14. Ἀλλὰ περὶ μὲν Ἀρχιδάμου τε καὶ Διοκλέους
15. ἅλις εἴς γε τὰ παρόντα. βούλομαι γὰρ, ἐπειδή περ ἅπαξ ἐπὶ
16. τὸ δεικνύναι τὴν μοχθηρὰν ὁδὸν τῆς τῶν δυνάμεων εὑρέσεως
17. ἧκον ἐλαίῳ παραδείγματι χρώμενος ἐπεξελθεῖν τάχιστα τὸν
18. λόγον ἅπαντα. λεγόντων οὑν τῶν φιλοσόφων θερμὸν εἶναι
ㅤ
1. τοὔλαιον καὶ τεκμήριον τούτου τιθεμένων οὐ σμικρὸν, ὡς
2. οἴονται, τὸ τάχος τῆς εἰς τὴν φλόγα μεταβολῆς ἀντιλέγοντες
3. ἔνιοι τουτὶ μὲν ὑπάρχειν αὐτῷ φασιν, ὅτι λεπτόν τ’ ἐστὶ καὶ
4. ἀερῶδες. ἐκ δὲ τοῦ πήγνυσθαι ταχέως ἐν τῷ χειμῶνι σαφῶς
5. ἐνδείκνυσθαι τὴν ψύξιν. οὐ μόνον γὰρ οἴνου καὶ ὄξους, ἀλλὰ
6. καὶ αὐτοῦ τοῦ ὕδατος ἑτοιμότερον ὑπὸ τοῦ ψυχροῦ νικᾶσθαι.
7. πρὸς ταῦτα δὲ ἀντιλέγοντες ἕτεροι, τὸ μὲν ἀερῶδες
8. ὑπάρχειν αὐτὸ συγχωροῦσιν καὶ φαίνεσθαί γε σαφῶς τοῦτό
9. φασιν ἐκ τῆς κουφότητος, οὐ μὴν καὶ ψυχρόν γε εἶναι τὴν
10. δύναμιν ὁμολογοῦσιν. ㅤἀέρα γὰρ ἅπαντα θερμὸν ὑπάρχειν
11. τὴν φύσιν, ὡς δηλοῖ καὶ ἡ γένεσις αὐτοῦ. λεπτυνθὲν
12. οὖν καὶ λυθὲν ὑπὸ θερμότητος ὕδωρ, ἀέρα γίγνεσθαι. καὶ
13. δῆλον ὡς ἐντεῦθεν αὐτοὺς διαδέχεται μέγιστον ζήτημα, τὸ
14. καὶ τοῖς ἐνδοξοτάτοις φιλοσόφοις ἠμφισβητημένον, Ἀριστοτέλους
15. μὲν καὶ τῶν ὑπ’ αὐτοῦ θερμὸν ὑπολαμβανόντων εἶναι
16. τὸν ἀέρα, τῶν δ’ ἀπὸ τῆς στοᾶς ψυχρόν. ἀλλὰ καὶ περὶ τοῦ
17. πήγνυσθαι ταχὺ τὸ ἔλαιον, ὅπερ ἐδόκει τοῖς ψυχρὸν ἀποφαίνουσιν
18. αὐτὸ τὸ μὴ σφοδρῶς πήγνυσθαι, καθάπερ τὸ ὕδωρ,
ㅤ
1. ἀντιπροτείνουσιν οἱ θερμὸν ὑπάρχειν αὐτὸ φάσκοντες. οὐδὲ
2. γὰρ οὐδὲ πῆξιν εἶναι τὸ γινόμενον ἐπ’ αὐτοῦ φασιν, ἂν ἀκριβῶς
3. ἐξετάζωμεν, ἀλλ’ οἷον σύστασίν τινα καὶ πάχυνσιν, καὶ
4. γίγνεσθαι τοῦτο λέγουσιν, ὅτι παχὺ καὶ γλίσχρον ἐστὶν, οὐχ
5. ὅτι ψυχρὸν, ὥστε κᾀνταῦθα πάλιν ὁ λόγος ἑκατέρωθεν εἰς
6. ἀπορίαν ἀφικνεῖται, τῶν μὲν ἐκ τοῦ θᾶττον ὕδατος ὑπὸ τῆς
7. ψύξεως νικᾶσθαι τοὔλαιον, τῶν δ’ ἐκ τοῦ μᾶλλον ὕδωρ
8. ἐλαίου πήγνυσθαι κατασκευαζόντων τἀναντία· πρὸς τῷ
9. τοίνυν ἐν τούτοις ἀμφισβητεῖν οὐδ’ ὡς ἀερῶδές ἐστιν ὁμολογοῦσιν
10. ἅπαντες. ἡ μὲν γὰρ κουφότης τούτου, φασὶ, σύμβολον,
11. ἡ μέντοι παχύτης οὐ σμικρὸν τεκμήριον τοῦ γεῶδες
12. ὑπάρχειν αὐτό. συνθέντες δ’ ἄμφω τινὲς ἀερῶδές τε ἅμα καὶ
13. γεῶδες εἶναί φασιν. εἰσὶ δ’ οἳ καταγελῶσι τούτων, ὡς τὸ
14. μάλιστα ὑπάρχον ἐλαίῳ, τὴν ὑγρότητα τελέως ἀφαιρουμένων
15. τῷ λόγῳ. πρὸς τοίνυν τούτοις ἐκ τοῦ γλίσχρον ὑπάρχειν αὐτὸ
16. τινὲς μὲν ψυχρὸν ἐπιδεικνύουσιν, τινὲς δὲ θερμὸν, καὶ τινὲς
17. μὲν ξηρὸν, ἔνιοι δ’ ὑγρόν. εἰ μὴ γὰρ συνῆκτο καὶ πεπύκνωτο
18. τὰ μόρια καὶ ἀλλήλων ἀκριβῶς εἴχετο, μὴ ἂν γενέσθαι γλίσχρον,
ㅤ
1. ἔργα δ’ εἶναι ταῦτα σύμπαντα ψυχροῦ. διαχεῖν γὰρ
2. καὶ λύειν καὶ λεπτύνειν καὶ ἀπ’ ἀλλήλων χωρίζειν τὰ μόρια
3. τὴν τοῦ θερμοῦ φύσιν. οἱ δ’ αὖ τοὐναντίον οὐδ’ ἂν γενέσθαι
4. τι γλίσχρον φασὶν ἄνευ θερμότητος κρατούσης, ὡς κᾀν ταῖς
5. ἑψήσεσι δηλοῦσθαι τῶν χυλῶν ἁπάντων, ὅσοι τε βοτανῶν ἐκθλίβονται
6. καὶ ὅσοι καρπῶν. ὑδατώδεις γὰρ ὄντας τὰ πρώτα καὶ
7. λεπτοὺς ταῖς συστάσεσιν καὶ διαῤῥέοντας, ἐπειδὰν ἑψηθῶσιν,
8. παχεῖς καὶ γλίσχρους γίνεσθαι. καὶ μὲν δὴ κᾀκ τῶν κατὰ
9. μέρος παραδειγμάτων ἑκάτεροι τἀναντία πιθανῶς κατασκευάζουσιν,
10. οἱ μὲν ἰξὸν καὶ μέλι καὶ πίτταν ὑγρὰν καὶ ῥητίνην,
11. ἕτερά τε τοιαῦτα τῶν ὁμολογουμένων γλίσχρων τε ἅμα καὶ
12. θερμῶν προτείνοντες. οἱ δὲ κωνείου καὶ ψυλλίου καὶ ἀνδραφάξυος
13. καὶ βλίτου χυλοῦ μνημονεύοντες, ἔτι δὲ πρὸς τούτοις
14. οἷον κολοφῶνά τινα τῷ λόγῳ τὸ φλέγμα προχειριζόμενοι·
15. σαφῶς γὰρ αὐτοῖς τοῦτο καὶ γλίσχρον εἶναι δοκεῖ καὶ ψυχρόν.
16. ἀλλὰ κᾀκ τοῦ τοῖς φλεβοτομουμένοις ἐπισταζόμενον ἔλαιον
17. εὔρουν ἐργάζεσθαι τὸ αἷμα τἀναντία κατασκευάζοντάς ἐστιν
18. ἰδεῖν ἑκατέρους. οἱ μὲν γὰρ ὡς τῇ θερμότητι χέον, οἱ δ’ ὡς
ㅤ
1. τῇ ψυχρότητι τὸν ὄλισθον παρέχον, ὁμοίως κρυστάλλῳ τὴν
2. εὔροιαν ἐργάζεσθαί φασιν αὐτό. κᾄπειτ’ ἐντεῦθεν ἐκτραπόμενοι
3. περὶ τῆς τῶν ὀλισθηρῶν ἁπάντων φύσεως διαλέγονται,
4. μέχρι τῆς ἐσχάτης φιλολογίας ἀνιόντες τῷ λόγῳ. καταγινώσκοντες
5. δὲ τῆς τούτων ἄλης, ὥς φασιν, ἕτεροι τὴν πιμελὴν
6. τῷ λόγῳ προχειρίζονται, πλησιαίτατα μὲν ἐλαίῳ τὴν φύσιν
7. ὑπάρχουσαν, ἐναργῶς δ’ εὑρεθῆναι δυναμένην ὁποία τίς
8. ἐστι τὴν κρᾶσιν, ἐν αὐτοῖς γὰρ ἡμῖν συνισταμένην οὐκ ἂν
9. δύνασθαι λαθεῖν. αὐτίκα γέ τοί φασιν ἐν τοῖς ὑγιεινοῖς καὶ
10. εὐτραφέσι σώμασιν γεννᾶσθαι πιμελὴν πολλὴν, ἃ μηδὲ μανέντα
11. τινὰ φάναι ψυχρά. γίνεσθαι γὰρ τοιαῦτα τῆς φύσεως
12. ἐῤῥωμένης, ἣν δὴ θερμόν τι χρῆμα πάντες ὡμολογήκασιν οἱ
13. φυσικοὶ φιλόσοφοι. τούτοις δ’ ἀντιλέγοντές τινες ἐν ψυχροτέραις
14. κράσεσι γεννᾶσθαι πιμελήν φασιν, ὡς δηλοῦν τάς τε
15. γυναῖκας καὶ τοὺς ἀργῶς διαιτωμένους. ㅤἤδη δὲ καὶ τῶν
16. ἐθνῶν, ἔνθα μὲν τὸ ψυχρὸν κρατεῖ, πιμελώδεις, ἔνθα δὲ τὸ
17. θερμὸν, ἰσχνούς φασι γίνεσθαι τοὺς ἀνθρώπους καὶ προχειρίζονται
18. παράδειγμα τῷ λόγῳ, Κελτοὺς μὲν καὶ Θρᾷκας καὶ
ㅤ
1. Βιθυνοὺς καὶ Ποντικοὺς καὶ Γαλάτας, ἅμα μὲν ψυχρᾶς
2. χώρας οἰκήτορας, εὐθὺς δὲ καὶ πιμελώδεις τοὐπίπαν·
3. Ἄραβας δὲ καὶ Λίβυας Αἰγυπτίους τε καὶ Αἰθίοπας,
4. ὅσοι τ’ ἄλλοι θερμὴν ἐποικοῦσι γῆν ἰσχνοὺς καὶ ξηροὺς
5. ἅπαντας. εἰσὶ δ’ οἳ καὶ χωρὶς κατὰ μέρος παραδειγμάτων
6. αὐτῷ τῷ καθόλου λόγῳ πρὸς ἀλλήλους ἀμφισβητοῦσιν, οἱ
7. μὲν μηδ’ ἂν γενέσθαι τὸν λιπαρὸν ἐν ἡμῖν χυμὸν, εἰ μὴ
8. καλῶς ὑπὸ τῆς φύσεως αἱ τροφαὶ κατεργασθεῖεν, οἱ δὲ τοῦτον
9. μὲν ἐν ταῖς τροφαῖς περιέχεσθαι, καταναλίσκεσθαι δ’ ὑπὸ
10. τῆς ἐν ἡμῖν θερμασίας, ὥσπερ τοὔλαιον ὑπὸ τῆς φλογὸς, ἧς
11. ἀῤῥώστου γινομένης ἀθροίζεσθαι κατὰ τὸ σῶμα. τινὲς δὲ
12. αὐτῶν καὶ τὰ ζῶα παρατίθενται τῷ λόγῳ, τὰ μὲν φύσει ψυχρότερα
13. πιμελωδέστερα πάντα ὑπάρχοντα, καθάπερ ἄρκτοι
14. καὶ ὄϊες καὶ σύες, τὰ δ’ αὖ θερμότερα ξηρότερα καὶ ἀπίμελα,
15. καθάπερ λέοντές τε καὶ παρδάλεις καὶ κύνες. ἔτι τοίνυν ἀπὸ
16. τοῦ διαφθείρεσθαι βρεχομένας ἐλαίῳ μελίττας τε καὶ μυίας
17. καὶ σφῆκας καὶ μύρμηκας, οἱ μὲν ψυχρὸν, οἱ δὲ θερμὸν ἐπιδεικνύναι
18. πειρῶνται τοὔλαιον, καὶ τινὲς μὲν ὑγρὸν, τινὲς δὲ
19. ξηρόν. ἄναιμα γὰρ ὄντα τὰ εἰρημένα ζῶα καὶ διὰ τοῦτο ψυχρὰ,
ㅤ
1. τινὲς μὲν ἑτοίμως ὑπὸ ἐλαίου καταψύχεσθαί φασιν καὶ
2. διὰ ταῦτ’ ἀποθνήσκειν· ἔνιοι δ’ ἐκθερμαινόμενα μὴ φέρειν
3. τὴν εἰς τοὐναντίον μεταβολήν. καὶ δὴ καὶ ξηραινόμενα ἀμέτρως
4. ἕτεροι διὰ τὸ φύσει προεξηράνθαι τῷ τῆς ἀμετρίας
5. βλάπτεσθαι λόγῳ. ὑγραινόμενα δ’ ἕτεροι τῇ πρὸς τὴν φύσιν
6. αὐτῶν ἐναντιότητι. τὸ μὲν οὖν ἐπὶ τῶν ἐντόμων ζώων εἰς
7. τοὐναντίον ἀλλήλοις ἐπιχειρεῖν αὐτοὺς, οὐδὲν ἂν ἴσως εἶναι
8. θαυμαστόν· ὅτι δὲ κᾀκ τῶν ἡμῖν αὐτοῖς συμβαινόντων εἰς
9. ἑκάτερον ㅤἐπιχειροῦσιν, ἄξιον ἤδη θαυμάζειν. οἱ μὲν γὰρ
10. μᾶλλον, οἱ δ’ ἧττον ἱδροῦν φάσκοντες, εἴ τις ἀλείψαιτο
11. λουόμενος, οὔθ’ οἱ μᾶλλον εἰπόντες ὁμολογοῦσιν ἀλλήλοις
12. ὑπὲρ τῆς καθόλου δυνάμεως οὔθ’ οἱ ἧττον. ἀλλὰ τῶν μὲν
13. μᾶλλον ἱδροῦν φασκόντων ἡμᾶς ἔνιοι μὲν εἰς θερμότητα τὴν
14. αἰτίαν ἀναφέρουσιν, ἔνιοι δ’ εἰς γλισχρότητα, τὸ μὲν θερμὸν
15. τῇ φύσει προκλητικὸν ἱδρώτων φάσκοντες ὑπάρχειν οἱ πρότεροι,
16. τὸ δὲ γλίσχρον οἱ δεύτεροι, θηρατικόν τε καὶ ἀθροιστικὸν
17. γιγνόμενον τῶν τέως ἀποῤῥεόντων ἐν τάχει καὶ διὰ τοῦτο
18. λανθανόντων τὴν αἴσθησιν, ἐπίδηλον οὕτως ἐργάζεσθαι τὸ
ㅤ
1. πλῆθος τῶν ἱδρώτων. οἱ δ’ ἧττον ἱδροῦν φάσκοντες τοὺς
2. ἀλειψαμένους ἐν λουτροῖς καὶ γυμνασίοις οἱ μὲν ἐμπλαστικὴν,
3. οἱ δὲ ψυκτικὴν αὐτῷ δύναμιν ἀνατιθέασιν. καὶ μὲν δὴ κᾀκ
4. τῶν φαινομένων οἱ μὲν ξηραίνειν, οἱ δ’ ὑγραίνειν αὐτό φασιν·
5. ὑγραίνειν μὲν ὅσοι πλέον ἱδροῦν ὑπολαμβάνουσι τοὺς ἠλειμμένους,
6. ξηραίνειν δὲ καὶ ἕτεροι. καὶ δὴ καὶ ἀπεριψύκτους διαφυλάττειν
7. τοὺς ἀλειψαμένους, οἱ μὲν τῷ πάχει τε καὶ τῇ
8. γλισχρότητι δίκην ἀμφιέσματός τινος ἢ προβλήματος εἶργον
9. τὸ κρύος, οἱ δὲ τῇ φυσικῇ θερμότητι καὶ τὰ πλησιάζοντα
10. συνεκθερμαῖνον. ἔτι τοίνυν ἐκ τοῦ μὴ βλάπτειν μηδ’ ἐξαλείφειν
11. αὐτὸ τὰ διὰ τοῦ μέλανος ἐν τοῖς βιβλίοις γραφόμενα,
12. καίτοι τῶν γε ἄλλων ὑγρῶν ἁπάντων ἐξαλειφόντων, οἱ μὲν
13. ξηράν τε καὶ οἷον ἄνικμον αὐτοῦ τὴν φύσιν εἶναί φασιν, ὁμοίως
14. ψάμμῳ τε καὶ σποδιᾷ, τινὲς δὲ καὶ παχυμερέστερον καὶ ἀκατέργαστον.
15. οὕτω δὲ καὶ τὸ μὴ μίγνυσθαι τοῖς ἄλλοις οἱ μὲν
16. εἰς κουφότητα καὶ λεπτομέρειαν, οἱ δὲ εἰς γλισχρότητα καὶ
17. πάχος ἀναφέρουσιν, ἐπεὶ τοῖς γε ὁμοίως χυλοῖς μίγνυσθαι,
18. καθάπερ καὶ τῷ τῆς μαλάχης ἀφεψήματι. ㅤτὰ δ’ αὐτὰ καὶ
ㅤ
1. περὶ τοῦ μὴ καλῶς ἐλαίῳ δεύεσθαι τὴν γῆν, καίτοι τοῖς ἄλλοις
2. ὑγροῖς βρεχομένην, οἷον ὕδατι καὶ οἴνῳ καὶ ὄξει. τινὲς μὲν
3. κᾀνταῦθα τὸ ξηρὸν τῆς οὐσίας, ἔνιοι δὲ τὸ λεπτομερὲς,
4. εἰσὶ δ’ οἳ τὸ παχυμερὲς αἰτιῶνται, διεξέρχεσθαι μὲν τοὺς
5. πόρους τῆς γῆς ἀψαυστὶ φάσκοντες οἱ τὴν λεπτομέρειαν
6. αἰτιώμενοι, τὴν ἀρχὴν δὲ μηδ’ ἐμπίπτειν εἰς αὐτοὺς οἱ
7. τὴν παχυμέρειαν. ἔστι δ’ οὐδετέρους ἐλέγξαι, κατ’ ἀμφοτέρας
8. τὰς αἰτίας δυναμένων τινῶν καὶ μὴ μίγνυσθαι τοῖς
9. πέλας, εἴ γε καὶ τῶν φυσικῶν ἐνίοις ἡ συμμετρία τῶν πόρων
10. αἰτία τῆς μίξεως εἶναι δοκεῖ. κᾀγὼ μὲν νῦν ἐπὶ κεφαλαίων
11. αὐτὰ διέρχομαι, τὰς ἀφορμὰς τῶν ἐπιχειρημάτων
12. ἀναμιμνήσκων μόνας. εἰ δέ τις ἐκτείνειν ἕκαστον ἐθέλοι καὶ
13. κατασκευάζειν ἑκατέρωθεν, οὐ μίαν οὕτω γε βίβλον, ἀλλὰ
14. παμπόλλας ἂν οἶμαι πληρώσειν αὐτόν. πάρεστι δὲ ἤδη
15. σκοπεῖν ὡς οὐ μακρὰ μόνον ἡ τοιαύτη πλάνη τῶν λόγων,
16. ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ καὶ μέχρι τῆς ἄκρας ἀνερχομένη
17. φυσιολογίας, ἐνίοτε δὲ καὶ δύσκριτον. εἰ δ’ ἅτι καὶ παντάπασιν
ㅤ
1. ἄχρηστος ἰατροῖς εἰδείη τις, ἔτι καὶ μᾶλλον, οἶμαι,
2. φεύξεται τὴν τοιαύτην ὁδὸν τῶν λόγων. οὔτε γὰρ ἁπλῶς
3. εἰ θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρόν ἐστιν ἕκαστον τῶν
4. φαρμάκων ζητοῦμεν οὔτ’ εἰ μυρμήκων, ἢ σφηκῶν, ἢ μελιττῶν,
5. ἤ τινος ἄλλου τῶν ζώων ὑγραντικὸν, ἢ ξηραντικὸν,
6. ἢ θερμαντικὸν, ἢ ψυκτικόν ἐστιν, ἀλλ’ ὅπως ἔχει
7. πρὸς ἀνθρώπινον σῶμα. παρὸν οὖν ἐπ’ ἀνθρώπων ποιεῖσθαι
8. τὴν βάσανον, οὐ καλῶς ἐκτρέπονται πρὸς ἕτερα.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 2.20, ed. Kühn, 1826, vol. 11, p. 509-518. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.20
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩