάρκης. Καὶ τὴν νάρκην δ’ ὅλην,
5. λέγω δὲ δηλονότι τὸ θαλάττιον ζῶον, ἔγραψαν ἔνιοι κεφαλαλγίας
6. ἰᾶσθαι προσφερομένην τῇ κεφαλῇ καὶ τὴν ἐξεστραμμένην
7. ἕδραν ἐντρέπειν. ἀλλ’ ἐγὼ πειραθεὶς ἀμφοῖν οὐδέτερον
8. ἐργαζομένην εὗρον. ἐννοήσας οὖν αὐτὴν ἔτι ζῶσαν προστιθέναι
9. τινὶ κεφαλὴν ὀδυνωμένῳ, δύνασθαι γὰρ ἀνώδυνον
10. εἶναι φάρμακον, ὁμοίως τοῖς ἄλλοις ὅσα ναρκοῖ τὴν αἴσθησιν
11. εὗρον οὕτως ἔχειν. οἴομαι δὲ καὶ τὸν πρῶτον χρησάμενον
12. ἔκ τινος τοιαύτης ἐπινοίας ὁρμηθέντα χρῆσθαι.
13. μθ΄. Περὶ δράκοντος θαλαττίου καὶ τρίγλης. Ζῶντα
14. δ’ ἀναπτυχθέντα καὶ παραχρῆμα προσενεχθέντα τοῖς πεπονθόσι
15. μορίοις ὠφελεῖν ἔγραψαν ζῶα ταυτὶ, δράκοντα μὲν θαλάττιον
16. ἐπὶ τῆς ἰδίας πληγῆς ἐπιτιθέμενον, ὡσαύτως δὲ καὶ
17. τρίγλην ἐπὶ τὴν τοῦ δράκοντος, μῦς δὲ τοὺς κατ’ οἶκον ἐπὶ
18. τὴν τοῦ σκορπίου, καθάπερ καὶ τὴν σαῦραν, μυγαλὴν δ’ ἐπὶ
ㅤ
1. τὴν ἑαυτῆς καὶ σαῦραν τὴν Χαλκιδικὴν, ἣν καὶ δι’ οἴνου
2. ποτίζουσιν, ὡς θεραπεύουσαν τὸ ἑαυτῆς δῆγμα. καὶ σκορπίον
3. δὲ τὴν ἑαυτοῦ πληγὴν ἐκθεραπεύειν ἐπιτιθέμενον λεῖον·
4. ὡσαύτως δὲ καὶ ὀπτὸν ἐσθιόμενον. ἁρμόττειν δ’ αὐτόν φασι
5. καὶ τοῖς ὑπ’ ἐχίδνης δηχθεῖσιν, ἀσκαλαβώτην δὲ τοῖς ὑπὸ
6. σκορπίου. λέγουσι δὲ κᾀν τοῖς κατ’ Αἴγυπτον χωρίοις σκελετευθέντα
7. τὸν καλούμενον ἀσείρακον τοῖς ὑπὸ σκορπίου πληγεῖσι
8. δίδοσθαι καὶ τὸ καλούμενον κύβιον ἐπὶ κυνὸς δήγματος
9. ὠφελίμως παραλαμβάνεσθαι κατὰ τοῦ τραύματος ἐπιτιθέμενον,
10. ἄλλα τε πολλὰ τοιαῦτα, περὶ ὧν ἐπιπλέον ἐροῦμεν
11. ἐν τοῖς κατὰ ἰδιότητα τῆς ὅλης οὐσίας ἐνεργοῦσιν. ἐν
12. ἐλαίῳ δ’ ἑψηθέντων ὅλων ζώων ἐχρήσαντο τῷ ἐλαίῳ τινὲς
13. τῶν καθ’ ἡμᾶς ἰατρῶν. ἔνιοι δὲ τῶν ἔμπροσθεν, ἕνεκα
14. μὲν ψιλώσεως τριχῶν πιτυοκάμπαις τε καὶ ταῖς θαλαττίαις
15. ἀκαλήφαις καὶ λαγωῷ τῷ θαλαττίῳ καὶ σκολοπένδρᾳ τῇ
16. θαλαττίᾳ· πρὸς ὠταλγίαν δὲ σίλφαις ἐνεψηθείσαις τῷ ἐλαίῳ
17. καὶ τοῖς καλουμένοις ὀνίσκοις. ἔστι δὲ ζῶα σφαιρούμενα κατὰ
18. τὴν εἰς ἑαυτὸν σύνοδον, ἅπερ ὀνομάζουσί τινες τῶν παρ’ ἡμῖν
ㅤ
1. κυάμους, ἐπειδὴ παραπλήσιοι τοῖς ἐδωδίμοις κυάμοις εἰσὶν,
2. ὅταν ἑαυτοὺς σφαιρώσωσι φαιοὶ κατὰ τὴν χρόαν ὄντες. ἐπὶ
3. δὲ τῆς ἀγροικίας ἔστιν ἰδεῖν πλείστους τούτους γεννωμένους
4. ὑπὸ ταῖς ὑδρίαις, αἷς ἀπὸ τῶν κρηνῶν κομίζουσι τὸ ὕδωρ
5. οἱ ἀγροῖκοι, κατατίθενται δ’ αὐτὰς πλησίον τῆς ἑστίας, καί
6. τινας τῶν κατὰ ἀγρὸν ἰατρευόντων εἶδον ἀεὶ χρωμένους τῷ
7. ἐξ αὐτῶν ἐλαίῳ πρὸς τὰ τῶν ὤτων ἀλγήματα πάντα, μὴ
8. διοριζομένους κατὰ τίνα γέγονε διάθεσιν· ὅθεν εἰκότως ἐνίοτε
9. μὲν ἐπιτυγχάνουσιν, ἐνίοτε δὲ καὶ βλάπτουσι. καὶ τί θαυμαστὸν,
10. ὅπου καὶ τῶν ἐνδόξων ἰατρῶν ἔνιοι χωρὶς διορισμοῦ
11. περὶ τῶν τοιούτων ἔγραψαν; τοιαῦτα γοῦν ἐστι καὶ τὰ τῶν
12. εὐπορίστων φαρμάκων Ἀπολλωνίου βιβλία. οὗτος τοίνυν καὶ
13. τὰ τῆς γῆς ἔντερα γέγραφεν ἐν ἐλαίῳ καθεψηθέντα τῶν
14. ὤτων ἀλγήματα πραΰνειν, ἔνιοι δὲ στέατι χηνὸς ἀξιοῦσι
15. μίξαντας οὕτω χρῆσθαι.
16. ㅤν΄. Περὶ ἀλωπέκων καὶ ὑαινῶν. Περὶ δὲ τῶν
17. ὅλων ἐν ἐλαίῳ καθεψομένων ἀλωπέκων, οὕτως γάρ τινες
18. ἀρθριτικοὺς θεραπεύουσιν, οἱ μὲν ζώσας ἐμβάλλοντες μεγίστῳ
19. λέβητι τὰς ἀλώπεκας, οἱ δὲ καὶ τεθνεώσας, ἀναγκαῖον εἰπεῖν
ㅤ
1. ἐπιπλέον, ἐπειδὴ πολλοὺς ἔδοξαν κατ’ ἀρχὰς μὲν ἀπηλλαχέναι
2. τοῦ πάθους, οὐ μετὰ πολὺν δὲ χρόνον ὠφεληκέναι
3. μόνον. ἐπανῆλθε γὰρ αὐτοῖς τὸ πάθος, οὐ μὴν οὕτω γε
4. σφοδρὸν ὡς ἔμπροσθεν ἦν. ἔστι δὴ τὸ κατὰ τὰς ἀλώπεκας
5. οὐδέν τι διαφορητικώτερον τοῦ κατὰ τὴν ὕαιναν, ἧς ὁμοίως
6. ἑψομένης ἐν ἐλαίῳ διαφορητικώτατον γίνεται τοὔλαιον. εἴρηται
7. δὲ πολλάκις ὡς τοῖς τοιούτοις φαρμάκοις ὑπάρχει τὰ
8. διὰ βάθους ἐν τῷ σώματι περιεχόμενα πρὸς τὴν ἐπιφάνειαν
9. ἕλκειν καὶ κατὰ τοῦτο τὰς ὀδύνας ἐνίοτε παύειν. οὐ γὰρ
10. δὴ διὰ παντός γε τοῦτ’ αὐτοῖς ἕπεται μόνον, ἐκείνων τῶν
11. ὀδυνῶν παυομένων ὑπὸ τῶν τοιούτων φαρμάκων, ἐφ’ ὧν
12. ἐν τῷ βάθει περιέχεται χυμὸς ὀδύνης ποιητικὸς, ἢ διὰ τὸ
13. πάχος τῆς οὐσίας ἢ διὰ ψύξιν ἢ δριμύτητα σφοδρὰν ἢ καὶ
14. πνεῦμα φυσῶδες, οὐκ ἔχον διέξοδον. οἱ τοίνυν ταῖς ἀλώπεξι
15. χρώμενοι καὶ αὐτοὶ διαφορητικὸν εἰργάζοντο τοὔλαιον, εἶτα
16. πυέλους αὐτῷ πληροῦντες ἐνεβίβαζον αὐταῖς ὅλους τοὺς
17. ἀρθριτικοὺς, ἐνδιατρίβειν χρόνῳ συχνῷ κελεύοντες, ἐκ τούτου
ㅤ
1. τε συνέβαινεν οὐ μόνον τοὺς περὶ τοῖς ἄρθροις ὄγκους
2. αὐτῶν, ἀλλὰ καὶ τὸ σύμπαν σῶμα κενοῦσθαι. πληθωρικῶς
3. οὖν ὅλου τοῦ σώματος αὐτοῖς προδιακειμένου θαυμαστὸν
4. οὐδὲν ἦν ὠφέλειαν τῇ κενώσει γενέσθαι, μηδενὸς μὴν ἐπιῤῥέοντος
5. τοῖς πεπονθόσι μέρεσι διὰ τὸ κενοῦσθαι τὸ σύμπαν
6. σῶμα, τῶν ἐν αὐτοῖς περιεχομένων χυμῶν διαφορουμένων.
7. ὥσπερ δ’ ἔμπροσθεν ἀπαθοῦς ὄντος αὐτοῖς τοῦ σώματος
8. ἡ μοχθηρὰ δίαιτα τὸ πάθος εἰργάσατο, κατὰ τὸν
9. αὐτὸν τρόπον ἢ καὶ μᾶλλον ἔτι διὰ τῆς ὁμοίας διαίτης εἰκὸς
10. ἦν αὖθις αὐτοὺς ὡσαύτως διατεθήσεσθαι τοῖς πεπονηκόσιν
11. ἄρθροις.