Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.2, ed. Kühn, 1826, vol. 11, p. 462-464. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.2

13. Καὶ ἔγωγ’ ἂν εὐξαίμην ἅπαντα τὰ πράγματα
14. ταῖς αἰσθήσεσιν ἡμῶν ἐναργῶς ὑποπίπτειν καὶ μηδὲν
15. εἶναι τὸ διαφεῦγον αὐτὰς, ὡς οὕτως ἂν οὔτ’ ἄπορον οὔτ’
16. ἀμφισβητούμενον ἦν οὐδέν. ἐπεὶ δ’ ἐκφεύγει τινὰ, πειρατέον
17. ἐπάγειν αὐτοῖς τὸν λόγον, ἀλλ’ οὔτε πόῤῥωθεν, ὡς ἐκεῖνοι
18. ποιοῦσιν, οὔτ’ ἀπέραντα συλλογιζομένους, ἀλλὰ πρῶτον μὲν
1. τὰ σημαινόμενα τῶν ὀνομάτων ἀκριβῶς διαιρουμένους, ἵνα
2. μή τις παρὰ τὴν ὁμωνυμίαν ἐν τοῖς μετὰ ταῦτα ἀπάτη γίγνηται.
3. δεύτερον δὲ τὸ καθ’ αὑτό τι δρῶν, τοῦ κατὰ συμβεβηκὸς
4. ἀφορίζοντας. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ ἀμφοῖν
5. ἀκριβῶς, καὶ τὰ σημαινόμενα τῶν δυνάμει θερμῶν, ἢ ψυχρῶν,
6. ἢ ξηρῶν, ἢ ὑγρῶν, ἢ ὁτιοῦν ἄλλο λεγομένων εἶναι
7. διῄρηται. καὶ ὅπως ἄν τις εὑρίσκοι τὴν οἰκείαν ἑκάστου φαρμάκου
8. δύναμιν ἀφορίζων τοῖς κατὰ συμβεβηκὸς, ἔν τε τῷ
9. τρίτῳ περὶ κράσεων βιβλίῳ καθόλου διεληλύθαμεν, ἔν τε τῇ
10. νῦν ἐνεστώσῃ πραγματείᾳ διὰ τῶν κατὰ μέρος ἐπεξίωμεν,
11. ὡς ἤδη κᾀν τῷ πρώτῳ βιβλίῳ πεποιήκαμεν ἐφ’ ὕδατος καὶ
12. ὄξους· ἐνταυθοῖ δὲ πάλιν, ἐπ’ ἐλαίου τε καὶ ῥοδίνου πράξομεν,
13. ἐνδειξάμενοι πρότερον ἡλίκον ἁμαρτάνουσιν οἱ πόῤῥωθεν
14. τῶν ἰατρῶν ἀποδείξεων ἀρχόμενοι. τί γὰρ ἔδει τὴν
15. χρόαν ἐλαίου σκοπεῖν, ἢ ῥόδων, ἔχοντάς γε αὐτοῖς χρῆσθαι
16. τοῖς πράγμασιν πολυειδῶς, οὐκ ἐπὶ τῶν ὑγιαινόντων μόνον;
17. ἀλλὰ καὶ ἐπὶ τῶν νοσούντων σωμάτων; καὶ γὰρ αὐτὰ καθ’
18. ἑαυτὰ ῥόδα καὶ τὸν χυλὸν αὐτῶν ἔνεστι λαμβάνοντας ἐπιτιθέναι 
1. τῷ σώματι καὶ ὑγιαίνοντι καὶ νοσοῦντι νόσον ἁπλῆν,
2. ὡς ἔμπροσθεν, εἴρηται καὶ μιγνύντας ἐλαίῳ γλυκεῖ, κατά τε
3. τῶν ἰσχυρῶς ἐψυγμένων ἢ τεθερμασμένων σωμάτων
4. ἐπιφέρειν, ἀνατρίβοντάς τε καὶ κατατλοῦντας καὶ καταβρέχοντας,
5. εἴσω τε τοῦ σώματος λαμβάνειν ἢ ἄνωθεν διὰ
6. τοῦ στόματος, ἢ κάτωθεν διὰ τῆς ἕδρας, εἶθ’ ὁρᾷν τὸ
7. γιγνόμενον ἐφ’ ἑκάστῃ χρήσει. καὶ γὰρ δὴ καὶ τούτου
8. χάριν ἐπισκεπτόμεθα τὴν δύναμιν πάντων τῶν φαρμάκων,
9. ἵνα ἔχωμεν οἷς δεῖ χρῆσθαι, διακαιομένων ὑποχονδρίων καὶ
10. κεφαλῆς, ἢ κατεψυγμένων, ἢ ἡλκωμένων, ἢ φλεγμαινόντων,
11. ἤ τι τοιοῦτον ἕτερον πασχόντων, αὐτῶν τε τούτων καὶ
12. τῶν ἄλλων ἁπάντων μελῶν τοῦ σώματος. εἶθ’ οὕτως
13. ἐναργῆ τε ἅμα καὶ σύντομον ὁδὸν ἔχοντες ἐφ’ ἃ ζητοῦμεν,
14. ἔτι χρόας ἐξετάσομεν, ἢ ὀσμὰς, ἢ συστάσεις, ἢ ψόφους
15. ἑκάστου τῶν φαρμάκων ὅμοιόν τι δρῶντες, τοῖς ἐξ εἰκόνος
16. ἤτοι πλαστῆς, ἢ γραπτῆς ἄνθρωπόν τινα διαγνῶναι
17. βουλομένοις ἐνὸν, αὐτὸν θεάσασθαι τὸν
18. γνωρισθησόμενον.

Cliquer un n° de page pour en afficher l’image