15. ㅤἈλλὰ πρὸς μὲν τούτους ἔν τε τῷ
16. περὶ κράσεων εἴρηται τὰ προσήκοντα κᾀν τοῖς ἐφεξῆς οὐδὲν
17. ἧττον εἰρήσεται. τέλος δ’ ἐπιθεῖναι σπεύδων τῷ παρόντι
ㅤ
1. λόγῳ πάλιν ἐπὶ τοὔλαιον ἐπάνειμι. συμβέβηκεν γὰρ αὐτῷ
2. καὶ ὡς τροφῇ μὲν ἴσως θερμαίνειν ἡμᾶς, ἐπειδὰν εἴσω τοῦ
3. σώματος λαμβάνηται. δοκεῖ γάρ τισιν οὐκ ἀδοκίμοις ἰατροῖς
4. καὶ φιλοσόφοις γίγνεσθαί τις ὥσπερ ἐκ τῶν σιτίων, οὕτω
5. καὶ ἐξ ἐλαίου πρόσθεσις τοῦ σώματος. συμβέβηκε δὲ καὶ ὡς
6. φαρμάκῳ μέσῳ πως εἶναι τῶν θερμαινόντων τε καὶ ψυχόντων
7. ἡμᾶς, ὑπάρχει δ’ αὐτῷ καὶ ὡς σκεπάσματι θερμαίνειν ἡμᾶς,
8. καὶ ἥ γε κυριωτάτη μάλιστα εἰκὼν τῆς φύσεως αὐτοῦ τοιαύτη
9. τις εἶναί μοι δοκεῖ. ὡς γὰρ καὶ τῶν ἀμφιεσμάτων ἕκαστον
10. ὑφ’ ἡμῶν αὐτῶν θερμαινόμενον ἀντιθερμαίνειν ἡμᾶς πέφυκεν,
11. οὕτω καὶ τοὔλαιον. ἀλλ’ ὥσπερ ἐκείνων οὐδὲν αὐτοῦ
12. τοῦ θερμαίνοντος σώματος γίγνεται θερμότερον, οὕτως οὐδὲ
13. τοὔλαιον. ὅλον δ’ ἄν σοι τὸ πρᾶγμα νοηθείη καλῶς οὐκ
14. εἰς τὰ παρόντα μόνον, ἀλλὰ καὶ εἰς τὰ μέλλοντα σύμπαντα
15. χρήσιμον ἐσόμενον, εἰ ἀναμνησθείης αὐτοῦ τοῦ περιέχοντος
16. ἡμᾶς ἀέρος, ποτὲ μὲν ψυχροτέρου γιγνομένου τῆς ἐν ἡμῖν
17. θερμότητος εἰς τοσοῦτον ὡς προβλημάτων τέ τινων καὶ σκεπασμάτων
18. δεῖσθαι πρὸς αὐτὸν, ἐνίοτε δὲ θερμοτέρου πάλιν
19. εἰς τοσοῦτον ὡς μὴ δύνασθαι φέρειν, ἀλλ’ ὑποφεύγειν εἰς
ㅤ
1. σκέπην τέ τινα καὶ σκιάν. ἔστι δ’ ὅτε οὕτως ἔχοντος συμμέτρως,
2. ὡς μήτε τῶν θαλψόντων ἡμᾶς μήτε ψυχόντων ἐπιθυμεῖν,
3. ἀλλ’ ἄλυπόν τε καὶ ἀναίσθητον εἶναι τὴν ὁμιλίαν αὐτοῦ.
4. τὴν μὲν δὴ τρίτην κρᾶσιν τήνδε τὴν νῦν εἰρημένην σύμμετρον
5. καλῶ καὶ μέσην εἶναι τῶν ἄλλων φημὶ καὶ μήτε θερμαίνουσαν
6. ἡμῶν τὸ σῶμα μήτε ψύχουσαν· τῶν δ’ ἄλλων δυοῖν τὴν
7. μὲν θερμαίνειν ἡμᾶς, τὴν δὲ ψύχειν. ἐοικέναι δέ φημι τῇ μέσῃ
8. τε καὶ συμμέτρῳ κράσει τοῦ περιέχοντος ἡμᾶς ἀέρος τήν τ’
9. ἐκ τῶν ἀφιεσμάτων καὶ τὴν ἐξ ἐλαίου γινομένην θερμασίαν.
10. εἰ δὲ μηδ’ οὕτω σαφές ἐστιν ὃ βούλομαι δηλοῦν, ἐκείνως ἄν
11. σε μᾶλλον οἶμαι συνήσειν. δύο μοι νόησον ἀνθρώπους ὁμοίως
12. μὲν κεκραμένους τὸ σῶμα, ψαύοντας δ’ ἀλλήλων ἢ τοῖς στέρνοις
13. τε καὶ τῇ γαστρὶ μόνοις, ἢ καὶ ταῖς χερσὶ καὶ τοῖς σκέλεσιν.
14. εἰ μὲν δὴ τὴν αὐτὴν ἔχοι τοῖς δύο τούτοις ἀνθρώποις
15. ὁ περιέχων αὐτοὺς ἀὴρ κρᾶσιν, ὡς εἶναι τὴν ἐν τοῖς τρισὶ
16. σώμασιν ἴσην θερμασίαν, οὐδὲν ἂν ὑπ’ οὐδενὸς οὕτω γε θερμαίνεσθαι
17. λέγοιτο. τὰ γὰρ ὅμοια πάντη σώματα πρὸς ἀλλήλων
ㅤ
1. οὐδεμίαν ἀλλοίωσιν ἴσχει. ψυχροῦ δ’ ὄντος τοῦ περιέχοντος
2. ἀλλήλους ἂν οἱ ἄνθρωποι θερμαίνειν λέγοιντο, καίτοι γε
3. οὐ θερμαίνοντες, ἀλλ’ εἴργοντες ㅤτὸ ψυχρόν. εἰθικότες
4. οὖν οἱ πολλοὶ καταχρῆσθαι τοῖς ὀνόμασιν, τὸ κωλυτικὸν τοῦ
5. ψύχεσθαι θερμαῖνον ὀνομάζουσιν οὐκ ὀρθῶς. ὀνομάζειν μὲν
6. οὖν αὐτοῖς συγχωρητέον ὡς ἂν ἐθέλωσιν, ταὐτὸν δὲ σημαίνειν
7. ἐκ τοῦ θερμαίνειν ῥήματος ἐν ἑκατέρᾳ τῇ ῥήσει κατ’
8. οὐδένα τρόπον ἔτι συγχωρητέον. οὐ γὰρ δὴ ταὐτόν γέ ἐστιν
9. ἐξ αὑτοῦ τινι παρέχειν θερμασίαν, ἢ κωλύειν τὸ ψυχρόν.
10. οὕτω δή τούτων ἐχόντων, ὅσα περ ἂν ἡμῖν ἔξωθεν προσπίπτοντα
11. τὴν αὐτὴν ἔχῃ τῷ σώματι θερμασίαν, εἴτε ἐξ ἑαυτῶν
12. εἴτε παρ’ ἄλλων εἴτε καὶ ἐξ ἡμῶν αὐτῶν εἰληφότα,
13. ㅤταῦτα κατὰ μὲν τὸν ἀκριβῆ λόγον οὔτε θερμαίνειν ἡμᾶς
14. οὔτε ψύχειν λεκτέον· εἰ δὲ καταχρῆσθαί τις βούλοιτο συγχωρητέον,
15. ἀναμιμνήσκοντα μόνον ἐν τῇ ῥήσει τὴν διαφορὰν
16. τῶν σημαινομένων. ἄλλως μὲν γὰρ ὁ θερμότερος ἀὴρ θερμαίνειν
17. ἡμᾶς λέγεται, κατ’ ἄλλον δὲ τρόπον ὁ σύμμετρος. ἀνάλογον
18. δ’ ἔχει τῷ μὲν θερμοτέρῳ πύρεθρόν τε καὶ νᾶπυ καὶ
ㅤ
1. πέπερι, τῷ συμμέτρῳ δὲ πιμελή τε καὶ ἔλαιον. ἐνεργείᾳ μὲν
2. γὰρ οἱ ἀέρες θερμοὶ, δυνάμει δὲ τὰ φάρμακα. τὸν μὲν γὰρ
3. ἀέρα θερμὸν οὐχ ἡμεῖς αὐτοὶ ποιοῦμεν, ἀλλ’ ὅτι τοιούτῳ
4. πλησιάζομεν. τὰ φάρμακα δὲ, ὡς κᾀν τῷ τρίτῳ περὶ κράσεων
5. ἐδείκνυμεν, τὴν ἀρχὴν τῆς ἐπὶ τὸ θερμαίνεσθαι μεταβολῆς
6. ἐξ ἡμῶν λαμβάνοντα, τὰ μὲν εἰς ἶσον ἡμᾶς ἀντιθερμαίνειν
7. πέφυκεν, τὰ δὲ μᾶλλον, τὰ δ’ ἧττον. ἐκ δὴ τῶν ἴσων
8. ἀντιθερμαινόντων ἔστι τὸ ἔλαιον. ὑπάρχει δ’ αὐτῷ κᾀκ
9. τοῦ γλίσχρῳ τε εἶναι καὶ δυσαποῤῥύτῳ καὶ τῶν πόρων ἐμφρακτικῷ
10. κατὰ διττὸν τρόπον ἐπαύξειν, ὡς δοκεῖν τὴν θερμασίαν.
11. ἐκ μὲν δὴ τοῦ περιπλάττεσθαι δίκην ἀμφιέσματος,
12. ἢ προβλήματος, ἐκ δὲ τοῦ τοὺς πόρους ἐμφράττειν τὸ κωλύειν
13. ἀποῤῥεῖν ἔνδοθεν τὸ πολὺ τῆς ἀτμώδους θερμότητος. κατὰ
14. ταῦτ’ οὖν οὐδὲ ξηραίνεσθαι τοῖς σώμασιν ἡμῶν ἐπιτρέπει,
15. πλὴν εἰ θερμόν τε προσάγοιτο καὶ χρόνῳ πλείονι· καὶ ταύτην
16. αὐτοῦ τὴν δύναμιν ἅπαντες ἄνθρωποι τῇ πείρᾳ μεμαθηκότες;
17. οὓς ἂν ἱδρῶσαι δαψιλέστερον ἐθέλωσιν, ἢ λελουμένους, ἢ
18. ἀλούτους, οὐ προσφέρουσιν αὐτοῖς εὐθὺς κατ’ ἀρχὰς ἔλαιον,
ㅤ
1. ἀλλ’ ἐπὶ μὲν τῶν νενοσηκότων, ἐπειδὰν ἱδροῦν ὑπάρξωνται,
2. θερμήναντες περιχέουσι. ἐπὶ δὲ τῶν νοσούντων, ἐπειδὰν
3. αὐτάρκως ἱδρώσωσιν. ἐπὶ δὲ τῶν ὑγιαινόντων, ὅσοι μὲν ἐξ
4. ὁδοιπορίας μακρᾶς εἰσι καὶ γυμνασίων πλειόνων, ἢ ὁπωσοῦν
5. ἄλλως ἐξηραμμένοι τὸ σῶμα, τούτοις μὲν ἀλείφεσθαι καὶ
6. πρὶν ἱδρῶσαι συγχωροῦσιν. ὅσοι δ’ ἠπεπτηκότες, ἢ πληθωρικὸν
7. τὸ σῶμα ἔχοντες, τούτοις οὐδὲ λουομένοις ἐπιτρέπουσιν
8. ἐλαίῳ χρῆσθαι.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 2.24, ed. Kühn, 1826, vol. 11, p. 525-530. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.24
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩