Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.21, ed. Kühn, 1826, vol. 11, p. 518-522. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.21

9. Βάσανος δ’ ὀρθὴ πρῶτον μὲν ἡ ἐπὶ τῶν
10. εὐκράτων σωμάτων, ἐφεξῆς δ’ ἡ ἐπὶ τῶν δυσκράτων, εἶθ’, ὡς
11. εἴρηται πολλάκις ἡμῖν καὶ πρόσθεν, ἡ ἐπὶ τῶν θερμῶν καὶ
12. ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν νοσημάτων. ἐν οἷς προσέχειν
13. τὸν νοῦν ἠξιοῦμεν καὶ ὡς διορίζεσθαι τὸ καθ’ ἑαυτό τι δρῶν
14. τοῦ κατὰ συμβεβηκός. ἔσεσθαι δὲ τοῦτο πρῶτον μὲν, εἰ
15. ἁπλοῖς ὡς ἔνι μάλιστα προσφέροιτο πάθεσιν, δεύτερον δὲ
16. εἰ εὐθὺς τοῦτο ἐξ ἀρχῆς αἰσθητῶς ἐμφαίνοι τὴν ἑαυτοῦ δύναμιν,
17. ἢ μετὰ χρόνον, ἢ καὶ τελέως ἀρθὲν, ὥσπερ τὸ τῆς θερμασίας 
1. ἐπανάκλησιν ἐργαζόμενον ὕδωρ ψυχρὸν, ἔτι τε πρὸς
2. τούτοις ἄμικτον ἑτέρας ποιότητος, εἰς ὅσον οἷόν τε δυνατὸν
3. ἐργάσασθαι τὸ τοιοῦτον. πῶς μὲν οὖν ἄν τις ἔλαιον ἐργάζηται
4. τοιοῦτον λέλεκται καὶ πρόσθεν· πῶς δ’ ἄν τις ἁπλῷ
5. νοσήματι προσφέροι, νῦν εἰρήσεται, τοσοῦτον ἀναμνησάντων
6. ἡμῶν πρότερον, ὡς ἐν ταῖς τῶν νοσημάτων διαφοραῖς ἐδείκνυτο,
7. τινὰ μὲν ἐπὶ τὸ θερμότερον ἐκτετράφθαι σώματα χωρὶς
8. κακοχυμίας τινὸς ἢ στήθους ἢ σπλάγχνου φλεγμονῆς, ὥσπερ
9. ἐν ταῖς σφοδραῖς ἐγκαύσεσιν εἴωθεν γίγνεσθαι, τινὰ δὲ ἐπὶ
10. τὸ ψυχρότερον, ὡς ἐν τοῖς καλουμένοις ἤδη συνήθως ὑπὸ
11. πάντων ἀνθρώπων ψυγμοῖς. ἐν δὴ ταῖς τοιαύταις διαθέσεσιν
12. ἔλαιον προσφέρων ἐξευρήσεις ἐναργῶς εἴτε θερμαίνειν ἡμᾶς
13. πέφυκεν εἴτε καὶ ψύχειν. ἔστω δὲ δηλονότι πάσης ἐπικτήτου
14. ποιότητος ἰσχυρᾶς ἀπηλλαγμένον. ἀεὶ γὰρ ἐπὶ παντὸς φαρμάκου
15. μεμνῆσθαι χρὴ τούτου. τὸ μὲν κεφάλαιον τοῦ λόγου
16. τουτί· τὸ δ’ ἔργον αὐτὸ τὸ γιγνόμενον ἡ πεῖρα δείκνυσιν.
17. οἱ μὲν ἐγκεκαυμένοι πρὸς τὸ μὴ παύεσθαι τῆς θέρμης ἔτι καὶ
18. ἀσωδέστεροι γίγνονται καὶ τοῦ χρόνου προϊόντος θερμότεροι.
1. τοῖς ἐψυγμένοις δὲ σαφῶς οὐδὲν εἰς ὠφέλειαν ἢ βλάβος ἐξ
2. ἐλαίου χρίσεως ἀποβαίνει. ᾧ καὶ δῆλον ὡς εἰ καὶ θερμαίνειν
3. ἡμᾶς πέφυκεν, ἀλλ’ οὐκ ἔτι γε σφοδρῶς ἢ ἐναργῶς,
4. ὥσπερ ῥητίνη καὶ πίττα καὶ ἄσφαλτος. ἀκούειν δέ σε χρὴ νῦν
5. οὔτε ξηρὰν ῥητίνην ἢ πίτταν ἢ ἄσφαλτον, οὐ γὰρ ἂν οὐδὲ
6. ἀλείψαιτό τις αὐταῖς, οὐ μὴν οὐδὲ τὰς ἐν ἡλίῳ τετηκυίας,
7. οὐ γὰρ ἁπλοῦν ἔτι τό γε τοιοῦτον οὐδ’ αὐτοφυὲς ἂν εἴη
8. φάρμακον, ἀλλὰ ῥητίνην μὲν ἤτοι τὴν αὐτόῤῥυτον ὀνομαζομένην,
9. ἢ τὴν τερμινθίνην τε καὶ σχινίνην ὑγρὰν ἔτι καὶ πρόσφατον,
10. ἢ τῆς πευκίνης τὴν ἐφισταμένην ἄνωθεν τοῖς κεραμίοις
11. ἐλαιώδη· πίττης δὲ τὴν ὑγράν. καὶ μᾶλλον ἔτι τὸ κατ’ αὐτῆς
12. ἐποχούμενον ἐλαιῶδες, ὃ δὴ πίσσανθον ὀνομάζουσιν. ἔστι
13. γὰρ ὄντως οἷον ἄνθος τι πίττης. οὕτω δὲ καὶ ἄσφαλτον τὴν
14. ὑγρὰν, ἔτι τὴν ἐκ Μηδείας. ἅπαντα γὰρ ταῦτα λιπαρὰ μέν
15. ἐστιν καὶ πλεῖστον τῆς ἐλαιώδους ἔχοντα φύσεως, ἐναργῶς
16. μέντοι θερμαίνει, καθάπερ ἥ τε στακτὴ σμύρνα καὶ τὸ πεύκινον,
17. ἢ ἀρκεύθινον, ἢ τὸ κέδρινον καὶ τὸ δάφνινον ἔλαιον,
18. ἕτερά τε τοιαῦτα, σαφῶς μὲν ἐκθερμαίνει τοὺς ἐψυγμένους,
1. ἐσχάτως δ’ ἀνιᾷ τοὺς ἐγκεκαυμένους. ταῦτα μὲν οὖν ἑκατέρωθεν
2. ὁμολογεῖται θερμαίνειν. ἔλαιον δὲ οὐδ’ ἑτέρωθεν
3. ἰσχυρῶς οὔτε τοὺς κατεψυγμένους ἐκθερμαίνειν οὔτε βλάπτειν
4. τοὺς ἐγκεκαυμένους. οὐ μὴν οὐδ’ ἀσαφῶς γε τοῖς ἐπ’
5. ἐγκαύσει πυρέξασιν ἄσης γέ τινος αἴτιον γίγνεται καὶ τὴν
6. θερμότητα παραύξειν φαίνεται, καθάπερ κᾀν τοῖς ἀκριβέσιν
7. ἐρυσιπέλασιν. ἔστι δὲ δήπου ταῦτα χολώδη ῥεύματα, σαφῶς
8. γὰρ δήπου καὶ ἐν αὐτοῖς τούτοις αὐξάνειν τὴν θερμασίαν, εἰ
9. καὶ ψυχρὸν ἐσχάτως αὐτὸ προσάγοις. ἐπὶ μὲν γὰρ τῶν ἐγκαύσεων,
10. εἰ χωρὶς ἁλῶν εἴη, καὶ ἄλλως λελευκασμένον ἔχει τινὰ
11. παραμυθίαν ψυχρὸν καταντλούμενον. ἐπὶ δὲ τῶν ἐρυσιπελάτων
12. ὅπως ἂν ᾖ ψυχρὸν οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ βλάπτειν
13. πέφυκε, τὰ μὲν ἐκ χολώδους ῥεύματος ἀκριβῶς ἅπαντα
14. μεγίστας βλάβας, τὰ δ’ ἐξ αἵματος αὐτῷ μεμιγμένου μικροτέρας
15. μὲν, οὐ μὴν τὰς ἐπιτυχούσας γε οὐδὲ ταύτας. ἧττον
16. δὲ τούτων, ἐναργῶς δ’ οὖν ἔτι καὶ τὰς ζεούσας ἀνιᾷ φλεγμονὰς,
17. ἐξ ὧν ἁπάντων τεκμαιρομένῳ μοι θερμότητα παραπλησίαν
18. ἀνάπτειν ἔδοξεν οἷσπερ ἂν ὁμιλῆσαν τύχῃ. φαίνεται
1. γοῦν τοῖς μὲν μετρίως θερμοῖς σώμασιν προσφερόμενον μετρίως
2. θερμαίνειν αὐτὰ, τοῖς δ’ ἰσχυρῶς ἰσχυρὰν τὴν θερμασίαν
3. ἀνάπτον.

Cliquer un n° de page pour en afficher l’image