8. Ἐνίοτε δὲ κατὰ συμβεβηκὸς ἰάσαιτ’ ἂν
9. δήξεις τὸ ἁλμῶδες, ὥσπερ καὶ τὸ μελίκρατον καὶ ἅλμη καὶ
10. γάλακτος ὀῤῥός. συνεξάγονται γὰρ σὺν αὐτοῖς ἐνίοτε ταῦτα
11. τὸν τὴν δῆξιν ἐργαζόμενον χυμὸν, ἰάματά τε γίγνεται δήξεως
12. ὁμοίως τοῖς ἄλλοις ἅπασιν, τοῖς ἀποπλύνουσί τε καὶ
13. ῥύπτουσιν. ἀλλὰ μετὰ τὴν ἔνεσιν οὐχ ὅπως παύει τὰ
14. τοιαῦτα φάρμακα τὴν δῆξιν εὐθὺς, ἀλλὰ καὶ παροξύνει.
15. τῷ γὰρ τῆς κενώσεως λόγῳ τὴν ἴασιν, οὐ τῷ τῆς ἐπικράσεως
16. ἐργάζεται. κηρωτὴ μέντοι πολλάκις ἐνεθεῖσα διὰ ῥοδίνου
17. καὶ στέατος ἢ πιμελῆς, ἐν τῷ παραχρῆμα τὰς δήξεις
18. ἰάσατο τῷ τῆς ἐπικράσεως λόγῳ. καὶ μὲν δὴ καὶ ἔλαιον
ㅤ
1. αὐτὸ μόνον γλυκύτατον τοῦτο πολλάκις ἔδρασεν, ὥσπερ
2. οὖν καὶ στέαρ τράγου, ἢ χόνδρου χυλὸς, ἢ κηρωτὴ δι’
3. ἐλαίου γλυκέος. ἡμεῖς δὲ καὶ τοῖς διά τινα ψύξιν ἀλγοῦσι
4. τἀντὸς ἐνιέντες ἐλαίου θερμοῦ παραχρῆμα πολλάκις ἀνωδύνους
5. εἰργασάμεθα. καὶ εἰ μείζονα δὲ τὴν ψύξιν εἶναι
6. στοχαζόμεθα, προσεπιβάλλομεν ἄνηθον, θερμαίνοντες τοὔλαιον,
7. εἰ δ’ ἔτι μείζονα, καὶ πήγανον καὶ ἄσφαλτον. τοιαῦτα
8. οὖν ἅπαντα τοῖς πολλοῖς τῶν ἰατρῶν οὐκ εἰδόσιν
9. οὔτε τὴν ὑπὸ δυσκρασίας γινομένην ὀδύνην διορίσασθαι
10. τῆς ὑπὸ κακοχυμίας, οὐδ’ ὅτι τῶν ἐνιεμένων φαρμάκων
11. ὀδύνης ἕνεκα τὸ μὲν τῷ θερμαίνειν τὸ κατεψυγμένον μόριον
12. ἰᾶται, τὸ δὲ τῷ κενοῦν τὸν δάκνοντα χυμὸν, τὸ δὲ
13. τῷ κατακεραννύναι. πολλάκις δὲ καὶ μικταὶ γίνονται διαθέσεις
14. ἐκ δυσκρασίας τε ἅμα καὶ δήξεως, ἐφ’ ὧν ἡμεῖς
15. εἰώθαμεν ἀνήθινον ἢ πηγάνινον ἔλαιον ἐγχεῖν ἐναποτήξαντες
16. αὐτῷ χήνειον στέαρ· εἰ δὲ μὴ παρείη τοῦτο, τὸ
ㅤ
1. γοῦν ὀρνίθειον· εἰ δὲ μηδὲ τοῦτο, τῶν ἄλλων τι. μηδενὸς
2. δὲ παρόντος τούτων ἀδήκτου μίγνυμεν κηροῦ, καλῶ δ’
3. οὕτως τὸν πεπλυμμένον, ἢ καὶ νὴ Δία τοὔλαιον αὐτὸ τὸ
4. λελευκασμένον ἐγχεόμενον. ἀνάλογον γὰρ ἐστιν ἀδήκτῳ
5. κηρῷ καὶ τοῦτο. προπετὴς οὖν ἀπόφασίς ἐστι καὶ ἀδιόριστος
6. ἥ τε τῶν δακνῶδες ㅤἐν παντὶ καιρῷ πᾶν
7. ἔλαιον ㅤἥ τε τῶν παρηγορικὸν ἀποφηναμένων. τὸ
8. μὲν γὰρ ἁλμῶδες δακνῶδες, τὸ δ’ ἄναλον καὶ γλυκὺ
9. παρηγορικὸν ὅσον ἐφ’ ἑαυτῷ. δόξειε γὰρ ἄν ποτε καὶ τοῦτο
10. παρὰ τὰς διαθέσεις αἷς προσφέρεται μηκέτι εἶναι τοιοῦτον.
11. ἕκαστον γὰρ τῶν ἐπικεραννύντων φαρμάκων ἰσχυρότερον
12. γιγνόμενον τῶν δακνόντων χυμῶν ἀμβλύνει τὴν δῆξιν
13. αὐτῶν. ἀλλ’ ἂν ἰσχυροτέραις ταῖς δυνάμεσιν, ἢ πολλαῖς
14. ὀλίγον ἀναμιχθῇ, συνδιαφθείρεταί τε καὶ τρέφει τὴν κακοχυμίαν,
15. ὅθεν καὶ κενοῦν δεῖ παραχρῆμα τοὺς ἐκ τῶν ἐπικεραστικῶν
16. παροξυνομένους, ὡς ἂν πολλῆς καὶ δυσκινήτου
17. διαφθορᾶς πεπληρωμένους.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 2.12, ed. Kühn, 1826, vol. 11, p. 488-490. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩