Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.15, ed. Kühn, 1826, vol. 11, p. 496-498. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.15

5. Χρὴ δὲ πλύνειν οὐ κηρὸν μόνον, ἀλλὰ
6. καὶ πίτταν καὶ ῥητίνην, ἔλαιόν τε καὶ πᾶν ὁτιοῦν ἄλλο τοιοῦτον
7. τὸ μὴ κεραννύμενον ὕδατι προθερμαίνοντας συμμέτρως,
8. εἶτα κατάῤῥοντας εἰς ἀγγεῖον πλατὺ καὶ μέγα, πλῆθος ὕδατος
9. ἔχον ἐν ἑαυτῷ καθαρωτάτου τε ἅμα καὶ ἀποιοτάτου. τούτῳ
10. γὰρ ἐναποτίθεται τὸ πλυνόμενον ὅ τί περ ἂν εἴη τὴν ἑαυτοῦ
11. δριμύτητα. χρὴ δὲ καὶ ἀνατρίβειν αὐτὸ καὶ κόπτειν καὶ
12. θλᾷν καὶ μαλάττειν ταῖς χερσὶν ἱκανῶς, ἵνα πᾶν μόριον
13. ὁμιλήσῃ τοῦ πλυνομένου φαρμάκου τῷ ὕδατι, καὶ τοῦτο
14. ποιήσαντας ἀποχεῖν μὲν τὸ πρότερον ὕδωρ, αὖθις δὲ
15. θερμαίνοντας τὸ πλυνόμενον εἰς ἕτερον ὕδωρ ἐμβάλλειν
16. ὁμοίως καθαρὸν, ἀνακόπτειν δὲ χρὴ μέχρι πλείστου πάλιν,
17. ἄχρις ἂν ἐναπόθηται τῷ ὕδατι τὴν ἑαυτοῦ ποιότητα. πάρεστι
18. δέ σοι τοῦτο καὶ γευομένῳ διαγινώσκειν, εἶτα καὶ τρίτον καὶ
1. τέταρτον καὶ πολλάκις ἐφεξῆς τοῦτο ποιεῖν, ἄχρι περ ἂν
2. μηκέτι μηδεμίαν ἐκ τοῦ πλυνομένου φαρμάκου ποιότητα δέχηται
3. τὸ ὕδωρ. οὕτω μὲν οὖν ἅπαντα τὰ θερμαίνεσθαί τε καὶ
4. χεῖσθαι δυνάμενα πλύνειν. εἰ δέ τι λιθῶδες εἴη καὶ σκληρὸν,
5. ὡς ἡ καδμεία καὶ ἡ τοῦ χαλκοῦ λεπὶς, ὅ τε κεκαυμένος χαλκὸς,
6. ἀκριβῶς ἐκεῖνα καταθραύσαντας εἰς λεπτὰ τρίβειν ἐπιπλεῖστον
7. ἐν ὕδατι πηγαίῳ τε καὶ καθαρωτάτῳ, πολλάκις
8. ἀποχέοντας τὸ πρότερον, ἔστ’ ἂν μήτ’ ἐφίστηται μηδὲν, εἰ
9. κατασταίη τὸ ὕδωρ, ἄποιόν τε τοῦ τριβομένου φαρμάκου
10. γίγνηται, μέχρι δ’ ἂν ἤτοι τῆς ποιότητος αὐτοῦ τι φαίνοιτο
11. γευομένοις, ἢ ἐφίστηταί τι μέχρι τοσοῦδε καὶ τρίβειν καὶ
12. ἀποχεῖν. ἂν γὰρ οὕτω πλύνῃ τις ὁτιοῦν τῶν πλυθῆναι δυναμένων,
13. ἄδηκτον γίγνεται. καὶ δὴ καὶ τοὔλαιον οὐκ ἄδηκτον
14. μόνον, ἀλλὰ καὶ λευκότερον ἐν τῷδε φαίνεται γιγνόμενον.
15. χρὴ δὲ μὴ ἀνακόπτειν ὁμοίως αὐτὸ πίττῃ καὶ κηρῷ καὶ ῥητίνῃ
16. σφοδρῶς, ἵνα μὴ δύσλυτος ἡ πρὸς τὸ ὕδωρ αὐτοῦ γένηται
17. μίξις, ἀλλ’ ἐασάντων ἀτρεμῆσαι ῥᾳδίως λαβεῖν ἐποχούμενον.
18. εἰσὶ καὶ ἕτεροι τρόποι λευκάνσεως ἐλαίου παρὰ τοῖς τά τε
1. τῶν σκευασιῶν βιβλία γεγραφόσι καὶ τὰ περὶ τῆς ὕλης,
2. ὥσπερ καὶ τὰ παρὰ τῷ Διοσκουρίδῃ. κατὰ τὸ πρῶτον.
3. ἀλλ’ ἐκείνων μὲν οἱ πλείους ἐκδαπανῶντες τὸ ὑδατῶδες καὶ
4. τὸ πυῤῥὸν τοῦ ἐλαίου τὸ ὑπόλοιπον ἀποφαίνουσι λευκὸν, ὁ
5. δὲ διὰ τῆς πλύσεως οἷον ἀποῤῥύπτων αὐτὸ καὶ ἀπομάττων.

Cliquer un n° de page pour en afficher l’image