Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 2.7, ed. Kühn, 1826, vol. 11, p. 480-484. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:2.7

9. Σκευάζομεν δὲ καὶ τοῦτο παραπλησίως τῷ
10. ὕδατι θερμήναντες γὰρ αὐτὸ πρότερον, οὕτως ἐνιστῶμεν
11. ἀκραιφνεῖ ψυχρῷ. εἰ δὲ καὶ κρουνὸς ὑπερκείμενος ἐπ’ αὐτῷ
12. καταράττων εἴη, προεστεγνωμένου δηλονότι τοῦ περιέχοντος
13. ἀγγείου τοὔλαιον, ἔτι καὶ μᾶλλον ἂν οὕτω ψυχρότερον ἐργασθείη.
14. ψυχρὸν δ’ ἱκανῶς γίνεται, κᾀπειδὰν προθερμανθὲν
15. ἐν φρέατι κρεμασθὲν ψαῦον τοῦ ὕδατος. γίγνεται μὲν γὰρ
16. καὶ τὸ μὴ ψαῦον ψυχρὸν, ἀλλ’ ἧττον. αἱ μὲν δὴ τοιαῦται
17. παρασκευαὶ ψυχρὸν ἀποδεικνύουσι τοὔλαιον, αἱ δ’ ἐναντίαι
18. θερμὸν. χρώμεθα δὲ κᾀκείναις, ἐπὶ τῶν κατεψυγμένων σωμάτων,
1. εἰς δεξαμενὴν ἐμβιβάζοντες ἐλαίου θερμοῦ τοὺς ἀπονεναρκωμένους
2. τι μέρος, ἢ τρομώδεις, ἢ σπασμώδεις, ἢ παλμώδεις,
3. ἢ ἀκινήτους, ἢ ἀναισθήτους, ἢ δυσαισθήτους, ἤ τι
4. τοιοῦτον ἕτερον πάσχοντας. εἴ τις τοίνυν ἐξ ἁπάσης χρήσεως
5. ἀποφαίνοιτο περὶ τῆς τῶν φαρμάκων δυνάμεως, οὐκ ἂν φθάνοι
6. καὶ θερμαντικὸν ἡμῶν καὶ ψυκτικὸν οἰόμενος εἶναι τοὔλαιον,
7. ὑγραντικόν τε καὶ ξηραντικὸν, ὥσπερ καὶ ὁ τοῦ Διοκλέους
8. Ἀρχίδαμος, εἰ καὶ μὴ παρακολουθεῖ ταῖς ἐναντιολογίαις.
9. ὅταν μὲν γὰρ ξηραίνεσθαι καὶ κραῦρα γίνεσθαι λέγῃ
10. τὰ ἐν τῷ ἐλαίῳ ἑψόμενα, ξηραντικήν τινα καὶ διαφορητικὴν
11. ἐπιδείκνυσιν αὐτοῦ τὴν δύναμιν· ὅταν δ’ εἴσω τῶν βυρσῶν
12. δύεσθαι καὶ τοὺς ἡμετέρους ἐμπλάττειν πόρους καὶ κωλύειν
13. τὰς φυσικὰς τῶν ὑγρῶν ἐκροὰς, ἐναντιωτάτην δήπου πάλιν
14. ἐκ τούτων ἐπιδείκνυσι τὴν δύναμιν αὐτοῦ τοῖς διαφοροῦσί
15. τε καὶ ξηραίνουσιν. ἀλλ’ ἐν τούτοις μὲν ἔτι τὰ γοῦν φαινόμενα
16. λέγων οὐκ ὀρθῶς ὑπὲρ αὐτῶν συλλογίζεται. κατὰ
17. δὲ τὸν περὶ τῆς δήξεως αὐτοῦ λόγον οὐδὲ ταῦτα διέρχεται
18. πάντα. τὸ μὲν γὰρ τοὺς ὀφθαλμοὺς δάκνειν καὶ κερχνώδη
1. τὴν φάρυγγα ποιεῖν καὶ καταξύειν τὴν γαστέρα καὶ τὰς διαχωρήσεις
2. αἱματώδεις ἐπιφέρειν, ἱκανὰ μαρτύρια τοῦ δακνώδη δύναμιν
3. ὑπάρχειν αὐτῷ. τὸ δὲ καὶ τοῖς ἕλκεσιν ἀνώδυνον εἶναι
4. καὶ τὰς τῆς γαστρὸς δήξεις, ἐπιβρεχόμενόν τε καὶ ἐνιέμενον
5. πάντως ἰᾶσθαι καὶ τοὺς ἀπὸ τῶν ὀδαξησμῶν ἐρεθισμοὺς
6. πραΰνειν, οὐ σμικρὰ πάλιν οὐδ’ αὐτὰ τῆς ἐναντίας αὐτοῦ
7. δυνάμεως γνωρίσματα, παραλέλειπται τελέως. εἰ δ’ ἀμφοτέρων
8. λεχθέντων ἐφεξῆς ἐθέλοι τις συλλογίσασθαι δυοῖν θάτερον,
9. ἢ ὡς ἐμπειρικὸς ἐν τῷ πρός τι φήσει τὴν δύναμιν ἑκάστου
10. τῶν φαρμάκων ἐξ ἐμπειρίας γινώσκειν, αὐτοῦ δὲ καθ’ ἑαυτὸ
11. τὴν οἰκείαν φύσιν ἀγνοεῖν, ἢ ὡς λογικὸς τὰς ἐναντίας δυνάμεις
12. ὑπάρχειν ταὐτῷ φαρμάκῳ, δακνώδη τε καὶ πραϋντικὴν,
13. εἶτ’ οἶμαι μεγίστην ἀπορίαν ἕξει τὴν αἰτίαν ἀποδιδοὺς τοῦ
14. ποτὲ μὲν τὴν ἑτέραν αὐτῶν ἐνεργεῖν αἰσθητῶς, ποτὲ δὲ τὴν
15. ἑτέραν, ἢ ἀπολωλυίας, ἢ μὴ σαφῶς γε φαινομένης τῆς ἑτέρας.
16. εἰσὶ δὲ τῶν τοιούτων ἁπασῶν ἀποριῶν αἱ λύσεις, εἰ
17. μὲν ὡς φυσικὰ προβλήματα προβάλλοιντο, παγχάλεποί τινες,
18. εἰ δ’ ὡς πρὸς τὴν χρείαν τῆς τέχνης ἀναφέροιντο, πείρας μὲν
1. πολλῆς, ἐπιλογισμῶν δὲ οὐ πολλῶν μὲν, ἀκριβῶν δὲ καὶ διωρισμένων
2. δεόμεναι. πρῶτον μὲν γὰρ, εἰ πᾶν ἔλαιον τοῖς
3. ὀφθαλμοῖς δακνῶδές ἐστιν ἢ μὴ τῇ πείρᾳ διορίσασθαι
4. βέλτιον, οὐκ αὐτοσχεδιάζειν, ὥσπερ ῥήτορας ἐπιχειροῦντας
5. εἰς ἑκάτερον. εἶθ’ ἑξῆς εἰ πᾶν ὁμοίως κερχνῶδες, ἢ γαστρὸς
6. ὑπαγωγὸν ἢ καταξῦον αὐτὴν, ὡς αἱματώδεις ἐνίοτε κινεῖν
7. ἐκκρίσεις, ἢ τὸ μέν τι ποιεῖ τῶν ἐλαίων ταῦτα, τὸ δ’ οὐ
8. ποιεῖ, καὶ τὸ μὲν μᾶλλον, τὸ δ’ ἧττον. ἐλαίου δὲ διαφορὰς
9. λέγω νῦν οὐχ ὡς ἄν τις ὑπονοήσῃ τὰς ἑτερογενεῖς, οἷον
10. τοῦ κικίνου τε καὶ ῥαφανίνου καὶ καρυΐνου καὶ βαλανίνου
11. καὶ τῶν ὁμοίων. εἰδέναι μὲν γὰρ χρὴ καὶ τὰς τούτων
12. δυνάμεις τὸν ἰατρόν. ἀλλ’ οὐκ ἔν γε τῷ παρόντι
13. προσήκει μνημονεύειν αὐτῶν. ἀρκεῖ γὰρ, οἶμαι, τήν γε
14. πρώτην αὐτὸ τὸ κυριώτατον καὶ μάλιστα τὸ ὑπὸ πάντων
15. ἀνθρώπων ὀνομαζόμενον ἔλαιον ἐπισκέψασθαι. καὶ
16. γὰρ ὁ καρπὸς ἐξ οὗ γίγνεται τοῦτο, μόνος τῶν ἄλλων
17. ἐλαία καὶ τὸ δένδρον ἐλαία προσαγορεύεται. καὶ τοῦτο 
1. μὲν ἔλαιον ἁπλῶς γε καὶ πρώτως ὀνομάζεται, τὰ δ’ ἄλλα
2. πάντα κατὰ μεταφοράν τινα καὶ κατάχρησιν.

Cliquer un n° de page pour en afficher l’image