1. Ταύτῃ τοίνυν ἁμαρτάνειν μοι δοκοῦσιν οὐ
2. σμικρὰ, καὶ τούτων ἔτι μᾶλλον ἐν οἷς ἀπέραντα καὶ ἀναπόδεικτα
3. φλυαροῦσιν, ἀμαθεῖς ὑπάρχοντες ἀποδεικτικῆς μεθόδου.
4. ὑποκείσθω γὰρ τὸ πῦρ, εἴτε ξανθὸν εἴτε ἐρυθρὸν,
5. ἢ ὡς ἂν ἐθέλωσιν, οὐ γὰρ μοι διαφέρει. τί οὖν τοῦτο πρὸς
6. τὸ πᾶν ἐρυθρὸν θερμὸν· εἶναι; πᾶν μὲν γὰρ πῦρ, εἰ οὕτως
7. ἔτυχεν, ἐρυθρὸν εἶναι λεκτέον ἐστίν. πᾶν δὲ τὸ ἐρυθρὸν πῦρ
8. εἶναι φάναι καταγέλαστον, ἔτι δὲ μᾶλλον εἰ πᾶν τὸ ἐρυθρὸν
9. θερμὸν εἶναι λέγοι τις. εἰ μὲν ἐξ ἀρχῆς εἴληπτο κατὰ τὸν
10. λόγον, ὡς πᾶν τὸ θερμὸν ἐρυθρὸν ἐστιν, ἦν ἴσως διαστρέψαντα
11. τὸ ἀξίωμα τὸ ἐρυθρὸν ἅπαν ἀποφῆναι θερμὸν ἁμαρτάνοντα
12. μὲν κᾀν τούτῳ προφανῶς. οἱ γὰρ ἀντιστρέφοντες,
13. οὐχ οἱ ἀναστρέφοντες ἀλλήλοις λόγοι συναληθεύονται, ἀλλ’
14. ὅμως ἦν ἂν, οἶμαι, πλησίον ὁ παραλογισμός. ἐπεὶ δὲ οὐδ’
15. αὐτὸ τοῦτο κατ’ ἀρχὰς εἴληπται, λέγω δὴ τὸ πᾶν εἶναι τὸ
16. θερμὸν ἐρυθρὸν, οὐδ’ ἀναστρέψαντα δυνατὸν εἰπεῖν ἅπαν
17. εἶναι τὸ ἐρυθρὸν θερμόν. τριχῶς οὖν ἁμαρτάνουσι κατὰ τὸν
18. λόγον οἱ φάσκοντες τὰ ῥόδα θερμὰ τὴν κρᾶσιν ὑπάρχειν,
ㅤ
1. ὅτι καὶ ἐρυθρά. πρῶτον μὲν ὅτι μὴ δείξαντες ὅτι πᾶν πῦρ
2. ἐρυθρὸν ἀντιστρέφειν αὐτῷ, ὅτι πᾶν ἐρυθρὸν πῦρ πειρῶνται
3. λόγον ἕτερον, ὡς ἀληθῆ· δεύτερον δ’ ὅτι μὴ γινώσκουσι
4. τοὺς ἀντιστρέφοντας, οὐ τοὺς ἀναστρέφοντας τοῖς
5. ἀληθέσι λόγοις ἀληθεῖς εἶναι καὶ αὐτούς. καὶ τρίτον ὅτι
6. κᾂν ἀντιστρέφωσιν, οὐ τὸ πᾶν εἶναι τὸ τῇ χρόᾳ ἐρυθρὸν
7. θερμὸν ἐκ τῆς ἀντιστροφῆς περανθήσεται, ἀλλὰ ἕτερον
8. αὐτοῦ τι τοιοῦτον ἀξίωμα, τὸ ἐρυθρὸν ἅπαν πῦρ ἐστιν.
9. ὅτι δ’ οὐ μόνον ἄχρηστον εἰς τὰ παρόντα τὸ τοιοῦτον,
10. ἀλλὰ καὶ προφανῶς ㅤψεῦδός ἐστιν, δῆλον παντί. δεόμεθα
11. γὰρ οὐκ εἰ τὸ ἐρυθρὸν ἅπαν πῦρ ἐστιν, ἀλλ’ ὅτι
12. θερμὸν ἀποδειχθῆναι. ὡς εἴ γε πῦρ ἐστι πᾶν τὸ ἐρυθρὸν,
13. ἔσται δηλονότι καὶ τὸ ῥόδον ἡμῖν πῦρ. ἀλλ’ οἱ μὴ γινώσκοντες,
14. οἶμαι, τὰς λογικὰς μεθόδους ἰατροὶ, πρῶτον μὲν
15. ἐπ’ αὐτῷ τούτῳ μέγιστα σφάλλονται, τῷ τοὺς οἰκείους
16. ὅρους ὑπερβαίνειν. ἱκανὴ γὰρ ἡ πεῖρα μετὰ βραχέων ἐπιλογισμῶν
17. ἐξευρίσκειν τὰς δυνάμεις τῶν φαρμάκων· εἶτα καὶ
18. κατὰ τοὺς λόγους ἁμαρτάνουσιν ὅμοια τοῖς ἀρτιμαθέσι
ㅤ
1. λογικῆς θεωρίας παισί. τῆς δ’ αὐτῆς πλημμελείας ἔχονται
2. καὶ ὅσοι ταῖς ὀδμαῖς τεκμαίρονταί τι περὶ δυνάμεως φαρμάκων.
3. οὐδὲ γὰρ ἅπαν εὐῶδες θερμὸν, ὡς λέγουσί τίνες,
4. ἀγνοοῦντες ὅπως ἀκούειν χρὴ τῶν ὑπ’ Ἀριστοτέλους καὶ
5. Θεοφράστου περὶ τούτων εἰρημένων, ἃ κατὰ τὸ τέταρτον
6. τῶνδε τῶν ὑπομνημάτων ἡμεῖς διοριοῦμεν, οὔθ’ ἅπαν θερμὸν
7. εὐῶδες, οὐ μὴν οὐδὲ δυσῶδες ἅπαν θερμὸν, οὐδ’ εἴ τι
8. θερμὸν ὑπάρχει, δυσῶδες. οὕτω κᾂν εἰ τὸ δυσῶδες ἅπαν
9. φαίη τις ψυχρὸν, ἢ τὸ ψυχρὸν δυσῶδες, οὐκ ἀληθεύει. καὶ
10. γὰρ καὶ τῶν θερμῶν μυρία τὰ μὲν εὐώδη, τὰ δὲ δυσώδη,
11. τὰ δ’ οὐδέτερα καὶ τῶν ψυχρῶν ὡσαύτως. καίτοι τί λέγω
12. ψυχρὰ καὶ θερμὰ, δέον θερμαίνοντα καὶ ψύχοντα λέγειν
13. ἡμᾶς, ἅπερ καὶ ζητοῦμεν. οὐ γὰρ δὴ τό γε ἁπλῶς θερμὸν
14. ἢ τὸ πρὸς τοῦτο ἐξεταζόμενον ἐπισκέπτεσθαι πρόκειται
15. νῦν, ἀλλὰ τὸ θερμαῖνον ἀνθρώπειον σῶμα. καὶ δὴ καὶ
16. ψυχρὸν οὐχ ἁπλῶς, ἀλλ’ ὅ τι περ ἂν ἄνθρωπον ψύχῃ. πάλιν
17. οὖν ἐνταῦθα μὴ διελόμενοι τὰ σημαινόμενα τῶν ὀνομάτων
ㅤ
1. σφάλλονται παρὰ τὴν ὁμωνυμίαν, ὥσπερ εἰ καὶ
2. περὶ χερσαίου τις κυνὸς διαλεγόμενος ἐπὶ τὸν θαλάττιον
3. μεταβαίνοι τῷ λόγῳ, νομίζων ὥσπερ τοὔνομα τῶν ζώων
4. ἀμφοτέρων ἕν ἐστιν, οὕτω καὶ τὴν φύσιν αὐτῶν μίαν
5. ὑπάρχειν. ἀλλ’ ἡμῖν δέδεικται σαφῶς ἐν τοῖς περὶ κράσεως
6. ὑπομνήμασιν, ἃ καὶ κατ’ ἀρχὰς εὐθὺς ἡγεῖσθαι τῆσδε τῆς
7. πραγματείας ἔφαμεν, ἄλλο μὲν εἶναι τὸ δυνάμει θερμὸν,
8. ἄλλο δὲ τὸ ἐνεργείᾳ. καὶ τούτου τοῦ ἐνεργείᾳ θερμοῦ τὸ
9. μὲν ἁπλῶς λέγεσθαι θερμὸν, τὸ δὲ κατ’ ἐπικράτησιν, τὸ
10. δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς, τὸ δὲ πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν.
11. καὶ δὴ καὶ τὸν ἄνθρωπον οὐχ ἀπλῶς θερμὸν,
12. ὥσπερ τὸ πῦρ, ἀλλ’ ἐπικρατήσει θερμὸν ὑπάρχειν ἐλέγομεν.
13. εἶναι γὰρ ἐν αὐτῷ πλείονα τοῦ θερμοῦ μοῖραν ἢ τοῦ
14. ψυχροῦ. καὶ τοίνυν καὶ ὅσα πρὸς τούτων λέγεται θερμὰ
15. δυνάμει, τῷ τοῦτον θερμαίνειν λεχθήσεται. καὶ ἡ κρίσις
16. αὐτῶν ῥᾴστη τέ ἐστι καὶ διὰ τῆς ἐμπειρίας ἐξετασθήσεται,
17. βραχέων, ὡς εἴρηται, καὶ πρόσθεν ἐπιλογισμῶν δεομένη.
18. τούτους οὖν ὑπερβαίνοντες οἱ σοφισταὶ, τόν τε χρόνον
ㅤ
1. ἀναλίσκουσι τῶν μειρακίων καὶ σοφίσμασι παράγοντες ἀνθρώπους
2. ἀγυμνάστους. λύσεως σοφισμάτων ἀναπιμπλᾶσι
3. ψευδῶν δογμάτων. ἐχρῆν γὰρ μήτε χρόας μνημονεύειν αὐτοὺς
4. μήτ’ ὀδμῆς, ἀλλὰ μηδὲ συστάσεως, ἢ λειότητος, ἢ
5. τραχύτητος, ἤ τινος ἑτέρου τοιούτου. τί γὰρ ὅτι γλίσχρον
6. τοὔλαιον, ἢ ὅτι λεῖον, ἢ ὅτι στίλβον, ἢ ὑγρὸν, ἢ ὠχρὸν, ἢ
7. λιπαρὸν, ἢ ὀλισθηρὸν, ἢ δυσξήραντον ἐπαλειφόμενον τοῖς σώμασιν;
8. οὔτε γὰρ εἰ θερμὸν, οὔτε εἰ ψυχρὸν, οὔτ’ εἰ ξηρὸν,
9. οὔτ’ εἰ ὑγρόν ἐστιν τὴν δύναμιν, ἐξ οὐδενὸς ἔνεστι τῶν τοιούτων
10. συλλογίσασθαι. καὶ γὰρ τῶν γλίσχρων καὶ τῶν λείων
11. καὶ τῶν στιλβόντων τὰ μὲν θερμαίνει φανερῶς ἡμᾶς, τὰ
12. δὲ ψύχει, καὶ τὰ μὲν ξηραίνει, τὰ δὲ ὑγραίνει. καὶ καθ’
13. ἕκαστον τῶν συμβεβηκότων οὐκ ἐλαίῳ μόνον, ἀλλὰ καὶ
14. τοῖς ἄλλοις ἅπασιν οὐδέν ἐστιν εὑρεῖν πάγιον οὐδὲ
15. διηνεκὲς, ὡς ἐπ’ αὐτῷ συστήσασθαί τινα καθόλου
16. πρότασιν.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 2.3, ed. Kühn, 1826, vol. 11, p. 465-469. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩