Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.22, ed. Kühn, 1826, vol. 11, p. 522-523. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.22

4. Εἴρηται μὲν οὖν ἤδη κᾀν τῷ τρίτῳ περὶ
5. κράσεων, εἰρήσεται δὲ καὶ νῦν ὡς ἕκαστα τῶν προσφερομένων
6. τῷ σώματι φαρμάκων, ἃ δὴ καὶ θερμὰ ταῖς δυνάμεσιν
7. ὑπάρχειν ἔφαμεν, ἀρχὴν τοῦ θερμαίνεσθαι παρ’ ἡμῶν
8. λαμβάνοντα, τὰ μὲν ὡσαύτως ἡμᾶς ἀντιθερμαίνει, τὰ δὲ
9. σφοδρότερον. ἐκ δὴ τῶν εἰς ἴσον ἀντιθερμαινόντων ἐφάνη
10. μοι τοὔλαιον ἐπισκοποῦντι τὰς κατὰ μέρος αὐτοῦ δυνάμεις.
11. εὕρισκον γὰρ ἀεὶ χλιαρὰν μὲν ἐν τοῖς μετρίως θερμοῖς
12. σώμασιν ἀπεργαζόμενον αὐτὸ θερμότητα, ζέουσαν δ’
13. ἐν τοῖς ζέουσιν. ἐφαίνετο δέ μοι διὰ τοῦτο καὶ σπασμοὺς
14. καὶ τρόμους, ἀναισθησίας τε καὶ δυσαισθησίας, μήτ’ ὠφελεῖν
15. μηδὲν ἀξιόλογον μήτε βλάπτειν. ὠφελεῖν μὲν γὰρ οὐκ
16. ἠδύνατο τῷ μὴ θερμαίνειν ἰσχυρῶς, βλάπτειν δ’ οὐκ ἦν
17. ἱκανὸν, ὅτι μηδ’ ὅλως ἔψυχεν, ἐπικτήτου μὲν θερμότητος
18. ἰσχυρᾶς λαβόμενον ἱκανῶς ὠφελεῖν· ἐπειδὰν εἰς πυέλους
1. ἐλαίου θερμοῦ ῥίζας τινὰς, ἢ πόας θερμαντικὰς ἐναφεψημένας
2. ἔχοντας, τοὺς οὕτω πεπονθότας ἐμβιβάζοιμεν.
3. ὅθεν εὐλόγως οἷον ὕλη τίς ἐστιν τῶν ἄλλων φαρμάκων.
4. ἄν τε γὰρ ψυχρὰ μίξῃς αὐτῷ, ψυχρὸν ἔσται τὸ μικτὸν,
5. ἄν τε θερμὰ, θερμόν. ὃ γὰρ ἂν ἐκ τῆς μέσης ὑπάρχῃ κράσεως,
6. ὑπηρετεῖ τοῖς ἄκροις ἑκατέροις, ὡς μήτ’ εἰ θερμῷ
7. μιχθείη ψυχρὸν, τὸ μιχθὲν ἐξ ἀμφοῖν ἀπεργάσασθαι δυνάμενον,
8. ὅτι μηδ’ αὐτὸ ψυχρόν ἐστιν μήτ’ εἰ ψυχρῷ θερμὸν,
9. οὐδὲ γὰρ θερμὸν ὑπάρχει. καὶ κατὰ τοῦτο εὐλόγως
10. οἱ μὲν θερμαίνειν αὐτὸ φάσκουσιν ἡμᾶς, οἱ δὲ οὐ θερμαίνειν.
11. θερμαίνειν μὲν γὰρ ἂν δόξειε εἰς ἴσην τῷ θερμαίνοντι
12. σώματι θερμασίαν ἀφικνούμενον, ἀντιθερμαίνειν γοῦν δύναται
13. ταύτῃ. τῷ δὲ μὴ προσαυξάνειν ἣν κατέλαβε θέρμην,
14. οὐκ ἂν δόξειε θερμαίνειν. οὐ γὰρ τὸ φυλάττειν ἣν εὗρεν,
15. ἀλλὰ τὸ παραύξειν ἔργον εἶναι τοῦ θερμαίνοντος.

Cliquer un n° de page pour en afficher l’image