Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.14, ed. Kühn, 1826, vol. 11, p. 493-496. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.14

14. Τάχ’ οὖν ἔροιτό τις ἡμᾶς εἰ μηδὲν τῶν
15. κακοχύμων ἰάσατό ποτε δῆξιν; ἐγὼ δὲ τοῦτο μὲν οἶδα οὐκ
16. ὀλιγάκις γιγνόμενον, ἀλλ’ οὐκ ἐπικεραννύντα φημὶ, ἀλλὰ τὸ
17. δάκνον ἅμ’ ἑαυτοῖς συνεξάγοντα τὰ τοιαῦτα τῶν φαρμάκων
18. ἰᾶσθαι τὰς δήξεις. καὶ διὰ τοῦτο παραχρῆμά τε καὶ μέχρι 
1. περ ἂν ἐκκενωθῇ δάκνειν τε τὸν ἄνθρωπον ἀπολιπεῖν τέ
2. τινα τραχεῖαν αἴσθησιν ἐν τοῖς μέρεσιν, ἑτέρου φαρμάκου
3. δεομένην, οὐ μὴν τά τε εὔχυμα καὶ γλυκύχυμα. καὶ γὰρ καὶ
4. ἐν τῷ παραχρῆμα πραΰνει καὶ χωρὶς τοῦ κένωσιν ἐργάζεσθαι,
5. καὶ τραχεῖαν οὐδεμίαν αἴσθησιν ἐπάγει, τοὐναντίον δ’ ἅπαν
6. αὐτὰ τῶν τραχειῶν ἐστιν αἰσθήσεων ἰατικά. τὸν γοῦν χόνδρον
7. καὶ τὸ γάλα καὶ τὴν πτισάνην ἐπὶ τῶν τοιούτων διαθέσεων
8. ἐσθίειν τε δίδομεν ἐνίεμέν τε διὰ τῆς ἕδρας, ἐπειδὰν
9. ἤτοι διὰ μέλιτος, ἢ ἄλλου τινὸς τῶν τοιούτων ἀποῤῥύψωμεν
10. τὸ λυποῦν. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ στέαρ ἡμῖν γίγνεται
11. χρήσιμον καὶ κηρωτὴ γλυκεῖα καὶ ἔλαιον γλυκύ. λέγειν δέ με
12. νόμιζε καὶ νῦν καὶ κατὰ τὸν ἑξῆς λόγον ἅπαντα γλυκέα καὶ
13. χωρὶς ἁλῶν σκευαζόμενα καὶ τὰ πεπλυμμένα. τέσσαρσι τοίνυν
14. γνωρίσμασιν ἔχων διορίσασθαι τὸ καθ’ ἑαυτὸ τοῦ κατὰ
15. συμβεβηκὸς πραϋντικοῦ, ῥᾳδίως ἐξευρήσεις ἑκάστου τῶν
16. τοιούτων φαρμάκων τὴν δύναμιν. ἔστι δὲ τὰ τέσσαρα γνωρίσματα
17. ταῦτα. πρῶτον μὲν τὸ παραχρῆμα πραΰνειν, ἢ μὴ,
18. καὶ δεύτερον τὸ συνεκκενοῦσθαι τὰ λυποῦντα, ἢ μὴ, καὶ
1. τρίτον τὸ καταλιπεῖν τινα τραχύτητα περὶ τοῖς σώμασιν, ἢ
2. μὴ, καὶ τέταρτον, εἰ μὴ τοῖς οὕτως ἔχουσι χρηστὸν φαίνοιτο.
3. τὸ μὲν γὰρ μήτε ἐν τῷ παραχρῆμα πραΰνειν τὰς
4. δήξεις, ἀλλὰ μετὰ πλείονός γε σφοδρότητος ἐκκρινόμενον
5. μήτε μένειν ἔνδον ἰώμενον, ἀπολεῖπόν τέ τινα περὶ τοῖς
6. σώμασιν ἀνιαρὰν τραχύτητα, παροξῦνόν τε ταύτην εἰ προσαχθείη
7. δεύτερον, ἀναβρωτικὸν μέν ἐστιν καὶ δακνῶδες τῇ
8. φύσει, κατὰ συμβεβηκὸς δέ ποτε δήξεις ἰᾶται, τὸ δὲ κᾀν
9. τῷ παραχρῆμα πραϋντικὸν ἔκκρισίν τε μηδεμίαν ἐρεθίζον,
10. ἀλλὰ μηδὲ τραχῦνον ἐν τῷ μένειν, ἴαμά τε τῶν τετραχυμένων
11. γιγνόμενον αὐτὸ μὲν φύσει χρηστόν ἐστι, δακνῶδες
12. δ’ ὑπὸ τῆς ἀλλοιούσης αὐτὸ καὶ διαφθειρούσης κακοχυμίας
13. ἔστιν ὅτε γίγνεται. ταῦτ’ εἴρηταί μοι καὶ ἅμα τε τὸν καιρὸν
14. ἢ τὸν τρόπον τῆς χρήσεως ἑκατέρου τοῦ γένους τῶν
15. φαρμάκων ἅμα τε τὴν τῆς δυνάμεως εὕρεσιν ὁ λόγος ἐδίδαξεν,
16. ἀπέδειξέ τε καὶ πτισάνης χυλὸν καὶ χόνδρον καὶ
17. τράγον καὶ γάλα καὶ ἄρτον πλυτὸν ἐκ τῶν εὐχύμων ὑπάρχοντα,
18. καὶ μὲν δὴ καὶ πιμελὴν καὶ στέαρ, ἔλαιόν τε γλυκὺ
1. καὶ κηρὸν γλυκὺν, ἐκ τῆς τῶν παρηγορικῶν ὄντα φύσεως.
2. εἴη δ’ ἂν καὶ γλυκὺς κηρὸς ὁ τῇ φύσει τοιοῦτος, ὡς ἔνιοί γε
3. πικροὶ γευομένοις εἰσὶ, καὶ ὁ πρὸς τῷ τοιοῦτος εἶναι καὶ πεπλυμμένος
4. ἐν ὕδατι χρηστῷ.

Cliquer un n° de page pour en afficher l’image