10. Φανεῖται δὲ καὶ νῦν οὐδὲν ἧττον ἡ φύσις
11. αὐτῆς τε τῆς ἐπαγωγῆς καὶ πολὺ δὴ μᾶλλον ἡ τοῦ παραδείγματος.
12. ἅπαντα γὰρ ἐπελθεῖν ἔγνωκα διὰ κεφαλαίων ὅσα
13. τοῖς ἰατροῖς εἴρηται περὶ δυνάμεως ἐλαίου, πιθανῶς μὲν τῷ
14. δοκεῖν, οὐ μὴν ἀληθῶς γε. καὶ πρῶτον τὸ ὑπὸ Διοκλέους ἐν
15. Ἀρχιδάμῳ λελεγμένον, ὡς σκληρύνεσθαι καὶ ἐπικαίεσθαι τὸ
16. δέρμα τοῖς ἐν ἐλαίῳ τριβομένοις, ὑπελάμβανεν ὁ Ἀρχίδαμος
17. καὶ διὰ τοῦτο τὴν ξηροτριβίαν προὔκρινε. συνεκπυροῦσθαί τε
18. γὰρ, φησὶ, καὶ ἐπικαίειν τὸ ἔλαιον ὑπὸ τῆς τρίψεως θερμαινόμενον
ㅤ
1. ἐνόμιζεν καὶ κατὰ τοῦτο ἐξικμάζειν καὶ ξηραίνειν
2. ἱκανῶς, ὥσπερ τῶν ὀπτωμένων τὰ χριόμενα. καὶ γὰρ καὶ
3. ταῦτα σκληρύνεσθαι μᾶλλον ἢ εἰ χωρὶς ἐλαίου τις ὀπτήσειεν.
4. αὐτὴν δὲ ἴσως ἄμεινον ὅλην παραγράψαι τοῦ Διοκλέους τὴν
5. ῥῆσιν. ἔχει δὲ ᾧδε· τὸ δὲ μετ’ ἐλαίου τρίβειν οὐχ ὁμοίως
6. ἐδοκίμαζε. πρῶτον μὲν γὰρ ἀνώμαλον ᾤετο γίνεσθαι τὴν
7. τοιαύτην τρίψιν παρὰ τὸ τὰς χεῖρας ὀλισθαίνειν καὶ μὴ
8. δύνασθαι τῆς σαρκὸς ὁμοίως ἀντιλαμβάνεσθαι διὰ τὸ λίπος.
9. ἔτι δὲ καὶ σκληρύνεσθαι καὶ ἐπικαίεσθαι τὸ δέρμα τοῖς οὕτω
10. τριβομένοις ἔφη μᾶλλον ἢ τοῖς ξηροῖς. συνεκπυροῦσθαι γὰρ
11. καὶ ἐπικαίειν τὸ ἔλαιον θερμαινόμενον ὑπὸ τῆς τρίψεως,
12. ㅤκαθάπερ τῶν ὀπτωμένων τὰ χριόμενα τῶν μὴ χριομένων,
13. ἐκπυρουμένου τοῦ ἐλαίου θερμαινόμενα καὶ ἐξικμαζόμενα
14. λίαν σκληρύνεσθαι μᾶλλον. ὁμοίως δὲ καὶ τὰ ἐν τῷ
15. ἐλαίῳ ἑψόμενα κραῦρα καὶ καπυρὰ γίνεσθαι διὰ τὴν αὐτὴν
16. αἰτίαν. πρὸς δὲ τούτοις, ὥσπερ τὰ ξύλα καὶ τὰ δέρματα
17. καὶ τὰ ἄλλα τὰ μετ’ ἐλαίου τριβόμενα συνδιαδίδωσιν εἴσω
18. τὸ ἔλαιον, οὕτως ᾤετο καὶ τὰ σώματα. τούτου δὲ γιγνομένου
ㅤ
1. πολλὰ τῶν εἰθισμένων διὰ τῆς σαρκὸς μετὰ τοῦ πνεύματος
2. ῥεῖν καὶ ἔξω διαπίπτειν ἀποστέγεσθαι, ὥσπερ καὶ διὰ
3. τῶν ἠθμῶν καὶ τῶν ὀθονίων καὶ ἐρίων καὶ πάντων δι’ ὧν
4. ἠθεῖταί τι ἐγχεόμενον καὶ χριόμενον, οὐ δύνασθαι τὰ ὑγρὰ
5. ῥεῖν ὁμοίως. ἀπολαμβανομένης δὲ τῆς τοιαύτης ἐκκρίσεως
6. τὰ μὲν παλιῤῥοεῖν εἴσω, συμπληροῦν ἀθροιζόμενα τοὺς πόρους
7. ἀλλήλοις πλεκόμενα καὶ ὑπὸ τοῦ ἐλαίου περιλαμβανόμενα
8. διὰ τὸ ἔχειν τι ἰξῶδες τὸ ἔλαιον, ὥσπερ ἐπὶ τῶν ἄλλων
9. φαίνεται τὸ λιπαρὸν τοὺς κονιορτοὺς καὶ τὰ κάρφη καὶ τὰ
10. ἄλλα τὰ τοιαῦτα συνθηρεύειν. ἐμφραττομένων δὲ τῶν πόρων
11. ἀεὶ καὶ κατὰ μικρὸν ἀναγκαῖον εἶναι πολλὰ χεῖρον ἀποτελεῖσθαι
12. τῶν εἰθισμένων γίγνεσθαι κατὰ φύσιν. ὑπελάμβανε
13. δέ τι καὶ δηκτικὸν ἔχειν αὐτὸ, παρ’ ὃ καὶ τοὺς ὀφθαλμοὺς
14. δακρύειν καὶ τὴν φάρυγγα κέρχνειν καὶ τὴν κοιλίαν ξύειν καὶ
15. αἱματώδεις ποιεῖν διαχωρήσεις πινόμενον. ἄνευ μὲν οὖν τρίψεως
16. ἀλειφομένους οὐδὲν λυπεῖν· ἀσθενεστέραν γὰρ εἶναι
17. τὴν δῆξιν ἢ ὥστε ποιεῖν τινα αἴσθησιν· μετὰ δὲ τῆς τρίψεως
ㅤ
1. εἰσδυόμενον εἰς τὴν σάρκα, κακουργεῖν μᾶλλον τῇ δήξει καθάπερ
2. πολλὰ τῶν φαρμάκων, οὕτω μὲν ἐπιχρισθέντα ἧττον
3. ἰσχύειν, προσπιεζόμενα δὲ καὶ εἰσδυόμενα εἴσω μᾶλλον ἐνεργεῖν.
4. καὶ δὴ καὶ ταῖς ἀκαλήφαις καὶ ἄλλοις πολλοῖς ἡσυχῇ
5. μὲν ψαύοντας οὐδὲν ἐνοχλεῖν, τύπτοντας δὲ καὶ προσπιέζοντας
6. λυπεῖν. ἃ μὲν οὖν ὁ Διοκλῆς ἐν Ἀρχιδάμῳ λέγει
7. ταῦτ’ ἔστιν. πάρεστι δὲ σκοπεῖν ἅμα τό τε πιθανὸν αὐτῶν
8. καὶ μοχθηρόν. ὅτι μὲν γὰρ ἐν ἐλαίῳ πᾶν ὁτιοῦν ἑψόμενον
9. ἀπόλλυσι τὴν οἰκείαν ὑγρότητα καὶ ψαθυρὸν καὶ κραῦρον
10. γίγνεται ταχέως, οὐδὲν τοιοῦτον πάσχον ἐν ὕδατι πρὸς τῆς
11. ἐμπειρίας ἐδιδάχθημεν, ὥστε ταύτῃ μὲν οὐδὲν ὁ Ἀρχίδαμος
12. ἐψεύσατο. δέον δὲ ὥσπερ ὁ Ἀριστοτέλης καὶ Θεόφραστος,
13. ἕτεροί τέ τινες ἄνδρες φιλόσοφοι, τὰ τοιαῦτα τῶν προβλημάτων
14. ἐν τοῖς φυσικοῖς ζητήμασιν προβάλλουσί τε καὶ λύουσι,
15. καὶ αὐτὸς, εἴπερ ἐβούλετο τὰς αἰτίας ἁπάντων τῶν γιγνομένων
16. ζητεῖν, ὁμοίως ἐκείνοις προβάλλειν τε καὶ λύειν. εἰ
17. δ’ οὐ φαίνεται τοῦτο ποιῶν, ἐν τούτῳ καὶ μάλιστα δοκεῖ
18. μοι σφάλλεσθαι. τὸ μὲν γὰρ φαινόμενον ἐναργῶς ἀεὶ χρὴ
ㅤ
1. τίθεσθαι πρῶτον, ἐπισκέπτεσθαι δὲ ἐφεξῆς, εἴ τις ἐθέλοι,
2. τὴν αἰτίαν αὐτοῦ, φυσικὰ προβλήματα συντιθέντα τρόπῳ
3. τοιῷδε. διὰ τί τὸ μὲν ἔλαιον ξηρὰ καὶ ψαθυρὰ καὶ κραῦρα
4. τὰ ἐν αὐτῷ καθεψόμενα ποιεῖ, τὸ δὲ ὕδωρ ὑγρὰ καὶ μαλακά;
5. ἢ διὰ τί τὰ μὲν ἑψόμενα κατὰ τοὔλαιον ἀποξηραίνεται, τὰ
6. δ’ ἄλλως ἐν αὐτῷ βρεχόμενα φυλάττει τὴν οἰκείαν ὑγρότητα
7. μᾶλλον ἢ εἰ μηδ’ ὅλως ἐβρέχετο; διὰ τί δὲ τὰς ἀπὸ σκίλλης
8. καὶ ἀκαλήφης δήξεις ἰᾶται; διὰ τί δὲ τούτων μὲν ἰατρικόν
9. ἐστιν, αὐτὸ δὲ δάκνει τοὺς ὀφθαλμούς; διὰ τί τὸ μὲν ἄλλο
10. σῶμα πᾶν οὐ δάκνει, τοὺς ὀφθαλμοὺς δὲ δάκνει; διὰ τί τὴν
11. μὲν φάρυγγα τραχύνει, τὰ δὲ ἕλκη παρηγορεῖ; διὰ τί γαστρὸς
12. ὑπαγωγόν ἐστι; διὰ τί κόπων ἰατικόν; διὰ τί τοὺς
13. ἀλειψομένους ἀπεριψύκτους τηρεῖ; διὰ τί τῶν ἐντόμων ζώων
14. ἀναιρετικόν ἐστι; διὰ τί τῶν ἱμάντων καὶ βυρσῶν μαλακτικὸν
15. ὑπάρχει, τῶν δ’ ἑψομένων ἐν αὐτῷ σχεδὸν ἁπάντων σκληρυντικόν;
16. ἓν μὲν εἶδός σοι προβλημάτων τοῦτο, φυσικῷ
17. προσῆκον μόνῳ. ㅤτὸ δ’ ἕτερον, ὃ κοινὸν ἤδη καὶ τοῖς
18. ἀπὸ τῶν τεχνῶν, ἔστι τοιόνδε. διὰ τίνα αἰτίαν ἐπαλείφουσιν
ㅤ
1. ἐλαίῳ πρότερον ὀπτῶντες οἱ μάγειροι τοὺς ἰχθῦς καὶ τὰ
2. κρέα; διὰ τί τρίβουσιν ἐλαίῳ τοὺς ἀθλητὰς οἱ γυμνασταί;
3. διὰ τί δὲ καὶ οἱ παιδοτρίβαι τοὺς παῖδας; ἔνεστι γὰρ ἑκάστου
4. τῶν τοιούτων προβλημάτων ἐμπειρικὴν αἰτίαν ἀποδοῦναι,
5. τοὺς μὲν ἰχθὺς καὶ τὰ κρέα διὰ τοῦτο ἐπαλείφειν
6. τῶν μαγείρων ἐρούντων ἂν, ὅτι ξηρὰ καὶ περικεκαυμένα τὰ
7. ἐκτὸς αὐτῶν γίγνεται, χωρὶς τοῦ λίπους ὀπτωμένων· τοὺς
8. δ’ ἀθλητὰς ἐν ἐλαίῳ τρίβειν τῶν γυμναστῶν φησόντων ἂν,
9. ὅτι καὶ τοὺς προϋπάρχοντας κόπους λύει τοῦτο καὶ τοὺς
10. μέλλοντας πραΰνει καὶ αὐτὴν τὴν τρίψιν ὁμαλὴν καὶ πραεῖαν
11. τελέως ἀπεργάζεται καὶ πρὸς τὰς μελλούσας κινήσεις παρασκευάζει
12. τὸ σῶμα. διὰ τὰ αὐτὰ δὲ ταῦτα καὶ οἱ παιδοτρίβαι
13. τοὺς παῖδας ἀλείφειν ἐροῦσι καὶ πρὸ τῶν γυμνασίων καὶ μετὰ
14. τὰ γυμνάσια. διὰ τί μέντοι τὸ ἔλαιον ἴαμα κόπων ἐστὶν,
15. οὐκ ἔτι οὔτε γυμναστὴς οὔτε παιδοτρίβης οὔτ’ ἰατρὸς ἐμπειρικὸς
16. ἐπίσταται. οὐ μὴν οὐδ’ ὅτι μὴ γινώσκουσιν ἀφίστανται
17. τῶν ἐναργῶς φαινομένων. οὐδὲ γὰρ διὰ τί λευκὸς
18. μὲν ἐλλέβορος ἄνω καθαίρει, μέλας δὲ κάτω γινώσκοντες,
ㅤ
1. οὐδὲ διὰ τί κνίκος μὲν φλέγματος ἀγωγόν ἐστιν, ἐπίθυμον
2. δὲ μελάνων οὐκ εἰδότες, ὅμως χρῶνται τοῖς φαρμάκοις εἰς
3. ἅπερ ἐδίδαξεν ἡ πεῖρα καὶ θεραπεύουσι τοὺς δεομένους καὶ
4. πιστεύουσι τοῖς ἐναργῶς φαινομένοις καὶ καταγελῶσι τῶν τῷ
5. λόγῳ τἀναντία ㅤκατασκευαζόντων.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 2.5, ed. Kühn, 1826, vol. 11, p. 471-477. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩