Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.26, ed. Kühn, 1826, vol. 11, p. 534-537. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.26

8. Ὅτι δ’ εἰ μὴ μέσον εἴη τῇ κράσει
9. τὸ ξυνδοῦν, τὰ πρώτως βοηθοῦντα τοῖς δεομένοις
10. ἐναντιώσεται πολλάκις αὐτῶν ταῖς ἐνεργείαις, ἐξ αὐτῆς γε
11. τῆς τῶν φαρμάκων φύσεως ἔνεστί σοι καθόλου διδαχθῆναι
12. κᾀκ τῶν τῆς κατ’ εἶδος τῶν φαρμάκων ἱστορίας. ἀπὸ μὲν
13. τῆς τοῦ καθόλου, διότι τὸ μιγνύμενον ἂν ἐπὶ τοὐναντίον
14. ἀπάγῃ τὴν δύναμιν τοῦ κραθέντος αὐτῷ φαρμάκου, δύναταί
15. ποτε καὶ νικῆσαι καὶ τελέως εἰς ἕτερον εἶδος μεταστῆσαι
16. τὸ μικτὸν ἐξ ἀμφοῖν. οὐδεμίαν γὰρ οὔτε ἰδέαν ἐπίσημον
17. οὔτε δύναμιν ἐμφαίνεσθαι χρὴ τοῦ λόγον ὕλης ἔχοντος
1. ἐν τῇ μίξει. κατὰ δὲ τὴν ἀπὸ τῶν ἐν μέρει πεῖραν ᾧδ’
2. ἂν μάθοις ὡς οὐ χρὴ τὸ λόγον ὕλης ἔχον οὔτε θερμαίνειν
3. οὔτε ψύχειν οὔτε ξηραίνειν οὔθ’ ὑγραίνειν, εἰ πρῶτον
4. μὲν ἀναμνησθείης ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα ἐπὶ
5. πίττης ὑγρᾶς καὶ ῥητίνης καὶ σμύρνης, ἀσφάλτου τε καὶ
6. κεδρίνου καὶ δαφνίνου καὶ τῶν ἄλλων ὅσα θερμαίνει. ταῦτα
7. γὰρ ἅπαντα μεθ’ ὕδατος ἀνατριβόμενα παραπλησίως ἐλαίῳ
8. θερμαίνει μᾶλλον ἢ ψύχει καὶ ξηραίνει μᾶλλον ἢ ὑγραίνει,
9. διὸ καὶ τὰς κοπώδεις αἰσθήσεις οὐ πάνυ τι λύειν πέφυκεν.
10. οὔτε γὰρ τῆς αὐτῆς ἐστιν ὕδατι δυνάμεως, ὡς συνεργάζεσθαί
11. τι μᾶλλον ἢ ἀντιπράττειν, οὔτε τῆς μέσης τῶν ἄκρων,
12. ἵν’ ὡς ὕλη τις ὑπηρετῇ τῷ πρώτως ἐνεργοῦντι. ξηραίνει
13. γὰρ καὶ θερμαίνει μᾶλλον, οὐχ ὑγραίνει, καὶ ψύχει καθάπερ
14. ὕδωρ. εἰ δέ τινι τῶν ἰσχυρῶς ξηραινόντων τε καὶ θερμαινόντων
15. ἀναμίξαις ὕδωρ, οὐ μόνον οὐδὲν ὧν πέφυκε δρᾷν
16. ὄψει γιγνόμενον, ἀλλὰ καὶ τελέως ἀμαυρούμενον ὡς εἰ μηδὲ
17. τὴν ἀρχὴν ἐμέμικτο. χαλκῖτις οὖν καὶ σανδαράχη καὶ μίσυ
1. καὶ τἄλλ’ ὅσα θερμαίνει τε σφοδρῶς ἡμᾶς καὶ ξηραίνει,
2. φυλάττει τὴν ἑαυτῶν ἔτι δύναμιν ἰσχυρὰν ὕδατι μιχθέντα.
3. πανταχόθεν οὖν δῆλον ὡς μέσον εἶναι χρὴ τὴν κρᾶσιν
4. ὅτί περ ἂν ἑκατέροις τοῖς ἄκροις ὑπηρετήσειν μέλλῃ, καθάπερ
5. ὕλη τις, ὥσπερ καὶ τοὔλαιον ἐν τῇδε τῇ χώρᾳ τιθεὶς
6. οὐκ ἂν ἁμάρτοις. ὁμολογήσει γὰρ ἅπαντά σοι τὰ κατὰ
7. μέρος ἔργα καὶ μέμψῃ τοῦ μήκους τῶν λόγον οὐχ ἡμᾶς,
8. ἀλλ’ ὅσοι τὴν ὀρθὴν ὁδὸν ὑπερβαίνοντες ἐπὶ μοχθηρᾶς τε
9. καὶ μακρᾶς ἐκτρέπονται. διὸ καὶ τοῦτον ἠναγκάσθην ἐγὼ
10. μηκῦναι τὸν λόγον, ἐπεὶ τό γ’ ἀληθὲς αὐτὸ ταχίστην ἔχει
11. τὴν εὕρεσιν, ὡς ἂν ἐξ αὐτῶν τῶν ἐναργῶς φαινομένων
12. ὁρμώμενον. οὐ μὴν οὐδ’ εἰς τοσοῦτον ἐμήκυνα τὸν λόγον
13. εἰς ὅσον ἐγχωρεῖ τῷ καὶ πάντα τὰ κακῶς ὑπ’ αὐτῶν
14. εἰρημένα γράψαι προῃρημένῳ καὶ τὰς αἰτίας τῶν σφαλμάτων
15. ἐκδιδάξαι. καίτοι γε τὰς αἰτίας εἰπεῖν ἴσως ἀναγκαῖόν
16. ἐστιν ὑπὲρ τοῦ φυλάττεσθαί τε τοὺς ἐξ αὐτῶν παραλογισμοὺς
17. ἐν ἁπάσῃ τῇ κρίσει τῶν κατὰ μέρος φαρμάκων
18. ἔχεσθαί τε τῆς ἀληθοῦς διδασκαλίας ἐπιστημονικώτερον.
1. αὐξάνονται γὰρ ἡμῖν αἱ περὶ τῶν πραγμάτων πίστεις, ὅταν
2. μὴ μόνον αὐτὸ γιγνώσκωμεν τἀληθὲς, ἀλλὰ καὶ τῶν παραλογισμῶν
3. ἁπάντων τὰς αἰτίας ἐκμάθωμεν. τοῦτο μὲν οὖν
4. ἐν τοῖς ἑξῆς ἐργασόμεθα.

Cliquer un n° de page pour en afficher l’image