Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.1, ed. Kühn, 1826, vol. 11, p. 459-462. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.1

[Capitulum 1] ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΛΥΝΑΜΕΩΣ
ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΒΙΒΛΙΟΝ Β.

1. Οἱ τοὺς οἰκείους ὅρους ὑπερβαίνοντες σοφισταὶ
2. μακρὸν ἡμῖν ποιοῦσιν τὸν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων
3. δυνάμεως λόγον. πόῤῥωθεν γὰρ ἀρχόμενοι καὶ τὴν
4. αἴσθησιν ἀτιμάζοντες, ἐμβάλλοντές τε σφᾶς αὑτοὺς εἰς τὰ
5. καὶ ἐν τοῖς φιλοσόφοις ἠπορημένα, προσαπολλύουσιν οἷς
6. ἀγνοοῦσιν καὶ τὰ σαφῶς γινωσκόμενα. καὶ ταῦτα ποιοῦσιν
7. οἱ πλείους αὐτῶν ἀμαθεῖς ὑπάρχοντες οὐ τῆς φυσικῆς θεωρίας
1. μόνον, ἀλλὰ καὶ τῶν λογικῶν μεθόδων, αἷς ἀναγκαῖον
2. ἐστιν χρῆσθαι τὸν ὁτιοῦν ἀποδείξαντα, ὥστε μήθ’ ὅσα καλῶς
3. εὕρηται τοῖς φυσικοῖς ἀνδράσιν μήθ’ ὑπὲρ ὧν αὐτῶν εὐλόγως
4. ἠπόρηται γινώσκοντες, ἑκατέροις πολλάκις ἀποφαίνεσθαι
5. τολμῶσι τἀναντία. φέρε δὲ ὦ πρὸς θεῶν, εἴπερ ἐγὼ νῦν
6. ἀρξάμενος ὧδέ πως λέγειν, ὡς τεττάρων ὄντων στοιχείων
7. ἀέρος καὶ γῆς ὕδατός τε καὶ πυρὸς, ὡς οὐδενὸς ἄλλου ξύμφυτόν
8. ἐστι τὸ λευκὸν καὶ λαμπρὸν χρῶμα, πλὴν αὐγῆς καὶ
9. πυρὸς, εἶτα καὶ τὸν Ἐμπεδοκλέα καὶ τοὺς ἄλλους τινας τῶν
10. φυσικῶν ἐπὶ τῷ λόγῳ καλέσας μάρτυρας, ἅπαντα τὰ λαμπρὰ
11. σώματα πυρὸς πλείστου μετέχειν ἀποφηναίην ἀμελήσας
12. ἐμβλέψαι χιόνι καὶ ψιμυθίῳ καὶ κρυστάλλῳ ἑτέροις τε μυρίοις
13. τῶν λαμπροτάτων τε ἅμα καὶ ψυχροτάτων, εἶτά τινος αὐτὰ
14. προχειριζομένου, τὸν ἀπὸ τῆς αἰσθήσεως ἔλεγχον ἀποδιδράσκων
15. ἀξιοίην ἐπὶ τὸν λόγον ἰέναι καὶ τούτῳ σκοπεῖσθαι
16. περὶ φύσεως πραγμάτων, οὐκ αἰσθήσεσιν ἀλόγοις ἐπιτρέπειν
17. τὸ πᾶν, ἆρ’ οὐκ ἂν τοῖς νοῦν ἔχουσιν μαίνεσθαι δόξαιμι,
18. μηδ’ ἀφ’ ὧν ἄρχομαι τοῦ λόγου γινώσκων; ἐξ αἰσθήσεως
1. γὰρ, οἶμαι, καὶ δι’ αἰσθήσεως ἅπαντα τὰ τοιαῦτα τῶν ἀξιωμάτων
2. ἐμάθομεν, ὡς ὁ μὲν ἥλιος λαμπρὸς ἐστιν, αἱ δὲ φλόγες
3. ὑπόξανθοι, τῶν δ’ ἀνθράκων οἱ πλεῖστοι ξανθοί. εἰ
4. μὲν οὖν ἀποστητέον ἐστὶ ταῖς αἰσθήσεσιν, οὐδεμίαν ἕξομεν
5. ἀπόδειξιν οὔθ’ ἡμεῖς ὧν νῦν εἰρήκαμεν οὔτε Ἐμπεδοκλῆς
6. ὡδὶ γράφων,

7. Ἠέλιον μὲν θερμὸν ὁρᾷν καὶ λαμπρὸν ἁπάντη.

8. εἰ δέ ἐστιν ἀληθῆ ταῦτα, δῆλον ὡς πολὺ πρότερον αὐτῶν
9. τὴν αἴσθησιν εἶναι χρὴ πιστήν. ἀλλ’ ἄρχεσθαι μέν φασιν ἀπὸ
10. τῶν αἰσθήσεων ἀναγκαῖόν ἐστιν ἀνθρώπους γε ὄντας, οὐ
11. μὴν ἐπ’ αὐτήν γε προσήκει καταμένειν διὰ παντὸς, ἀλλ’ ἐπὶ
12. τὸ θειότερον ἰέναι τὸν λόγον. αἰσθήσεως μὲν γὰρ καὶ τοῖς
13. ἀλόγοις ζώοις μετεῖναι, λόγου δὲ μόνον τοῖς θεοῖς. κᾀντεῦθεν
14. ἀρξάμενοι, δολιχὸν ἀποτείνουσι τὸν λόγον. καί τινες
15. ἐξ αὐτῶν καὶ τὸν Ἀναξαγόραν ἐπικαλοῦνται μάρτυρα, περὶ
16. τῆς χιόνος ἀποφηνάμενον, ὡς οὐκ εἴη λευκή. οὗτος ἄρα,
17. φασί, φυσικὸς ἀνὴρ ὑπὲρ τὴν αἴσθησίν ἐστιν καὶ καταφρονεῖ
1. μὲν τῶν ταύτης φαντασμάτων, ἐπὶ δὲ τὸν λόγον ἀνέρχεται,
2. καὶ τούτῳ τὴν τῶν ὄντων θηρᾶται φύσιν. ἐμὲ δ’ εἰ χρὴ τὸ
3. παριστάμενον εἰπεῖν, ὡς ἐλευθέριόν τε καὶ παρ’ ὅλον τὸν
4. βίον ἀλήθειαν σπουδάσαντα, μελαγχολίας ἐπέκεινα προεληλυθέναι
5. νομίζω τοὺς τὰ τοιαῦτα ληροῦντας. εἰ μὲν γὰρ ἀνατρέψουσι
6. τὰ διὰ τῶν αἰσθήσεων ἐναργῶς φαινόμενα, πόθεν
7. ἄρξονται τῶν ἀποδείξεων οὐχ ἕξουσιν. εἰ δ’ ὡς ἀπὸ πιστῶν
8. ἄρξονται, πῶς ὕστερον εὐλόγως ἀπιστήσουσιν; αἱ γὰρ τῶν
9. ἀποδείξεων ἀρχαὶ πιστότεραι τῶν ἀποδεικνυμένων, ἃ τῆς
10. ἐξ ἑτέρων δεῖται πίστεως. αἱ δ’ ἀρχαὶ τῶν ἀποδείξεων οὔ
11. μόνον αὐταὶ καθ’ ἑαυτὰς, ἀλλὰ καὶ πρὸς τὴν τῶν ζητουμένων
12. εὕρεσιν ὑπάρχουσι πισταί.

Cliquer un n° de page pour en afficher l’image