16. Ἀρχαὶ δὲ τῆς τοιαύτης ἀμφισβητήσεως
17. τρεῖς εἰσι, τό τε μὴ διορίσασθαι τὰ γένη τῶν θερμαίνειν
ㅤ
1. ἡμᾶς λεγομένων καὶ τὸ ταῖς ὁμωνυμίαις χρῆσθαι συγκεχυμένως
2. καὶ τὸ μηδεμίαν ἀπολιπεῖν μεσότητα. θερμαίνειν μὲν
3. οὖν ἡμᾶς λέγεται τά τ’ ἐνεργείᾳ θερμὰ, καθάπερ τὸ πῦρ
4. αὐτὸ καὶ τὰ δυνάμει· καὶ τῶν δυνάμει θερμῶν τὰ μὲν ὡς
5. τροφαὶ, τὰ δ’ ὡς φάρμακα, τὰ δ’ ὡς σκεπάσματα. τὸ θερμὸν
6. δ’ αὐτὸ, τό τε κατ’ ἐνέργειαν ἤδη τοιοῦτον οὕτως ὀνομάζειν
7. εἰθίσμεθα καὶ τὸ κατὰ δύναμιν, ὡς πολλάκις εἴρηται
8. καὶ πρόσθεν. ἀλλὰ τὸ μὲν κατ’ ἐνέργειαν τό θ’ ἁπλῶς θερμὸν,
9. οἷον τὸ πῦρ καὶ τὸ κατ’ ἐπικράτησιν, οἷον τὸ ζῶον,
10. καὶ τὸ πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβαλλόμενον καὶ
11. τὸ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν. τὸ δὲ κατὰ δύναμιν πρῶτον
12. μὲν ἀντιδιαιρεῖται τοῦ κατὰ συμβεβηκὸς, εἶθ’ ἑξῆς τοσαύτας
13. ἔχει σημαινομένων διαφορὰς, ὅσας περ καὶ τὸ κατ’ ἐνέργειαν
14. θερμόν. οἷον γὰρ ὕλη τις ἐπιτήδειος ὑπάρχουσα τῷ κατ’
15. ἐνέργειαν θερμῷ, τὸ μέν τι τοῖς ἁπλῶς ὀνομαζομένοις θερμοῖς,
16. τὸ δέ τι τοῖς κατ’ ἐπικράτησιν. ἄλλο δέ τι πρὸς τὸ
17. σύμμετρον ὁμογενὲς ἢ ὁμοειδὲς ἢ ὁτιοῦν τὸ ἐπιτυχὸν παραβαλλομένοις
18. οἰκεία γίνοιτ’ ἂν ὕλη. διὸ καὶ τὰ πρὸς ἄνθρωπον
ㅤ
1. σκοπουμένους ἠξιοῦμεν ἀποχωρῆσαι τῶν ἄλλων ἁπάντων.
2. ἐν τούτοις τε οὖν ἅπασιν ἁμαρτάνουσιν οἱ περὶ φαρμάκων
3. δυνάμεως ἐπισκεψάμενοι καὶ πρὸς τούτοις ἔτι παρερχόμενοι
4. τὰς μεσότητος, ἔν τε ταῖς κατὰ φύσιν ἡμῶν
5. κράσεσιν, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐδείξαμεν,
6. ἔν τε ταῖς τῶν φαρμάκων ἐξετάσεσιν. ὡς γὰρ ἤτοι θερμὸν
7. εἶναι δέον ἐξ ἀνάγκης τὸ δοκιμαζόμενον φάρμακον, ἢ
8. ξηρὸν, ἢ ὑγρὸν, ἢ ψυχρὸν, οὕτω ποιοῦνται τοὺς λόγους,
9. ὥσπερ οὐκ ἐνδεχόμενον ἐν τῷ μεταξύ τι τῶν θερμαινόντων
10. τε καὶ ψυχόντων ἡμᾶς τετάχθαι καί τι ἕτερον ἐν τῷ μεταξὺ
11. τῶν ξηραινόντων τε καὶ ὑγραινόντων. οὕτω δ’ εἰσὶν
12. ἠλίθιοί τινες ὡς μηδ’ ἀκούσαντες τἀληθὲς ἀκολουθῆσαι
13. δύνασθαι. τινὰς γοῦν οἶδα καὶ ἀντιλέγειν ἐπιχειροῦντας
14. ὡς οὐδὲν εἴη μέσον τὴν κρᾶσιν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 2.23, ed. Kühn, 1826, vol. 11, p. 523-525. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.23
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩