14. Καὶ διὰ τοῦτο κᾀν τοῖς ψύχειν ἢ θερμαίνειν
15. πεφυκόσι φαρμάκοις, ἐὰν ἀναμίξῃς τὸ ῥόδινον, οὐδὲν
16. ἐργάσῃ μέγα κακὸν, ὥσπερ δ’ ἀξιόλογον ἀγαθὸν οὐδέν. ἡ
17. γὰρ χλιαρὰ θερμασία βλάπτειν μὲν οὐκ ἔστιν ἱκανὴ τὰ
18. κατεψυγμένα, θεραπεύειν δ’ οὐ δύναται. δεῖται γὰρ τὸ
ㅤ
1. θεραπευόμενον ἅπαν, ὡς ἂν ἐξ ἀμετρίας τινὸς εἰς συμμετρίαν
2. ἀγόμενον, οὐκ αὐτοῦ τοῦ συμμέτρου τὴν κρᾶσιν, ἀλλὰ
3. τῆς ἐναντίας ἀμετρίας. εἰ γοῦν τὸ ψυχρὸν ὕδωρ βουληθείης
4. εὔκρατον ποιῆσαι, τὸ μὲν εὔκρατον ἤδη μιγνύειν οὐ χρὴ
5. χλιαρὸν γὰρ οὕτως ἔσται τὸ μικτὸν ἐξ ἀμφοῖν. ἔρχεσθαι δ’
6. ἐπὶ τὸ ζέον προσήκει καὶ τοῦτο μιγνύναι τῷ ψυχρῷ. καὶ
7. τοσούτῳ γε θερμότερον εἶναι χρὴ τοῦ συμμέτρου τὸ τῷ
8. ψυχρῷ μιγνύμενον, ὅσῳ περ ἂν καὶ τὸ ψυχρὸν αὐτὸ ψυχρότερον
9. ἦν τοῦ συμμέτρου. οὔτε γὰρ τὸ βραχὺ τοῦ συμμέτρου
10. ψυχρότερον ὑπὸ τοῦ πολὺ θερμοτέρου τὴν μέσην ἀπολήψεται
11. κρᾶσιν, οὔτε τὸ πολλῷ ψυχρότερον ὑπὸ τοῦ βραχὺ
12. θερμοτέρου. ἀλλ’ εἴτε πολλῷ ψυχρότερόν ἐστι τὸ τῆς θεραπείας
13. δεόμενον, ἀνάγκη καὶ τὸ θεραπεῦσον αὐτὸ πολλῷ
14. θερμότερον ὑπάρχειν, εἴτ’ ὀλίγῳ ψυχρότερον, ὀλίγῳ χρὴ
15. καὶ τὸ θεραπεῦον εἶναι θερμότερον. ἑνὶ δὲ λόγῳ τοσοῦτον
16. ἀπέχειν χρὴ τοῦ μέσου τὸ θεραπεῦσον, ὅσον περ καὶ τὸ
17. θεραπευθησόμενον, ἐπὶ τἀναντία δηλονότι τῆς ἀποστάσεως
18. ὑπαρχούσης ἑκατέρῳ. τὸ γὰρ ἐπὶ τὰ αὐτὰ παραπλησίως
ㅤ
1. ἀφεστηκὸς, ὅμοιον τῇ κράσει τῷ θεραπευομένῳ καθεστηκὸς,
2. οὐδεμίαν ἀλλοίωσιν ἐπιφέρειν ἱκανὸν, ὥστε οὔτε βλάψει τι
3. παθὸν οὔτ’ ὠφελήσει. τὸ δ’ ἔλαττον ὠφελήσει μὲν, οὐ μὴν
4. ἰάσεταί γε πάντως. εἰ τοίνυν τὸ μὲν πάθος εἴη ψυχρὸν, ἡ
5. δὲ τοῦ φαρμάκου θερμότης χλιαρὰ, πάντως μέν τι προσωφελήσει
6. τὸ πάθος, οὐ μὴν εἰς τὴν κατὰ φύσιν γε πάντως ἐπανήξει
7. συμμετρίαν, ὥστ’ οὐδὲν ἐξιάσεται. πάλιν δὲ εἰ μὲν τὸ
8. πάθος εἴη μικρὸν, ὡς ἂν ἀπὸ τῆς συμμέτρου θερμασίας τῆς
9. κατὰ φύσιν εἰς οἷον χλιαράν τινα μεταπεπτωκέναι, τὸ δὲ
10. φάρμακον εἴη ψυχρὸν, ἀνάγκη ἐπιψυγῆναί τε καὶ βλαβῆναι
11. τὸ πάθος ὑπὸ τοῦ ψυχροῦ. τὸ δ’ αὐτὸ κᾂν θερμότερον ᾖ
12. τῆς συμμετρίας τὸ πάθος, ὑπὸ μὲν τῶν ὁμοίων αὐτοῦ φαρμάκων
13. ἐν ταὐτῷ φυλαχθήσεται, βλαβήσεται δὲ ὑπὸ τῶν
14. ἧττον ἑαυτῶν θερμῶν, οὐ μὴν ἐκθεραπευθήσεταί γε πάντως.
15. ㅤἥκει δὴ κᾀνταῦθα πάλιν ὁμωνυμία τις εἰς ὅλον ἐκτεταμένη
16. τὸν βίον καὶ πολλαχόθι σφάλλουσα. καὶ γὰρ τὸ συμμέτρως
ㅤ
1. κεκραμένον ὀνομάζομεν ἐνίοτε θερμὸν, ὥσπερ καὶ τὸ
2. βαλανεῖον τὸ τοιοῦτον καὶ τὸ πόμα καὶ τὸ τούτου λειπόμενον
3. οὐ πολλῷ, καὶ πρὸς τούτοις ἔτι τὸ θερμότερον ἅπαν. εἰ δέ
4. γε τοῖς ὀνόμασιν ἀκριβῶς ἐχρώμεθα,ㅤ τὸ μὲν σύμμετρον
5. οὐ θερμὸν, ἀλλ’ εὔκρατον ἂν ἐκαλοῦμεν. ὅσον δ’ ἂν
6. ἀμετρότερον τούτου, τὸ μὲν ἐπὶ τὸ θερμότερον ἄμετρον
7. ἧττον τε καὶ μᾶλλον θερμὸν, τὸ δ’ ἐπὶ τὸ ψυχρότερον
8. ἧττόν τε καὶ μᾶλλον ψυχρόν. οὕτω δ’ ἂν, οἶμαι, καὶ
9. περὶ τῶν φαρμάκων ἀκριβῶς ὀνομάζοντες εὔκρατον ἂν
10. ἐκαλέσαμέν τι καὶ μέσον, ὥσπερ τοὔλαιον· εἰ δέ τι θερμότερον
11. αὐτοῦ, θερμὸν, ὥσπερ τὴν τῆλιν· εἰ δέ τι ψυχρότερον
12. αὐτοῦ, ψυχρὸν, ὥσπερ τὸ ῥόδον. ἀλλὰ τοῦ μὴ χρῆσθαι
13. τοῖς ὀνόμασιν τοῦτον τὸν τρόπον αἴτιον ὑπάρχει
14. τοῦ μὴ ψύχεσθαι πάντα τὰ σώματα πρὸς τῶν τοιούτων
15. φαρμάκων, οἷον καὶ τὸ ῥόδινόν ἐστι. τά τε γὰρ ὁμοίως
16. αὐτῷ ψυχρὰ καὶ μᾶλλον ψυχρὰ, τὰ μὲν οὐδ’ ὅλως ἀλλοιοῖ,
17. τὰ δὲ καὶ θερμαίνει. δόξειεν ἂν οὖν ἄλογον ὑπάρχειν, εἴ
18. τι θερμαίνειν ὁμολογοῦντες εἶτα ψυχρὸν προσαγορεύομεν,
ㅤ
1. ὥσπερ εἰ καὶ τὸ φρεατιαῖον ὕδωρ ἐν χειμῶνι, τὸ ταῖς κατεψυγμέναις
2. χερσὶ χλιαρὸν φαινόμενον, ὀνομάζοι τις ψυχρόν.
3. ἐξ οὖν τούτων τῶν προφάσεων ἡ τῶν ὀνομάτων χρῆσις
4. ταραχθεῖσα καὶ τὴν τῶν πραγμάτων ἐπιταράττει γνῶσιν.
5. ὡσαύτως δὲ καὶ περὶ ξηροῦ καὶ ὑγροῦ τῶν ὀνομάτων συγχυθέντων
6. καὶ ἡ τῶν πραγμάτων γνῶσις συνεχύθη. καίτοι
7. σμικρὸν εἶναι δοκοῦν τὸ διελέσθαι καλῶς τὰ σημαινόμενα
8. τῶν ὀνομάτων, τὴν μεγίστην ἔχον εὑρίσκεται δύναμιν εἰς
9. τὴν τῶν πραγμάτων γνῶσιν. ἀλλὰ περὶ μὲν ὑγροῦ καὶ
10. ξηροῦ μετ’ ὀλίγον ἐροῦμεν, ἐπειδὰν τὸν περὶ τοῦ θερμοῦ
11. καὶ ψυχροῦ συμπερανώμεθα λόγον. οὐδὲ γὰρ οὐδὲ λείπειν
12. ἔοικέ τι πολὺ τῶν ἐν αὐτῷ διορισμῶν, ἅπαξ γε σαφῶς
13. πεφηνότος ὡς οὐδὲν θαυμαστὸν ὑφ’ ἑνὸς φαρμάκου διαφέροντα
14. σώματα τὰ μὲν θερμαίνεσθαι, τὰ δὲ ψύχεσθαι,
15. τὰ δὲ μηδέτερον αὐτῶν πάσχειν. ἐν μὲν γὰρ τῷ πρός
16. τι ῥᾷστον ἐπὶ τὰ κατὰ μέρος ἐλθόντα λέγειν ὡς τοιούτῳ
17. μὲν σώματι προσαγόμενον ῥόδινον, ἐν ᾗ παρέλαβεν αὐτὸ
18. κράσει φυλάττειν πέφυκε, ἑτέρῳ δέ τινι τοιῷδε θερμαίνει
ㅤ
1. προσφερόμενον, ἄλλῳ δὲ ψύχει. καθόλου δ’ ἀποφήνασθαι
2. περὶ τῆς δυνάμεως αὐτοῦ χαλεπὸν, ἄνευ τοῦ διαστείλασθαί
3. τε καὶ συνθέσθαι περὶ τῶν ὀνομάτων. εἴη δ’ ἂν ὅ τε διορισμὸς
4. ἥ τε συνθήκη τοιήδε, ἐπειδὴ τὰ σώματα τῶν ἀνθρώπων
5. καὶ ταῖς ἐξ ἀρχῆς κράσεσιν καὶ ταῖς κατὰ τὰς ἡλικίας
6. αὐτοῖς προσγινομέναις καὶ ταῖς κατὰ τοὺς ἐθισμοὺς τοῦ
7. βίου πάμπολυ διενήνοχε, ἀνάγκη δήπου πρὸς τῶν αὐτῶν
8. φαρμάκων αὐτὰ διαφόρως ἀλλοιοῦσθαι. νέον γοῦν τινα
9. φύσιν θερμὸν, ἐργάτην τῷ βίῳ, πρεσβύτιδι γυναικὶ καὶ
10. φύσει ψυχροτέρᾳ παραβάλλων οὐκ ἂν ἐλάττονα τὴν ὑπεροχὴν
11. εὕροις ἤ τινος τῶν θερμαινόντων ἱκανῶς φαρμάκων
12. πρὸς τὰ ψύχοντα.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 3.12, ed. Kühn, 1826, vol. 11, p. 565-570. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩