5. ㅤΝυνὶ δὲ περὶ ῥοδίνου βραχέα προσθεὶς
6. ἐπὶ τοῖς κατ’ ἀρχὰς εἰρημένοις ἐν τῷδε καταπαύσω
7. τὸν λόγον. εἴρηται μὲν οὖν ὡς οὔτ’ ὀσμαῖς οὔτε χρόαις
8. οὔτ’ ἄλλῳ τινὶ τῶν συμβεβηκότων εὔλογόν ἐστι προσέχειν
9. τὸν νοῦν ἐν ταῖς τῶν δυνάμεων ἐξετάσεσιν, ἀλλὰ τοῖς
10. ἐναργῶς φαινομένοις ἐπί τε τῶν ὑγιαινόντων καὶ νοσούντων
11. σωμάτων. ἀποδέδεικται δὲ καὶ ὡς τοὔλαιον, ὅταν ἄναλον
12. ᾖ καὶ καθαρὸν ἀκριβῶς, ἐκ τῆς μέσης ὕλης ἐστίν.
13. ὥστε καὶ τὸ ῥόδινον χρὴ τὸ ἀκριβὲς καὶ ἁπλοῦν καὶ ὄντως
14. ῥόδινον ἐξ ἐλαίου τε τούτου κατεσκευάσθαι καὶ μηδὲν ἐν
15. ἑαυτῷ φαρμακωδέστερον ἔχειν, ὥσπερ εἰώθασιν οἱ μυρεψοὶ
16. σκευάζειν, ὑπὲρ τοῦ μόνιμόν τε καὶ εὐωδέστερον γενέσθαι
17. προστύφοντες ἀρώμασι τοὔλαιον πρὶν ἐμβαλεῖν τὰ ῥόδα.
18. κάλλιον δὲ ἴσως ἐστὶ καὶ τοῖς ὀνόμασιν διαστέλλειν αὐτὰ,
ㅤ
1. καθότι καὶ τοὺς παλαιοὺς οἶδα ποιοῦντας. ἔλαιον μὲν
2. γὰρ ῥόδινον ὀνομάζουσιν τὸ χωρὶς τῶν ἀρωμάτων σκευασθέν.
3. ὅτῳ δ’ ἐπεμβέβληταί τι καὶ τούτων, οὐκ ἔλαιον
4. ἔτι τὸ τοιοῦτον, ἀλλὰ μύρον ἤδη προσαγορεύουσιν. ὥστε
5. ἐπειδὴ τὸ μὲν ἔλαιον οἷον ὕλη τίς ἐστιν τῶν θερμαινόντων
6. τε καὶ ψυχόντων φαρμάκων ἐκ τῆς μέσης κράσεως
7. ὑπάρχον, ἐξ ἐλαίου δὲ καὶ ῥόδων χυλῶν σύγκειται τὸ ῥόδινον,
8. ἔστι δήπου καὶ αὐτὸ τοιοῦτον τὴν κρᾶσιν οἷός περ
9. καὶ ὁ τῶν ῥόδων χυλός. ἔστι δὲ δήπου ῥᾷστον οὐ ῥόδων
10. χυλοῦ μόνον αὐτοῦ καθ’ ἑαυτὸν, ἀλλὰ καὶ συνθέντας ἔλαιον
11. ῥόδινον ἐπί τε τῶν ὑγιαινόντων καὶ νοσούντων, ὡς ἤδη
12. πολλάκις εἴρηται, τὴν βάσανον αὐτοῦ ποιήσασθαι τῆς δυνάμεως.
13. εὑρήσεις οὖν ἐμψυχομένους μὲν ὑπ’ αὐτοῦ τοὺς
14. ἔτι κεκαυμένους καὶ παραχρῆμά τινος ὠφελείας αἰσθανομένους,
15. βλαπτομένους δ’ ἐναργῶς ἅπαντας τοὺς ἐψυγμένους,
16. ὥστε σε σαφῶς ἑκατέρωθεν συνιέναι τῆς δυνάμεως αὐτοῦ
17. ψυχούσης μᾶλλον ἢ θερμαινούσης. οὐ μὴν ἰσχυρά γε ἡ
18. ἀπὸ ῥοδίνου φαίνεταί σοι ψύξις, ἀλλ’ ἐγγυτάτω πως εἶναι
ㅤ
1. δόξει τῆς μέσης κράσεως. ὀνομάζω δὲ τὰ τοιαῦτα φάρμακα
2. σαφοῦς ἕνεκα διδασκαλίας ἐκ τῆς πρώτης φύσεώς τε καὶ τάξεως
3. τῶν ψυχόντων, ὥσπερ αὖ καὶ ὅσα βραχὺ τῆς μέσης κράσεως
4. ἐπὶ τὸ θερμότερον ἀποκεχώρηκεν, ἐκ τῆς πρώτης ἀποστάσεώς
5. τε καὶ τάξεως τῶν θερμαινόντων. ταυτὶ μὲν ἐν τῷ
6. παρόντι περὶ ῥοδίνου χρὴ γινώσκειν. ἀναγκαῖον γὰρ ἔσται
7. μοι καὶ κατὰ τὸν ἑξῆς λόγον ἔτι μνημονεῦσαί τε τοῦ φαρμάκου
8. καὶ προσθεῖναι τὰ λείποντα ὧν εἴπομεν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 2.27, ed. Kühn, 1826, vol. 11, p. 537-539. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.27
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩