Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.13, ed. Kühn, 1826, vol. 11, p. 491-493. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.13

1. Οὕτως οὖν καὶ τὸ γάλα πολλάκις ἅμα
2. τῷ προσενεχθῆναι τοῖς μὲν ὀξύνεται, τοῖς δὲ κνισοῦται,
3. πρὶν καλῶς πεφθὲν ἐπικεράσαι τὴν διαφθοράν. καὶ χρὴ τούτων
4. πρότερον ἐκκενώσαντας τὸ πολὺ τῆς κακοχυμίας οὕτω
5. προσφέρειν καὶ χόνδρον καὶ πτισάνην καὶ γάλα καὶ τἄλλα
6. ὅσα καλῶς πεφθέντα πρὸς εὐχυμίαν συντελεῖ, μὴ μέντοι μήτε
7. τὰς χείρους μήτε τὰς ἐναντίας ἔχειν δυνάμεις ὅσον ἐπὶ τούτῳ
8. νομίζειν ἅπαντα μήτε παραλιπεῖν ἐν τοῖς λόγοις ἑκόντα
9. τῶν γιγνομένων θάτερα, καθάπερ Ἀρχίδαμος ἐπ’ ἐλαίου
10. τῶν μὲν δακνομένων ὀφθαλμῶν ἐμνημόνευσεν καὶ τῆς κερχνώδους
11. φάρυγγος καὶ τῆς ξυομένης γαστρὸς, ὅτι δὲ πολλάκις
12. καὶ στόμαχον ἰσχυρῶς δακνόμενον ἔλαιον γλυκὺ ποθὲν
13. ἰάσατο παραχρῆμα καὶ τὰς καθ’ ὅλην τὴν γαστέρα δήξεις
14. ἐνεθὲν ἐπράϋνε καὶ τὰς ἀπὸ θαψίας τε καὶ ἀκαλήφης καὶ
15. σκίλλης κατὰ τὸ δέρμα γιγνομένας ἐπαλειφθὲν ἔπαυσεν, οὐκ
16. ἔτ’ ἐμνημόνευσεν. ἐγὼ δ’ οὐκ ἀμφισβητῶ μὲν οὐδ’ αὐτὸς,
17. οὐδ’ ἀπιστῶ τοῖς φάσκουσιν ἐν ἅπασι σχεδὸν τοῖς οὖσι πολλὰς
18. καὶ διαφερούσας περιέχεσθαι δυνάμεις, ἀλλὰ καὶ δείξειν
1. ἐπαγγέλλομαι τοῦτο κατὰ τὸν ἑξῆς λόγον. οὐ μὴν τούτου
2. γε ἕνεκα καὶ τὴν ἐν ἑκάστῳ κρατοῦσαν ἄγνωστον εἶναί
3. φημι. διοριζομένῳ δέ σοι τὸ καθ’ αὑτὸ τοῦ κατὰ συμβεβηκὸς
4. ἐπιγνωσθήσεται σαφῶς ἅπαντα. θέασαι γὰρ ὡδί
5. πως ἑκάτερον ἐπὶ παραδειγμάτων, ὑπόδειγμα θέμενος ἐν
6. τῷ λόγῳ δύο τινὰς ἀνθρώπους δακνομένους μὲν ὁμοίως
7. τὸ τῆς γαστρὸς στόμα, προσφερομένους δὲ χυλὸν πτισάνης
8. ἢ χόνδρον ἢ ἄρτον πλυτὸν, εἶτα τῷ μὲν ἑτέρῳ παυομένην
9. τὴν δῆξιν, αὐξανομένην δὲ θατέρῳ, πότερον οὖν
10. ὅσον ἐφ’ ἑαυτῷ δακνώδης ἐστὶν ὁ χυλὸς τῆς πτισάνης, ἢ
11. ὁ χόνδρος, ἢ ὁ ἄρτος, κατὰ δέ τι συμβεβηκὸς ἐπὶ θατέρου
12. τῶν ἀνθρώπων οὐχ ὅπως ηὔξησεν, ἀλλὰ παρηγόρησεν τὴν
13. δῆξιν; ἢ παρηγόρησεν μὲν ὅσον ἐφ’ ἑαυτῷ, κατὰ δέ τι
14. συμβεβηκὸς ἐπὶ θατέρου παρώξυνεν; ἐγὼ μὲν ἐπικεραστικὸν
15. ὑπάρχοντα κατά γε τὴν ἑαυτοῦ φύσιν φημὶ τὸν χυλὸν τῆς
16. πτισάνης, ἢ τὸν χόνδρον, ἢ τὸν ἄρτον, ἢ νὴ Δία τὸ γάλα,
17. παροξύνεσθαι δὲ θατέρῳ τῶν ἀνθρώπων τὴν δῆξιν, τῷ
18. φθάσαι νικηθῆναι πρὸς τῆς διαφθορᾶς. οὕτω δὲ καὶ τοὺς
1. παλαιοὺς ἰατροὺς σχεδὸν ἅπαντας οἶδα γινώσκοντας, ὥσπερ
2. γε καὶ τῶν νεωτέρων τοὺς ἀρίστους, εἴη δ’ ἄν τις ἴσως ἐμὲ
3. λανθάνων. οὐδὲν γὰρ ἀτόλμητόν ἐστιν ἐνίοις τῶν νεωτέρων
4. ἰατρῶν, ὡς ἀποφῆναι τῇ μὲν αὐτοῦ φύσει τὰς διαφθορὰς
5. αὐξάνειν τὸν χόνδρον, ἢ τὸν ἄρτον, ἢ τὴν πτισάνην, ἐπ’ ἐνίων
6. μέντοι κατά τι συμβεβηκὸς πραΰνειν. ἀλλ’ ὁ μὲν ταῦτα
7. λέγων οὐδεμίαν ἀπόδειξιν εἰπεῖν ἔχει τῆς ἀποφάσεως. ἡμεῖς
8. δὲ λέγομεν ὡς εἴπερ ἡ πτισάνη φύσει κακόχυμος ἦν, οὔποτ’
9. ἂν ἐπράϋνε δήξεις. ἀλλὰ μὴν ὁρᾶται καὶ ἄνωθεν λαμβανομένη
10. καὶ διὰ τῆς ἕδρας ἐνιεμένη πραΰνουσα πολλάκις, ᾧ
11. δῆλον ὅτι κατὰ μὲν τὴν ἑαυτῆς φύσιν εὔχυμός ἐστιν. συνδιαφθειρομένη
12. δ’ ἐνίοτε τοῖς τὰς δήξεις ἐργαζομένοις χυμοῖς
13. αὐξάνει τὸ σύμπτωμα.

Cliquer un n° de page pour en afficher l’image