Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.6, ed. Kühn, 1826, vol. 11, p. 477-480. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.6

6. Ἀλλ’ Ἀρχίδαμος μὲν πρὸς τῷ καταφρονεῖν
7. ἐν πολλοῖς τῶν ἐναργῶς φαινομένων, ἔτι μοι δοκεῖ καὶ
8. ταύτῃ δικαίως ἂν ψέγεσθαι. λέγει μὲν γὰρ ἀμείνω τὴν ξηρὰν
9. τρίψιν εἶναι τῆς μετ’ ἐλαίου, διότι τὸ σῶμα σκληρότερόν τε
10. καὶ ξηρότερον τοῖς ἀλειφομένοις ἐργάζεται, μαλακώτερον δὲ
11. τοῖς ξηροῖς τριβομένοις γίγνεται. λέγει δ’ οὐδὲν ἧττον ἐν
12. αὐτῷ τῷ λόγῳ τούτῳ προελθὼν βραχὺ καὶ τὰ ξύλα καὶ τὰ
13. δέρματα καὶ τὰ ἄλλα τὰ μετ’ ἐλαίου τριβόμενα διαδιδόναι
14. μέχρι τοῦ βάθους αὐτοῦ καὶ τοῦτο εἶναι μέγιστον μαρτύριον
15. ὅτι κᾀν τοῖς ἡμετέροις σώμασιν εἴσω χωροῦν ἐμπλάττει
16. τε τοὺς πόρους καὶ κωλύει τὰς τῶν ὑγρῶν ἐκροάς. κᾀγὼ
17. μὲν οὐκ οἶδα πῶς τάδε συμφωνεῖ. εἰ γὰρ τοὔλαιον κωλύει
18. τὰς τῶν ὑγρῶν ἐκροὰς, οὐκ ἂν δήπου λέγοιτο ξηραίνειν, ὥστε
1. μάτην ὡς ξηραῖνον αὐτὸ κατὰ τὰς τρίψεις φυλάττεται.
2. σφάλλεσθαι δέ μοι δοκεῖ κᾀν τῷ τοῖς ἑψομένοις ἐν ἐλαίῳ
3. παραπλησίως διατίθεσθαι νομίζειν τοὺς ἐν αὐτῷ τριβομένους.
4. οὐ γὰρ δὴ ταῦτά γέ φησι ποιεῖν θερμὸν, ἢ ψυχρὸν, ἢ εὔκρατον,
5. ἢ χλιαρὸν, ἢ ζέον ἔλαιον, ὥσπερ οὐδὲ τὸ ὕδωρ αὐτό.
6. φαίνεται γὰρ καὶ τοῦτο ψυχρὸν μὲν εἴπερ προσφέροιτο;
7. πυκνοῦν καὶ πιλοῦν καὶ συστέλλον καὶ σφίγγον τὸ ἀποκρινόμενον,
8. ὥσπερ εἰ καὶ ζέον ἐσχάτως, καῖον· εἰ δ’ εὔκρατόν τε
9. καὶ συμμέτρως θερμὸν προσενεχθείη, χαλῶν καὶ ἀραιοῦν καὶ
10. χέον καὶ διαφοροῦν. εἰ δὲ μήτε ψυχρὸν ἐπισήμως εἴη μήτε
11. θερμὸν, ἀλλ’ οἷον τὸ λεγόμενον ὑπὸ τῶν πολλῶν κρηναῖον,
12. οὐδὲν μὲν τῶν εἰρημένων ποιεῖν τηνικαῦτα, διαδείκνυσθαι
13. δὲ τὴν οἰκείαν ἑαυτοῦ δύναμιν. οὕτως οὖν καὶ τοὔλαιον εἴ
14. τις ἐξετάζειν ἐθέλοι, πάσης ἐπικτήτου ψύξεώς τε καὶ θερμότητος
15. ἐλεύθερον ἐργασάμενος αὐτὸ πρότερον, οὕτω τὴν βάσανον
16. ποιείσθω. τὸ μὲν γὰρ ἄκρως ψυχρὸν οὐ κατὰ τὴν
17. ἑαυτοῦ μόνον ἔτι δύναμιν, ἀλλὰ καὶ διά τὴν τῆς ὀθνείας
18. ποιότητος ἐπικράτησιν ἐνεργήσει τι περὶ τοῖς πλησιάζουσιν: 
1. οὕτως δὲ καὶ τὸ θερμὸν ἱκανῶς. εἰ δ’ ἀμφοτέρων ἔξω
2. καταστήσας αὐτὸ βασανίζειν ἐθέλοις, ἐξεύροις ἂν οὕτως μόνως
3. τὴν οἰκείαν ἐλαίου δύναμιν. ὥσθ’ ὅτε μὲν ἐλαίῳ συνήθως
4. τρίβεταί τις, ὥσπερ οἱ γυμναστικοὶ πάντες, ἐν ἐλαίῳ
5. μόνῳ τρίβεται, πάσης ἄνωθεν τῆς ποιότητος ἔξωθεν. ὅταν
6. δ’ ἤτοι ζέον ἢ θερμὸν ἱκανῶς ἐργασάμενος, ἢ καὶ ψυχρὸν
7. ἐσχάτως αὐτὸ, χρῷτο τηνικαῦτα, σύνθετον ἀνάγκη γίνεσθαι
8. τὴν ἐνέργειαν ἔκ τε τῆς οἰκείας ἐλαίου δυνάμεως καὶ τῆς
9. ἐπικτήτου ποιότητος. καὶ πολλάκις δὲ κατακρύπτεσθαι τελέως
10. ἀναγκαῖόν ἐστιν τὴν οἰκείαν δύναμιν ἑκάστῳ τῶν φαρμάκων,
11. ὅταν ἰσχυρὰν πάνυ προσλάβῃ τὴν ἔξωθεν ποιότητα.
12. τί τοίνυν ὅμοιον ἢ ἑψεῖν ἐν ἐλαίῳ ζέοντι βοτάνας, ἢ τὰ
13. τῶν γυμναζομένων ἀνατρίβειν σώματα; μάλιστα μὲν γὰρ, ὡς
14. καὶ πρόσθεν ἐπιδέδεικται, φεύγειν χρὴ τὰς ἀπὸ τῶν ἔξωθεν
15. πίστεις, ἔχοντάς γε τὴν οἰκείαν ἑκάστῳ προσφέρειν πεῖραν.
16. εἰ δ’ ἄρα ποτὲ καὶ τοῦτο πράττειν ἐθελήσειέ τις, ἀλλ’ ὅμοιά
17. γε παραβάλλειν πειρᾶσθαι, καθάπερ ἐπὶ τῶν βυρσῶν ἐποίησεν
18. καὶ τῶν ἱμάντων. οὔτε γὰρ προθερμήνας ἔλαιον οὔτ’
1. ἐν χιόνι προψύξας οὐδεὶς, ἀλλὰ τὸ ἐπιτυχὸν ἕκαστος λαμβάνων
2. ἱμάντας ἀνατρίβει καὶ βύρσας, ὥσπερ, οἶμαι, καὶ τοὺς
3. παῖδας οἱ παιδοτρίβαι, κατὰ τὸ ἐπιτυχὸν ἔλαιον ἀνατρίβουσιν,
4. οὔτε προθερμήναντες ἐπὶ πυρὸς οὔτε προψύξαντες ἐπὶ
5. χιόνος. ἐπεί τοι καὶ ἡμεῖς οὐκ ὀλιγάκις ἐγκαιομένην κεφαλὴν
6. ἐλαίῳ πάνυ ψυχρῷ καταντλήσαντες ἐνεψύξαμεν. εἰ δὲ μηδ’
7. ἁλῶν ἔχοι τοὔλαιον, ἔτι καὶ μᾶλλον ἐμψύξει. εἰ δὲ καὶ ὠμοτριβὲς
8. εἴη, πολὺ δὴ καὶ μᾶλλον ἔτι.

Cliquer un n° de page pour en afficher l’image