Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.25, ed. Kühn, 1826, vol. 11, p. 530-534. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.25

9. Καί μοι δοκεῖ κᾀνταῦθα μέσον τῶν ὑγραινόντων
10. καὶ ξηραινόντων ἡμᾶς εἶναι τοὔλαιον, ὥσπερ ὀλίγον
11. ἔμπροσθεν ἐδείχθη, τῶν θερμαινόντων καὶ ψυχόντων. ὑγραίνει
12. μὲν γὰρ ὕδωρ, ξηραίνει δὲ δάφνινόν τε καὶ κέδρινον
13. ἔλαιον. τό γ’ οὖν ἔλαιον ἁπλῶς οὑτωσὶ προσαγόμενον, ἄνευ
14. γε τοῦ προθερμανθῆναι πρὸς ἡμῶν αὐτῶν ἐξ ἐπιτεχνήσεως ἢ
15. ψυγῆναι, τούτου γὰρ ἐπὶ πάντων ἀεὶ χρὴ μεμνῆσθαι, τοιαύτην
16. φυλάττει τὴν κρᾶσιν ἡμῶν, οἵαν περ παρέλαβεν, εἶργον
17. ὡς ἔνι μάλιστα καὶ κωλῦον κενοῦσθαι τοῦ σώματος ἁπάσας
18. τὰς ἀτμώδεις διαπνοάς εἰ δ’ ἀνατρίβεις ἐπιπλέον ἐλαίῳ τὰ
1. μέλη, θερμότητά τέ τινα γεννήσεις ἐκ τῆς τρίψεως ἐπίκτητον,
2. ὠφελήσεις τε τοὺς κεκοπωμένους ἐν τῷδε, τοῦτο μὲν εἴσω τοῦ
3. σώματος εἰς τοὺς κατὰ λεπτὸν πόρους εἰσδυομένου τοῦ
4. λίπους ὡς μαλάττειν τὰ κατεσκληρυμμένα, τοῦτο δὲ τῇ
5. θερμότητι διαφοροῦντος, ὅτι δριμὺ καὶ λεπτὸν ὑγρὸν ἐν τοῖς
6. κόποις ἐκ συντήξεως γεννηθὲν ὑπὸ τοῦ δέρματος ἐστέγετο.
7. φαίνονται γὰρ κᾀκτὸς ἀποῤῥέοντες ἱδρῶντες τοῖς γυμναζομένοις,
8. φαίνονται δ’ οὐκ ὀλίγα κᾀντὸς εἰς τὴν γαστέρα
9. συῤῥέοντα περιττώματα καὶ οἷον συντήγματα. λογίζεσθαι
10. δ’ ἐκ τούτων χρὴ, κᾂν μή φαίνηται, καταλείπεσθαί τινα
11. καὶ καθ’ ὅλον τὸ σῶμα πολλὰ τοιαῦτα κενώσεως δεόμενα.
12. διττὴ γὰρ ἐν τοῖς κόποις γίγνεται διάθεσις, ὡς ἐν ἑτέροις ἐπιδέδεικται,
13. ξηραινομένων μὲν τῶν ὁμοιομερῶν τοῦ ζώου μορίων,
14. ὑγραινομένων δὲ τῶν κενῶν χωρῶν, οὐ χρηστῇ καὶ κατὰ φύσιν
15. ὑγρότητι, πληθώρα γὰρ ἦν, ἀλλὰ λεπτῇ καὶ δριμείᾳ καὶ δακνώδει·
16. καὶ διὰ τοῦτο καὶ τῶν ἰωμένων δέονται διττῶν, τῶν
17. τε τὴν ξηρότητα τεγγόντων καὶ τῶν τὴν δριμεῖαν ὑγρότητα
18. κενούντων. καὶ διὰ τοῦτο πρὸς ἄμφω ταῦτα τὰ διὰ τῶν
1. γλυκέων ὑδάτων λουτρὰ χρησιμώτατα τετύχηκεν ὄντα, τῇ
2. μὲν ὑγρότητι τὴν ξηρότητα τῶν ὀργάνων ἐπανορθούμενα, τῇ
3. δ’ αὖ θερμότητι τὸ λεπτὸν καὶ διαφοροῦντα. καὶ εἴ γε
4. παραμένειν τοῖς σώμασιν ἐδύνατο καὶ μὴ ῥᾳδίως ἀποῤῥεῖν τὸ
5. ὕδωρ, αὔταρκες ἂν ὑπῆρχε μόνον. ἐπεὶ δὲ τό τε περιχεόμενον
6. ἔξωθεν ἀποῤῥεῖ ῥᾳδίως, τό τ’ εἰς τοὺς πόρους τοῦ σώματος
7. εἰσδυόμενον ἐκρεῖ λαβὴν οὐδεμίαν ἔχον, εἰς τοῦτ’ αὐτὸ χρησίμως
8. ἔλαιον μίγνυται, καὶ μᾶλλόν γε ἢν ἐπιπλέον ἐξ ἀμφοῖν
9. ἀνατρίψηταί τις, ὅπερ ὠνόμαζον οἱ παλαιοὶ χυτλοῦσθαι, καὶ
10. ἀντετίθεσάν γε αὐτῷ τὸ ξηραλειφεῖν. ἔστι μὲν καὶ τοῦτό πως
11. αὐτὸ καθ’ αὑτὸ κόπων ἰατικὸν, ἀλλ’ ἀπολείπεται πάμπολυ
12. τοῦ χυτλώσασθαι. τά τε γὰρ ἄλλα, κᾀπειδὰν ἀνακόπτηται
13. καὶ ἀνατρίβηται μετ’ ἐλαίου τὸ ὕδωρ, δύσλυτον ἱκανῶς ἔχει
14. τὴν μίξιν, ὥσθ’ ὅσοις ἂν ἐπαλείφηταί τε καὶ περιπλάττηται
15. σώμασι τὸ ἔλαιον, ἀναγκάζεσθαι τούτοις ἐπιπλέον ὁμιλεῖν
16. καὶ τὸ ὕδωρ. ἔστι τοίνυν κᾀνταῦθα ὥσπερ τις ὕλη τῶν
17. ὑγραινόντων τε καὶ ξηραινόντων τὸ ἔλαιον, ὡς ἔμπροσθεν
18. ἐδείχθη, τῶν θερμαινόντων τε καὶ ψυχόντων. ἄν τε γὰρ ξηραίνοντι
1. μιχθῇ, ξηραῖνον τὸ σύμπαν ἀπετέλεσεν, ἄν θ’ ὑγραίνοντι,
2. καὶ τοῦθ’ ὑγραῖνον εἰργάσατο καὶ πολλάκις καὶ μᾶλλον
3. ὑγραῖνον ἀπετελέσθη τὸ μικτὸν ἐξ ἀμφοῖν αὐτοῦ τοῦ
4. πρώτως ὑγραίνοντος, ὥσπερ ἐφ’ ὕδατος ἔχει. τοῦτο γὰρ
5. ὑγραίνει μὲν πρώτως, ἀλλὰ τὸ μὴ παραμένειν ἐπιπλέον
6. ὀλιγοχρόνιον ἴσχον τὴν ἐνέργειαν ἀσθενῶς ὠφελεῖ. δεσμὸς
7. οὖν αὐτῷ τοὔλαιον γιγνόμενον, ἀναγκάζον γε τοῖς χρῄζουσιν
8. τῆς ἀπ’ αὐτοῦ βοηθείας ἐπιπλεῖστον ὁμιλεῖν, ἄριστον
9. ἰαμάτων πάντων ἀπετελέσθη τοῖς ἐξηραμμένοις τε αὐχμώδεσι
10. σώμασιν. οὕτω δὲ κᾂν ξηραῖνον ἐλαίῳ μίξῃς φάρμακον,
11. οἷον χαλκῖτιν, ἢ πύρεθρον, ἢ κηκίδα, ἢ στρούθιον,
12. ξηραῖνον ἔσται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἅπασιν οὖν ὑπηρετοῦν
13. τοῖς ἑαυτῷ μιγνυμένοις τὸ ἔλαιον, εὐλόγως οἷον ὕλη
14. τις ἁπάντων ἐστί. τὴν μὲν οὖν οἰκείαν αὐτῶν ἐνέργειαν ἐξ
15. ἀνάγκης μειοῦν, οὐ μὴν τήν γε ὠφέλειαν, ἀλλ’ ἔστιν ὅτε
16. καὶ προσαυξάνον. οὐ γὰρ δὴ ταὐτόν γ’ ἐστὶν, εἰ καὶ δόξει
17. τισὶν ἐνέργειάν τέ τινος αὐξῆσαι καὶ ὠφέλειαν. ἡ μὲν γὰρ
18. ἐνέργεια κατὰ τὴν οἰκείαν ἑκάστου δύναμιν, ἡ δ’ ὠφέλεια 
1. καὶ κατὰ συμβεβηκὸς ἐνίοτε. λεχθήσεται μὲν οὖν ἐπιπλέον
2. ἐν τοῖς ἑξῆς ὑπὲρ τῆς κατὰ συμβεβηκὸς ὠφελείας. εἰρήσεται
3. δὲ καὶ νῦν εἰς τοσοῦτον, εἰς ὅσον δεῖ τοῖς παροῦσιν.
4. ἐλαίῳ γὰρ ἀνακοπτόμενον ὕδωρ, ὡς τὸ καλούμενον ὑδρέλαιον
5. ἐργάσασθαι, τοῖς κεκοπωμένοις ἀρήγει μᾶλλον ἢ εἰ
6. μόνον ὑπῆρχεν, οὐ τῷ τὴν οἰκείαν ἐπιτείνεσθαι δύναμιν,
7. ἀλλὰ τὸ περιμένειν ἐπιπολὺ τοῖς δεομένοις.

Cliquer un n° de page pour en afficher l’image