Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.10, ed. Kühn, 1826, vol. 11, p. 485-487. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.10

10. Σφάλλονται δ’ ἔνιοι τῶν ἰατρῶν οὐ περὶ
11. ταῦτα μόνον, ἀλλὰ κᾀν ταῖς περὶ τῶν παθημάτων δόξαις.
12. αὐτίκα τοὔλαιον, ὅτι μὲν ἴαμα κόπων ἐστὶν ἅπαντες σχεδὸν
13. ὁμολογοῦσιν. ὁποῖον δέ τι πάθος ὁ κόπος ἐστὶν, οὐκέτι ὁμοδοξοῦσιν.
14. ὁ μὲν γάρ τις ξηρότητα τῶν ἄρθρων εἶναί φησιν,
15. ἐξικμασθέντων ἐν ταῖς κινήσεσιν, ὁ δέ τις καὶ τῶν μυῶν
16. προστίθησιν, ἕτερος δέ τις ἔμπαλιν τούτοις ὑγρότητα πολλὴν
17. καὶ τάσιν καὶ θερμασίαν, ἐπελθόντος γε ῥεύματος τοῖς
18. σφοδρῶς κινηθεῖσι μέρεσιν. ἄλλος δὲ οὐ πλῆθος ὑγρῶν, ἀλλὰ
1. ποιότητα μόνην αἰτιᾶται, συντήξεις τινὰς φάμενος ἐν ταῖς
2. ἀμετροτέραις κινήσεσιν γίγνεσθαι πιμελῆς τε ἅμα καὶ σαρκὸς
3. ἁπαλῆς, ὧν μέρος μέν τι διαπνεῖσθαι εἰς τοὐκτὸς, μέρος δ’
4. ἴσχεσθαι κατὰ τὸ σῶμα, καὶ τοῦτο δριμὺ καὶ δακνῶδες ὑπάρχον,
5. τὴν οἷον ἐλαιώδη διάθεσιν ἐργάζεσθοι. ὥστ’ εἰ καὶ τὸ θεραπεύεσθαι
6. τοὺς κόπους ὑπὸ τοῦ ἐλαίου συμφωνεῖται, τό γε τῆς
7. διαθέσεως τοῦ σώματος ἀμφισβητούμενον οὐδὲν ἐᾷ συλλογίζεσθαι
8. βέβαιον ὑπὲρ ἐλαίου δυνάμεως. οὐ μόνον δὲ ἐπὶ
9. κόπου τοῦτο συμβέβηκεν, ἀλλὰ κᾀπειδὰν ἀλγήματος ἕνεκεν,
10. ἢ δήξεως, ἢ φλεγμονῆς ἔλαιον ποτίζωμεν, ἢ δι’ ἕδρας ἐγχέομεν,
11. ἢ καταντλῶμεν. ἐπὶ μὲν γὰρ τῶν φλεγμαινόντων ἑλκῶν
12. οὐ μόνον, ἀλλὰ μεθ’ ὕδατος αὐτὸ συμμέτρως θερμοῦ καταχέομεν,
13. ὥσπερ ἐν τοῖς κόποις ἅμα τοῖς διὰ τῶν γλυκέων
14. ὑδάτων λουτροῖς. ὁμολογεῖται δ’ οὐδ’ ἐπὶ τῆς φλεγμονῆς,
15. ἡ διάθεσις ὁποία τίς ἐστιν. ἐνιέντες δὲ διὰ τῆς ἕδρας, ἢ ποτίζοντες,
16. οὐδ’ οὖν οὐδὲ τότε γινώσκομεν ἐναργῶς ὁποίῳ
17. τινὶ σώματι προσάγομεν αὐτὸ, πότερα φλέγματος, ἢ χολῆς,
18. ἤ τινων ἄλλων περιττωμάτων μεστῷ. δῆλον γὰρ ὡς οὐχ
1. ὁμοίως διαθήσει τὸν ἄνθρωπον, ἐπειδὰν φλέγματος γλίσχρου
2. μεστὸν εὕρῃ τὸ ἔντερον ἅπαν ἅμα τῇ γαστρὶ, κᾀπειδὰν χολωδῶν
3. περιττωμάτων, ἤ τινων ἄλλων δριμέων χυμῶν, ἢ
4. κόπρου πολλῆς, ἢ τούτων μὲν μηδενὸς, καθαρᾶς δ’ ἀκριβῶς
5. ἐπιτύχῃ τῆς τε γαστρὸς ἁπάσης καὶ τῶν ἐντέρων, ἢ πρὸς τῷ
6. καθαρὸν εἶναι τοῦτο καὶ τετραχυσμένον ὑπάρχει.

Cliquer un n° de page pour en afficher l’image