Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.19, ed. Kühn, 1826, vol. 11, p. 507-509. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.19

15. Ὥσπερ ἐν τοῖς τοιούτοις ὑπερβαίνει
16. τὸ φαινόμενον, οὕτω κᾀν τῷ φάσκειν ἀνώμαλον γίγνεσθαι
17. τὴν ἐν ἐλαίῳ τρίψιν, ὀλισθανουσῶν τῶν χειρῶν. αὐτὸ γὰρ
18. δὴ τοὐναντίον ἅπαντες ἐναργῶς αἰσθανόμεθα, τῆς μὲν δι’
1. ἐλαίου τρίψεως ὁμαλοῦς γιγνομένης, ἀνωμάλου δὲ τῆς ξηρᾶς.
2. συνεπάγονται γὰρ ἐν ταῖς ξηραῖς τρίψεσιν αἱ χεῖρες τὸ δέρμα
3. καὶ οἷον διπλοῦσί τε καὶ ἐπιπτύσσουσιν ἐν αὐτῷ βεβαίως τε
4. καὶ παρὰ φύσιν. εἶθ’ ὅταν μηκέτι τὸ πρότερον οἷον ἐνδίπλωμα
5. παραπτομέναις ταῖς χερσὶν ἕπεσθαι δύνηται, τουτὶ
6. μὲν ἀνατρέχει καὶ ἀνασπᾶται πρὸς τὸ συνεχὲς, αἱ χεῖρες δ’
7. ἀθρόως ἐφ’ ἕτερον τοῦ δέρματος μετέρχονται μόριον, ὑπερβαίνουσαι
8. τὸ κάτωθεν μέρος τῆς ἐνδιπλώσεως καὶ διὰ τοῦτο
9. καὶ σκληρᾶς καὶ ἀνωμάλου καὶ κοπώδους τῆς τοιαύτης τρίψεως
10. αἰσθανόμεθα· σκηρᾶς μὲν, ὅτι τε τείνεται βιαίως καὶ θλᾶται
11. τὸ δέρμα, διὰ δὲ τὰ αὐτὰ καὶ κοπώδους, ἀνωμάλου μὲν
12. διότι μὴ παντὶ μορίῳ τοῦ δέρματος αἱ τρίβουσαι χεῖρες ἐπιπίπτουσιν,
13. ἀλλ’ ὑπερβαίνουσιν ἀεὶ τὸ κάτωθεν μέρος τῆς
14. ἐνδιπλώσεως. καὶ γίνεται τοῦτο διά τε τὰς φυσικὰς τοῦ δέρματος
15. τραχύτητας, καὶ μάλιστα ἐν τοῖς παρηβῶσι σώμασιν, καὶ
16. ὅτι χαλαρόν ἐστι τοῖς ἄλλοις σχεδὸν ἅπασι, τοῖς τε ἰσχνοῖς
17. καὶ πρεσβύταις μάλιστα. λεῖον μὲν γὰρ, εἴπερ ἦν ὅλον ὁμαλῶς
18. τὸ δέρμα καὶ τεταμένον ἀκριβῶς, οὐκ ἂν ἐπεπτύσσετο 
1. ῥᾳδίως οὔτ’ ἀνωμάλους εἰργάζετο τὰς τῶν χειρῶν ἐπ’ αὐτοῦ
2. φορὰς, ἀλλ’ ἔθεον ἂν, οἶμαι, ῥᾳδίως εἰς τὸ πρόσθεν ἀπὸ τῶν
3. πρώτων ἑτοίμως ὀλισθάνουσαι πρὸς ἕτερα, τῷ μηδὲν ἅμ’
4. ἑαυταῖς συνεπάγεσθαι τοῦ δέρματος μόριον. ἐπεὶ δὲ χαλαρόν
5. τέ ἐστιν καὶ τραχὺ, δεῖταί τινος ἔξωθεν φαρμάκου τάς τε
6. ῥυτίδας ἀναπληρώσοντος αὐτοῦ καὶ τὸν ὄλισθον ταῖς τριβούσαις
7. χερσὶν παρέξοντος, εἰς ταῦτα δὲ οὐδὲν ἂν εὕροις
8. ἐπιτηδειότερον ἐλαίου. καὶ θαυμάσειεν ἄν τις Ἀρχιδάμου,
9. μήτε τὸ φαινόμενον ἐναργῶς αἰδεσθέντος μήτε τὸν ἐπ’ αὐτῷ
10. λόγον ἐξευρόντος, ἀλλ’ ἐν ἀμφοτέροις ἀποφηναμένου τἀναντία.
11. φαίνεται γὰρ ἀνώμαλος μὲν ἡ ξηρὰ τρίψις, ὁμαλὴ δὲ ἡ
12. σὺν τῷ ἐλαίῳ, μαρτυρεῖ τε τούτοις ὁ λόγος οὐχ ἥκιστα τὴν
13. αἰτίαν ἐξηγούμενος.

Cliquer un n° de page pour en afficher l’image