6. Περὶ μὲν δὴ τῆς τῶν πλυτῶν φαρμάκων
7. καὶ λευκαινομένων διαθέσεως καὶ αὖθις εἰρήσεται. ἐπὶ δὲ τὸ
8. προκείμενον ἐπάνειμι. ἔλαιον εἰ μήτε τὸ καλούμενον ὀμφάκινον
9. εἴη, στυπτικὸν γὰρ τοῦτό γε, μήτε μεθ’ ἁλῶν ἐσκευασμένον,
10. ἀλλὰ μηδὲ πρόσφατόν τε καὶ οἷον ζέον ἔτι καὶ πρὸς
11. τούτοις ἅπασιν ἐπιμελῶς εἴη πεπλυμμένον, οὔτε πινόμενον
12. οὔτε ἐνιέμενον ἐργάσεται δῆξιν. εἰ δὲ κερχνῶδές ἐστι τῆς φάρυγγος,
13. οὐδὲν ἂν εἴη τοῦτό γε πρὸς τὸ δακνῶδες ὑπάρχειν
14. αὐτό. πᾶν μὲν γὰρ τὸ δάκνον καὶ δριμὺ καὶ κερχνῶδες, οὐ
15. μὴν ἅπαν τὸ κερχνῶδες δάκνον καὶ δριμύ. μόνως γὰρ οὕτως
16. ㅤἂν ἀπεδείχθη τοὔλαιον δακνῶδες, εἰ πᾶν τὸ κερχνῶδες
17. ὡμολόγητο δακνῶδες ὑπάρχειν. ἥκει τοίνυν πάλιν ἐνταῦθα
ㅤ
1. τὸ παρὰ τὴν ἀναστροφὴν τοῦ συνημμένου, σφάλματος μικρὸν
2. τοῦτο καὶ φαῦλον. ἅπαν μὲν γὰρ ὡμολόγηται τὸ δάκνον
3. εἶναι κερχνῶδες. ὡμολόγηται δὲ καὶ τοὔλαιον ὑπάρχειν κερχνῶδες.
4. ἀλλ’ ἐκ τῶν ὑποκειμένων τούτων οὐ περαίνεται
5. δακνῶδες εἶναι τοὔλαιον, οὔτε κατηγορικὰς οὔτε ὑποθετικὰς
6. ἡμῶν ποιησάντων τὰς προτάσεις, τῷ μήτ’ ἐκ δύο
7. καθόλου καταφατικῶν ἐν δευτέρῳ σχήματι περαίνεσθαί τι
8. μήτε τὸ συνημμένον ἐξ ἀνάγκης ἀληθεύεσθαι. γενήσονται δ’
9. ἐν μὲν τῷ κατηγορικῷ συλλογισμῷ δύο προτάσεις αἵδε, πᾶν
10. τὸ δάκνον κερχνῶδες, πᾶν ἔλαιον κερχνῶδες, ἐξ ὧν ὁμολογηθέντων
11. οὐδὲν περανθήσεται. τὴν δ’ ὑποθετικὴν πρότασιν,
12. ἣν οἱ περὶ τὸν Χρύσιππον ἀξίωμα συνημμένον ὀνομάζουσιν,
13. οὐκ ἔχομεν ἀληθῆ λαβεῖν οὔτ’ ἐξ αἰσθήσεως οὔτ’
14. ἐξ ἀκολουθίας λογικῆς. οὐ μὲν γὰρ ἢ δι’ αἰσθήσεως, ἢ ἀπ’
15. αἰσθήσεως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθελήσει, τὰ τοιαῦτα
16. τῶν ἀξιωμάτων εἴληπται, πᾶν τὸ δακνῶδες καὶ κερχνῶδές
17. ἐστι, καὶ εἴ τι δακνῶδες, τοῦτο καὶ κερχνῶδές ἐστιν, οὔτ’
18. εἰ πᾶν τὸ δακνῶδες καὶ κερχνῶδές ἐστιν, ἤδη καὶ τὸ κερχνῶδες
ㅤ
1. ἅπαν ὑπάρχει δακνῶδες, οὔτε τῷ πᾶν εἴ τι δακνῶδές
2. ἐστιν, τοῦτο καὶ κερχνῶδες ὑπάρχειν, ἕπεται τὸ πᾶν εἴ τι κερχνῶδές
3. ἐστιν, καὶ δακνῶδες ὑπάρχειν, ἀλλὰ τὸ μὲν εἰ μὴ
4. κερχνῶδες οὐδὲ δακνῶδες ἀληθές. ἀντιστρέφει γὰρ, οὐ μὴν
5. εἴ τι κερχνῶδες, εὐθὺς καὶ δακνῶδες· ἀναστρέφει γὰρ τοῦτο.
6. δέδεικται δ’ ἐν ταῖς λογικαῖς μεθόδοις ὡς οἱ μὲν ἀντιστρέφοντες
7. τοῖς ἀληθέσι λόγοις ἀληθεῖς εἰσιν, οἱ δὲ ἀναστρέφοντες
8. οὐκέτι πάντως ἀληθεῖς. εἴπερ οὖν οὐκ ἐξ ἀνάγκης
9. ἀληθές ἐστιν τὸ εἴ τι κερχνῶδές ἐστιν, τοῦτο εἶναι εὐθὺς
10. καὶ δακνῶδες, οὐδ’ ἂν τὸ ἔλαιον ἐκ τοῦ κερχνῶδες εἶναι
11. καὶ δακνῶδες δεικνύοιτο. μόνως γὰρ ἂν εἴπερ ὡμολόγητο,
12. πᾶν τὸ κερχνῶδες δακνῶδες ὑπάρχειν, ἀληθῶς ἂν εὑρέθη τὸ
13. τοιοῦτον συνημμένον, εἰ κερχνῶδές ἐστι τὸ ἔλαιον, καὶ δακνῶδές
14. ἐστιν, ἵνα ἕπηται τούτῳ τῷ λόγῳ προσλήψεως τοιᾶσδε
15. γενομένης· ἀλλὰ μὴν κερχνῶδές ἐστι τὸ ἔλαιον, ἕπεται τὸ
16. συμπέρασμα κατὰ τὸν πρῶτον ἀναπόδεικτον τοιοῦτον, δακνῶδες
17. ἄρα ἐστὶ τὸ ἔλαιον. ἀλλὰ γὰρ οὐχ οὕτως ἐπιχειρητέον
ㅤ
1. ἦν αὐτοῖς, ὡς εἴ τι δακνῶδες, εὐθύς ἐστι τοῦτο καὶ κερχνῶδες,
2. ἀλλ’ ὅτι μόνα τὰ δακνώδη κερχνώδη· εἴη γὰρ ἂν οὕτω
3. τὰ κερχνώδη πάντα δακνώδη. τοῦτο δ’ αὐτὸ, τὸ μόνα τὰ
4. δακνώδη κερχνώδη φαίνεσθαι, παρά τε τὴν αἴσθησιν εἴρηται.
5. φαίνεται γὰρ καὶ τὰ λιπαρὰ κερχνώδη καὶ τὸ ζητούμενον
6. ἑτοίμως εἴληπται, μήτ’ ἐξ αἰσθήσεως μήτ’ ἐξ ἀποδείξεως
7. πιστωθέν. ἔτι τε πρὸς τούτοις ἀγνοούντων ἐστὶν ἀνθρώπων,
8. ὁποία τις ἡ τοῦ κέρχνειν ἐστὶ διάθεσις, ἣν ἴσως ἄμεινον
9. αὐτοῖς ἐξηγήσασθαι.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 2.16, ed. Kühn, 1826, vol. 11, p. 498-501. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.16
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩