Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 3.1, ed. Kühn, 1826, vol. 11, p. 540-542. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.1

[Capitulum 1] ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΑΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ
ΤΩΝ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ
ΒΙΒΛΙΟΝ Γ.

1. Ἐγὼ μὲν ὅτι χρήσιμον αὐτὸ πρὸς τὰς
2. ἰάσεις μόνον ἐν τῇδε τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ γράφειν
3. ἐγνώκειν, πρώτους καὶ μάλιστα τοὺς θείους ἔχω μάρτυρας,
4. εἶτα καὶ τοὺς παρακαλέσαντας ἑταίρους, ἐπιμνησθῆναί με
5. καθ’ ὅσον ἐγχωρεῖ τῶν οὐκ ὀρθῶς ἀποφηναμένων περὶ τῆς
6. τῶν ἁπλῶν φαρμάκων δυνάμεως. εἰ δέ τις ἄχθεται τῷ μήκει
7. τῶν λόγων, οὐχ ἡμῖν χρὴ μέμφεσθαι τοῦτον, ἀλλὰ τοῖς τὰ
1. πιθανὰ μὲν, οὐκ ἀληθῆ δὲ γράψασιν ἰατροῖς. ὡς ἔγωγε καὶ
2. νῦν ἔτι δέδοικα μὴ διὰ τὸ τάχος τῆς πρὸς αὐτοὺς ἀντιλογίας
3. ἔνια τῶν σοφισμάτων παρακρούσηται τοὺς ὁμιλοῦντας
4. αὐτοῖς νέους. εἰ μὲν γὰρ γεγυμνασμένοι κατὰ τὰς λογικὰς
5. μεθόδους καὶ γιγνώσκοντες ὡς χρὴ λύειν σοφίσματα προσήρχοντο
6. ταῖς τῶν βιβλίων ἀναγνώσεσιν, οὐκ ἂν ἔλαθον
7. αὐτοὺς οὔθ’ οἱ παραλογιζόμενοί τι κατὰ τὰς ἀποδείξεις
8. οὔθ’ ἡμεῖς συντόμως αὐτὸ τἀληθὲς ἐκδιδάσκοντες. ἐπεὶ
9. δ’ ἀγύμναστοί τέ εἰσιν οἱ πλείους τῶν ἰατρῶν αὐτῶν ἐν
10. τοῖσδε καί τινες πρὸς τούτῳ καὶ ἀργότεροι φύσει τὸν λογισμὸν,
11. εἰ μὴ τῆς παρ’ ἡμῶν ἐπιτύχοιεν οὗτοι βοηθείας
12. ἐλεγχόντων τὰ σοφίσματα, πεισθήσονται ῥᾳδίως ὑπὸ τῶν
13. σοφιστῶν, ὥστε ὅσῳ μὲν ἐπὶ τοῖσδε κᾂν λείπειν τι δόξαι
14. τῇ πραγματείᾳ. ἀλλὰ γὰρ ἐπεὶ μὴ δυνατόν ἐστιν ἁπάντων
15. στοχάζεσθαι τῶν ἀνεγνωσμένων ἀνομοίων ὑπαρχόντων,
16. οὐ ταῖς φύσεσι μόνον, ἀλλὰ καὶ ταῖς ἡλικίαις καὶ ταῖς
17. ἕξεσιν, ὃ μάλιστα τοῖς πλείστοις ἐδόκει χρήσιμον ἔσεσθαι
1. λόγων εἶδος ἐν τοῖς πρὸ τούτου δυοῖν ὑπομνήμασιν ἐποιησάμην,
2. ἐν μὲν τῷ πρώτῳ περὶ ὄξους καὶ ὕδατος δυνάμεως
3. ἐπισκεψάμενος, ἐν δὲ τῷ δευτέρῳ τὰ πλεῖστα μὲν ὑπὲρ
4. ἐλαίου διῆλθον, ὀλίγα δέ τινα καὶ περὶ ῥοδίνου προσθείς. ἐν
5. δὲ τῷ τρίτῳ τῷδε ποιήσομεν τοιοῦτον τὸν λόγον ὁποῖον
6. εὐθὺς ἐξ ἀρχῆς ἐγνώκειν μεταχειρίσασθαι, διελόμενος μὲν τὰ
7. σημαινόμενα πρῶτον ἑκάστου τῶν ὀνομάτων· ἐφεξῆς δὲ τὰ
8. οἷον στοιχεῖα τῆς πραγματείας ἁπάσης διελθὼν, εἶθ’ οὕτως
9. ἐπὶ τὰς οἷον συλλαβὰς ἀφικόμενος, ἐξ ὧν ἤδη τὸ τέλος αὐτὸ
10. τῆς πραγματείας, ἐφ’ ὃ σπεύδομεν, ἑτοίμως ἕψεται.

Cliquer un n° de page pour en afficher l’image