10. Συμβαίνει δὲ τὸ κέρχνειν ἀνωμαλίας τινὸς
11. ἐν τῇ φάρυγγι συνισταμένης παρὰ φύσιν. εἰθισμένον γὰρ τὸ
12. πνεῦμα διὰ καθαρᾶς καὶ λείας ἀεὶ φέρεσθαι τῆς ὁδοῦ, ἐπειδὰν
13. προσκόπτῃ τισὶν ἐξοχαῖς κατ’ αὐτὴν, κλόνον τέ τινα
14. καὶ οἷον ἀνώμαλον σεισμὸν ἐργάζεται κατὰ τὴν φάρυγγα, καὶ
15. οὕτως ἐρεθίζεται πρὸς βῆχα τὸ ζῶον. ὥσπερ γὰρ ㅤκαὶ
16. ἄλλα πολλὰ σωτηρίας ἕνεκα τοῖς ζώοις ἡ φύσις ἐναπειργάσατο
17. σύμφυτα πάθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ πταρμὸν
18. καὶ βῆχα. πταρμὸν μὲν ὑπὲρ τοῦ διώσασθαι τὰ κατὰ τὰς
ㅤ
1. ῥῖνας ἐρεθίζοντά τε καὶ λυποῦντα, βῆχα δ’ ὑπὲρ τοῦ τὰ κατὰ
2. τὴν φάρυγγα. διττὴ δ’ ἐστὶν ἡ τοιαύτη διάθεσις, ἢ αὐτοῦ
3. παρὰ τὴν ἀρτηρίαν ὑμένος ἀναξηραινομένου τε καὶ τραχυνομένου,
4. ἤ τινος ἀνωμάλου ἐν αὐτῷ φερομένου σώματος εἴτ’
5. οὖν ὑγροῦ τὴν φύσιν εἴτε καὶ στερεοῦ. διὰ τοῦτο κᾂν ἄρτου
6. τι μόριον σμικρὸν, ἤ τινος ἄλλου τῶν ἐδεσμάτων ἀκόντων
7. ἡμῶν παραδράμῃ ποτ’ εἰς τὸν τοῦ πνεύματος πόρον, ἀναγκαζόμεθα
8. βήττειν, κᾂν πινόντων ἡμῶν ἀθρόον τι παραῤῥυῇ
9. τοῦ πόματος, ὁμοίως ἐρεθίζεται καὶ βῆχα προσκαλεῖται. παρηθεῖται
10. μὲν γὰρ ἀεί τι κατὰ τὴν τραχεῖαν ἀρτηρίαν εἰς τὸν
11. πνεύμονα τοῦ πινομένου σμικρὸν οὕτως, ὡς ἀναρπάζεσθαί
12. τε πρὸς τῶν ὀργάνων αὐτίκα καὶ διαδίδοσθαι πάντη ῥᾳδίως.
13. οὐ μὴν οὐ διΐσταταί γε ἀθρόον οὐδαμόθι κατὰ τὰς ὁδοὺς τοῦ
14. πνεύματος, οὐδ’ ἐρεθίζεται πρὸς βῆχα τὸ ζῶον. ἐπειδὰν δ’
15. ἤτοι τοῦτο πλέον, ἢ ἄλλο τι τοιοῦτον ὑγρὸν, ἢ στερὸν σῶμα
16. κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἐμφέρηται, βήττειν ἀναγκαῖον
17. ἤδη τοὐντεῦθεν, ἄχρι περ ἂν ὑπὸ τῆς σφοδρότητος τοῦ πνεύματος
18. ἐκβρασθῇ τὸ λυποῦν. ἀνάλογον δέ τι τῷδε συμβαίνει,
19. κᾀπειδὰν αὐτῷ τῷ κατὰ τὴν ἀρτηρίαν ἔνδον ὑμένι τραχυνθέντι
ㅤ
1. προσκόπτῃ τὸ πνεῦμα, πλὴν ἀλλ’ ἥ γε διάθεσις αὕτη ㅤτῆς
2. προειρημένης ἐστὶν ἑτέρα. αὕτη μὲν γὰρ ἀφαιρεῖταί τι καὶ
3. ἀποξύεται τοῦ τῆς ἀρτηρίας ὑμένος, ἔσωθεν δὲ προσπίπτει
4. κατὰ τὴν προτέραν διάθεσιν. τὸ κοινὸν δ’ ἀμφοῖν ἐστιν ἡ
5. ἀνωμαλία τῆς τοῦ πνεύματος ὁδοῦ. λέλεκται δ’ ἐπιπλέον ὑπὲρ
6. αὐτῶν ἐν ταῖς τῶν συμπτωμάτων αἰτίας. ἀλλ’ εἴς γε τὸ παρὸν
7. ἀπόχρη γινώσκειν ὡς τὰ μὲν δακνώδη πάντα τῷ τραχύνειν
8. τὴν φάρυγγα, τὰ δ’ ἐλαιώδη καὶ λιπαρὰ τῷ περιπλάττεσθαι
9. τὴν ἀνωμαλίαν τε καὶ τὴν κέρχνον ἐργάζεται. πᾶν γὰρ ὅ τι
10. περ ἄν ἔξω τῆς φύσεως ἐπιπίπτῃ τῷ χιτῶνι τῆς ἀρτηρίας,
11. ἐμπλάσσεταί τε δυσαπολύτως, ἄηθες μὲν τοῖς ὀργάνοις καὶ
12. τῷ δι’ αὐτῶν φερομένῳ πνεύματι, λυπηρὸν δὲ τῷ ζώῳ γίγνεται.
13. καὶ οὐ τοῦτό φημι νῦν, ὡς οὐχὶ καὶ τῇ ποιότητι δακνώδη
14. τὰ πλεῖστα τῶν ἐλαίων ἐστί. τά τε γὰρ ἁλῶν μετέχοντα καὶ
15. τὰ παντάπασι νέα δακνώδη πάντως ἐστὶν, οὐ διὰ τὴν ἰδίαν
16. αὐτῶν οὐσίαν, ἀλλ’ ὅτι πᾶσι τοῖς ἐκ τῶν φυτῶν χυλοῖς ἐμφέρεται
17. περίττωμα διττὸν, ὡς καὶ Θεόφραστος μὲν ἱκανῶς ἐπέδειξε
18. καὶ ἡμεῖς δ’ ἐν τοῖς ἑξῆς ἐπιδείξομεν, ἕτερον μὲν τὸ παχύτερον
ㅤ
1. καὶ οἷον γεωδέστερον, ἕτερον δὲ τὸ λεπτότερον καὶ
2. ὑδατωδέστερον. ἔστι δὲ καὶ κατὰ τοὔλαιον ταῦτ’ ἄμφω χρόνου
3. δεόμενα πρὸς σύμπεψίν τε καὶ διάκρισιν, ἀλλ’ ἐν τῷ
4. χρόνῳ τὸ μὲν ὑφίσταται, τὸ δ’ ἐκδαπανᾶται. καὶ πρότερόν
5. γε τὸ γεῶδες καὶ παχύτερον ὑφίσταται τὸ καλούμενον ἀμόργη,
6. θάτερον δὲ τὸ λεπτότερον καὶ οἷον ὑδατωδέστερον, ἔστι
7. πως καὶ τοῦτο σύνθετον, ἐξ ἀερώδους τέ τινος οὐσίας καὶ
8. λεπτῆς ὀῤῥώδους.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 2.17, ed. Kühn, 1826, vol. 11, p. 501-504. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.17
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩