9. Τὸ δ’ ὀῤῥῶδες τοῦτο πυῤῥὸν μὲν τὴν
10. χρόαν ἐστὶ, τοῦ δ’ ὑφισταμένου καὶ παχέος καὶ γεώδους ἀπομέμακται
11. τὴν ποιότητα. αὐτὸ δὲ τοὔλαιον ἄδηκτόν τε καὶ
12. λευκόν ἐστι κατά γε τὴν ἑαυτοῦ φύσιν, ὅθεν ἐπειδὰν ἀποχωρισθῇ
13. τὸ λεπτὸν τοῦτο περίττωμα, λευκότερόν τε καὶ γλυκύτερον
14. ἑαυτοῦ γίγνεται. ἀποχωρίζεται δὲ τρόποιςㅤ πολλοῖς.
15. ἢ γὰρ ἐν ἡλίῳ θερμῷ θέντες ἀγγεῖον εὐρύστομον ἐλαίου
16. μεστὸν, αἴροντες κόγχαις ἐξ αὐτοῦ πολλάκις ἄνωθεν καταράττουσιν,
17. ἢ θερμὴν ὑποτιθέασιν τέφραν τοῖς περιέχουσιν
18. ἀγγείοις τοὔλαιον, ἡλιοειδῆ θερμασίαν ὡς ἔνι μάλιστα μιμούμενοι.
ㅤ
1. φυλάττονται γὰρ τὴν πλείονα, μεταβάλλουσαν αὐτὸ
2. κατὰ ποιότητα καὶ κνισσοῦσαν ἑτοίμως, ἢ πυρῆνας ἐλαιῶν,
3. ἢ σῖτον ἐν κύκλῳ περιτιθέασιν, ἢ ἐπεμβάλλουσί τινα φάρμακα
4. τοῖς ἀγγείοις αὐτοῖς, ἑνὶ δὲ λόγῳ τὸ μὲν ὑδατῶδες
5. ἐξάγουσι καὶ δαπανῶσι, τὸ λοιπὸν δὲ φυλάττουσιν. ἐὰν οὖν
6. οὕτω γλυκὺ καὶ λευκὸν ἔλαιον λαβὼν, ᾧ μηδ’ ἀπ’ ἀρχῆς
7. ὑπῆρχε μετέχειν ἁλῶν, ἔτι δὲ καὶ πλύνεις, ὡς εἴρηται πρόσθεν,
8. ἀδηκτότατόν ἐστί σοι τοῦτο πάντων φαρμάκων. καὶ
9. ἡμεῖς τοι πολλάκις τοιοῦτόν τισιν ἔλαιον ἐδώκαμεν πιεῖν καὶ
10. αὐτοί τε προσηνεγκάμεθα πείρας ἕνεκα καὶ ἦν ἄδηκτόν τε κατ’
11. ἔντερον ἀκριβῶς καὶ τῆς φάρυγγος ἥκιστα κερχνῶδες, ἐγχεόμενόν
12. τε τοῖς ὀφθαλμοῖς βραχεῖαν αἴσθησιν ἔφερεν αὐτῷ
13. μόνῳ τῷ ξένῳ καὶ ἀήθει μᾶλλον ἢ τῇ δριμύτητι διοχλοῦν.
14. τὸ μὲν δὴ τοιοῦτον ἔλαιον, ἀκριβῶς ὑπάρχον ἔλαιον, ὑγραίνει
15. τε πάντα καὶ μαλάττει, μήτε ψυχρὸν ἄκρως, ὡς εἴρηται,
16. μήτε θερμὸν προσφερόμενον. ᾧ δὲ καὶ τῶν ἁλῶν μέτεστιν,
17. ἔχει τι καὶ δήξεως ἐξ ἀνάγκης, ἀλλὰ θαυμάσαιμ’ ἂν εἴ τις
ㅤ
1. οὕτω πολλοὺς ἐμβάλλει τοὺς ἅλας, ὡς ἰσχυρότερον γενέσθαι
2. τῆς ἐλαιώδους τε καὶ λιπαρᾶς οὐσίας καὶ ἵνα τις
3. ἀποδείξηται τὸν Ἀρχίδαμον, ἐπικαίεσθαι λέγοντα τὸ δέρμα
4. τοῖς ἐν ἐλαίῳ τριβομένοις, ἐπεί τοι καὶ τοῦτο γιγνόμενον
5. οἶδα πολλάκις, ἄλλων τέ τινων ἕνεκα καὶ ποδάγρας καὶ
6. ἀρθρίτιδος. ἀνατρίβουσι γὰρ ἔνιοι τὰ πεπονθότα μόρια
7. σὺν ἐλαίῳ βραχεῖ λείοις ἁλσὶν, ἐν τοῖς διαλείμμασι δηλονότι
8. καὶ οὐκ ἐν τοῖς παροξυσμοῖς, ὑπὲρ τοῦ ξηρᾶναι
9. καὶ διαφορῆσαι τὸ περιττὸν ἅπαν, εὐεξίαν τέ τινα καὶ
10. ῥώμην ἐνθεῖναι τοῖς ἀσθενέσι μορίοις. ἀλλ’ ἐν τούτῳ μὲν
11. οἱ ἅλες κρατοῦσιν, ἐν ἐλαίῳ δὲ κρατοῦνται. καὶ χρὴ τὸν
12. ἐπαλειφόμενον καὶ ἀνατριβόμενον πρὸς τὰ βρεχόμενα μᾶλλον
13. ἐν ἐλαίῳ παραβάλλειν ἤπερ τὰ ἑψόμενα, μὴ μέλλοντάς
14. γε καθεψήσειν ἐν ἐλαίῳ ζέοντι τὸν ἄνθρωπον, ἀλλ’ ἐπαλείφειν
15. εὐκράτω. κάλλιον γὰρ ἦν, ὡς πολλάκις εἴρηταί μοι
16. καὶ πρόσθεν, αὐτὸ τὸ γιγνόμενον ὁρᾶν αἰσθητόν τε ὂν
17. καὶ σαφὲς ἀκριβῶς. οὐ γὰρ δήπου δεῖ τῶν ἔξωθεν παραδειγμάτων
18. ἐν τοῖς οὕτω γνωσθῆναι δυναμένοις. εἰ δ’ ἄρα
ㅤ
1. ποτὲ καὶ ἄδηλον εἴη τὸ ζητούμενον, ὡς τῆς ἐξ ἑτέρων δεῖσθαι
2. πίστεως, οὐδ’ οὖν οὐδ’ ἐνταῦθα ποῤῥώτατά τε καὶ ἀνομοιότατα
3. τίθεσθαι μαρτύρια τῆς τοῦ ζητουμένου δυνάμεως, ὑπερβαίνοντας
4. τὸ πλησιάζον. ἐναργὲς δήπου καὶ σαφὲς πᾶσίν
5. ἐστιν ὡς ἡ μετ’ ἐλαίου τρίψις ἀκοπωτέρα γε πολὺ τῆς ξηρᾶς
6. ἐστιν καὶ μαλάττει τὰ σώματα, συνέχουσα καὶ ἀποστέγουσα
7. μᾶλλον, ὅσον ἀποῤῥεῖν πέφυκεν ἡμῶν ἐκτὸς οὐ διαφοροῦσα
8. καὶ ξηραίνουσα. τοῦτο δὲ καὶ ὁ Διοκλῆς αὐτὸς ὡμολόγησεν,
9. ἐμπλαστικόν τε τῶν πόρων τοὔλαιον ἀποφηνάμενος εἶναι καὶ
10. τῶν ἀποῤῥεόντων ἐφεκτικὸν καὶ βυρσῶν μαλακτικόν. εἰ δ’
11. οὐκ ἤρκει τὸ φαινόμενον αὐτῷ καὶ διὰ τοῦτο τῶν ἔξωθέν τι
12. τεκμηρίων ἐπάγειν τῷ λόγῳ βέλτιον ἐνόμιζε, τῶν ἐν ἐλαίῳ
13. ψυχρῷ διαβρεχομένων ἐχρῆν αὐτὸν μνημονεύειν, οὐ τῶν ἐν
14. τῷ ζέοντι καθεψομένων.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 2.18, ed. Kühn, 1826, vol. 11, p. 504-507. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.18
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩