ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΚΡΑΣΕΩΕ ΚΑΙ ΣΥΝΑΜΕΩΣ
ΒΙΒΛΙΟΝ Λ.
1. Προοίμιον. Τὰ πλεῖστα τῶν ἐν τοῖς ζώοις μορίων
2. κοινὰ πᾶσιν αὐτοῖς ἐστιν, οὐδὲν μὴν οὕτω κοινὸν ὡς
3. ἡ σάρξ. πᾶν γὰρ ζῶον ἔχει ταύτην. ἔναιμον μὲν ἄνθρωπός
4. τε καὶ τετράποδα πάντα καὶ ὄρνιθες, ὄφεις τε καὶ σαῦροι
5. καὶ χελῶναι καὶ ἄλλα τοιαῦτα· χωρὶς δ’ αἵματος τά τ’
6. ὄστρεα πάντα καὶ τῶν ἐνύδρων οὐκ ὀλίγα, καθάπερ καὶ τῶν
ㅤ
1. ἐν αὐτῇ τῇ γῇ. καὶ τὸ ἐσθιόμενον τῶν ζώων ἡ σάρξ ἐστι
2. μάλιστα. καὶ γὰρ καὶ τῶν σπλάγχνων ὁ πλεῖστος ὄγκος ἐκ
3. τῶν κατ’ αὐτὰς γίνεται σαρκῶν. ἔνιοι δὲ τῶν ἰατρῶν τὴν
4. μὲν ἐν τούτοις σάρκα παρέγχυμα καλοῦσιν, διότι τῶν φλεβῶν
5. ἐκχεόμενον τὸ αἷμα περιπήγνυται πᾶσι τοῖς ἀγγείοις,
6. ὡς ἐκεῖνοι νομίζουσιν, τὴν δ’ ἐν τοῖς μυσὶ μόνην ὀνομάζουσι
7. σάρκα. περὶ μὲν δὴ τῶν ὀνομάτων, ὡς ἀεί φαμεν, ἐρίζειν
8. οὐ χρὴ, τὴν δὲ τῶν πραγμάτων αὐτῶν ἐπιστήμην ἀσκητέον,
9. ἧς καὶ ἡμεῖς ἀντιποιούμενοι διὰ παντὸς, ὅσα περὶ τῶν καθ’
10. ἕκαστον ζῶον μορίων ἰδίων καὶ κοινῶν ἐπιστάμεθα, τὰ μὲν
11. ἐκ τῆς πείρας, τὰ δ’ ἐκ τοῦ λόγου διδαχθέντες, ἐφεξῆς ἐροῦμεν
12. ἅπαντα τὴν ἀρχὴν ἀπὸ τῆς ἰδίως ὀνομαζομένης σαρκὸς
13. ποιησάμενοι.