15. Ἀλλὰ γὰρ οὐκ οἶδ’ ὅπως, καίτοι φυλαττόμενος
16. ἀντιλογίας ἅψασθαι, πρὸς τῆς ἀναισχυντίας αὐτῶν
17. ἠναγκάσθην. αὖθις οὖν ἐπάνειμι πάλιν ἐφ’ ὅπερ ἐξ ἀρχῆς
18. προὐθέμην, ὡς τῇ πείρᾳ κριτέον ἐστὶ τὰς τῶν φαρμάκων
ㅤ
1. δυνάμεις, ἐπί τε τῶν ὑγιαινόντων ἀμέμπτως χρώμενον ἐπί
2. τε τῶν νοσούντων ἁπλᾶς ὡς ἔνι μάλιστα νόσους ἤτοι θερμὰς,
3. ἢ ψυχρὰς, ἢ ξηρὰς, ἢ ὑγράς. οὕτω γάρ σοι κρίνοντι
4. τὸ μὲν ἔλαιον οὔτε θερμὸν οὔτε ψυχρὸν ὡς πρὸς ἄνθρωπον
5. εὔκρατον ἑρεθήσεται, τὸ δὲ ῥόδινον ἤδη μέν πω ψυχρότερον,
6. οὐ μὴν ἰσχυρῶς γε ψυχρὸν, ἀλλ’ ὡς ὀνομάζειν
7. εἴωθα τῆς πρώτης τῶν ψυχόντων ἀποστάσεώς τε καὶ τάξεως.
8. ὥσπερ γὰρ ὕδωρ, εἰ τύχοι, τὸ μὲν ἀκριβῶς ἐστιν εὔκρατον, τὸ
9. δ’ ἤτοι θερμότερον ἢ ψυχρότερον, οὐ μὴν ἤδη γέ πως θερμὸν
10. ἢ ψυχρὸνㅤ ἀπολελυμένως εἰπεῖν, οὕτω κᾀν τοῖς φαρμάκοις
11. ἔλαιον μὲν ἐκ τῆς μέσης ὑπάρχει κράσεως, ὁ δὲ τῶν
12. ῥόδων χυλὸς ἐκ τῆς ψυχροτέρας μὲν, ἀλλ’ οὐ πολλῷ τινι
13. κατὰ τὴν χλιαρὰν, ὡς εἴρηταί μοι καὶ πρόσθεν, ὑπάρχων
14. θερμασίαν. ἐκ δὲ τῆς αὐτῆς ἐστιν αὐτῷ τάξεως τὸ καλούμενον
15. λινόσπερμον ὅσον ἐπὶ τῷ χλιαρῷ τῆς θερμασίας, ἀλλὰ
16. τῷ παχυμερὲς ὑπάρχειν οὐκ ὀλίγῳ δή τινι παραλλάττεται.
17. λεπτομερὴς γὰρ ἀκριβῶς ἐστιν ὁ τῶν ῥόδων χυλὸς, ὡς δηλοῖ
ㅤ
1. τό τε ξηραίνεσθαι ῥᾳδίως αὐτὸν καὶ τὸ μηδεμιᾶς μετέχειν
2. γλισχρότητος ㅤκαὶ τὸ τὰς τῶν ἄλλως μύρων ἐκλύειν ὀσμάς.
3. οὐδὲ γὰρ οὐδὲ τοῦτο ἑτέρῳ τινὶ φαίνεται ποιεῖν ἢ τῷ φθάνειν
4. ἐμπιπλάναι τοὺς ὀσφρητικοὺς πόρους. ἐπειδὴ γὰρ μελλόντων
5. διϊέναι καὶ διαδύεσθαι τῶν ἄλλων αὐτοὺς προκαταλαμβάνει
6. τε καὶ πληροῖ. ἔστι δὲ καὶ τὸ χαμαίμηλον, ὅσον
7. μὲν ἐπὶ λεπτομερείᾳ, ῥόδῳ παραπλήσιον, ὅσον δ’ ἐπὶ θερμότητι,
8. τῆς ἐλαίου μᾶλλον δυνάμεως, οἰκείας τε τῷ ζώῳ καὶ
9. συμμέτρου, διὸ καὶ κόπου ἀρωγόν ἐστιν εἴπερ τι καὶ ἄλλο
10. καὶ ἀλγημάτων πραϋντικὸν, ἀνίησί τε καὶ χαλᾷ τὰ τεταμένα
11. καὶ μαλάττει τὰ μετρίως σκληρὰ καὶ ἀραιοῖ τὰ πεπυκνωμένα.
12. καὶ πυρετῶν, ὁπόσοι χωρὶς σπλάγχνου φλεγμονῆς ἐνοχλοῦσι,
13. λυτικὸν ὑπάρχει, καὶ τούτων μάλιστα τῶν ἐπὶ χολώδεσι χυμοῖς
14. ἢ πυκνώσει δέρματος συνισταμένων. ταύτῃ τοι καὶ τῶν
15. Αἰγυπτίων τοῖς σοφωτάτοις ἡλίῳ τε καθιέρωται καὶ πυρετῶν
16. ἁπάντων ἴαμα νενόμισται. ἀλλὰ ἐν τούτῳ μὲν οὐκ
17. ἀληθεύουσιν. μόνον γὰρ ὧν εἴρηκα πυρετῶν ἐστιν ἴαμα καὶ
18. τούτων ἤδη πεττομένων. ὀνίνησι μέντοι καλῶς καὶ τοὺς
ㅤ
1. ἄλλους ἅπαντας, ὅσοι τε μελαγχολικοὶ καὶ ὅσοι φλεγματώδεις
2. εἰσὶ καὶ σπλάγχνου φλεγμονῆς ἔκγονοι. καὶ γὰρ καὶ
3. τούτων ἴαμα γενναιότατόν ἐστιν τὸ χαμαίμηλον, ὅταν ἤδη
4. πεττομένοις προσφέρηται, καὶ διὰ τοῦτο καὶ ὑποχονδρίοις
5. εὐμενὲς εἴπερ τι ἄλλο. καὶ τὸ λινόσπερμον γοῦν τοιοῦτον ὁ
6. παλαιὸς λόγος εἶναί φησι. καὶ γάρ ἐστιν ὄντως κᾀκεῖνο τοῖς
7. καθ’ ὑποχόνδρια σπλάγχνοις εὐμενὲς, ἀλλ’ ἧττον χαμαιμήλου.
8. καὶ γὰρ καὶ θερμὸν ἧττόν ἐστιν, ὡς εἴρηται, καὶ πρὸς τούτῳ
9. καὶ παχυμερὲς ὑπάρχει, οὐ μὴν τό γε ῥόδον ἐγγὺς αὐτοῖς
10. εἰς ταῦτα, καίτοι γ’ ὅσον ἐπί τε τὸ χλιαρὸν τῆς θερμότητος
11. καὶ τῷ λεπτομερεῖ, χρήσιμον ἂν ἦν ἱκανῶς καὶ τοῦτο ταῖς
12. καθ’ ὑποχόνδρια φλεγμοναῖς, ἀλλ’ ἡ συνοῦσα στύψις αὐτῷ
13. πολλαχῆ παραβλάπτει καὶ μάλιστ’ ἐν οἷς εὐδόκιμόν ἐστι
14. χαμαίμηλον, ἢ τὰ πεπυκνωμένα τῶν σωμάτων ἀραιοῦν, ἢ
15. τὰ κατεσκληρυμμένα μαλάττον, ἢ τὰ τεταμένα χαλῶν. εἰς
16. γὰρ τὰ τοιαῦτα πάντα πολέμιον ἡ στύψις. εἰς μέντοι τὰς
17. ἀναβάσεις τε καὶ αὐξήσεις τῶν φλεγμονῶν καὶ μάλιστα
ㅤ
1. τῶν προχείρων, ἄμεινον χαμαιμήλου τὸ ῥόδινον, ὅτι καὶ
2. χλιαρᾶς αὗται δέονται θερμασίας καὶ βραχείας στύψεως.
3. ἐν ἀρχῇ μὲν γὰρ τὰ ψύχοντα καὶ στύφοντα, κατὰ δὲ τὰς
4. ἐπιδόσεις ὅσα χλιαρά τ’ ἐστὶ καὶ μετρίως στύφοντα, κατὰ
5. δὲ τὰς ἀκμὰς τῶν φλεγμονῶν, ὅσα συμμέτρως θερμαίνειν
6. τε μᾶλλον καὶ ἰσχυρῶς διαφορεῖν χρηστά. λεχθήσεται δ’
7. ὑπὲρ ἁπάντων τούτων ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς
8. μεθόδου γράμμασιν. νῦν δὲ ἐπὶ τὸ προκείμενον αὖθις
9. ἐπάνειμι.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 3.10, ed. Kühn, 1826, vol. 11, p. 560-564. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩