13. Μέσον οὖν τινα νόησόν μοι τῶνδε, τήν
14. τε φύσιν εὐθὺς ἐξ ἀρχῆς εὔκρατον, ἔθεσί τε προσήκουσιν
15. τὴν εὐκρασίαν ταύτην διαφυλάττοντα. καὶ τρεῖς τούτους
16. ὥσπερ σκοποὺς κράσεως ἐν τῇ διανοίᾳ παραθέμενος ἐπίσκεψαι
17. τὸ καθόλου ㅤθερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ
18. ὑγρὸν φάρμακον, ὡς πρὸς ποίαν ἐξ αὐτῶν κρᾶσιν ἀποβλέποντα
ㅤ
1. προσαγορεύειν ἐστὶ βέλτιον. ἆρά γε πρὸς τὴν εὐκρατοτάτην,
2. ἥπερ δὴ καὶ μία τίς ἐστι καὶ μέση τῶν ἄλλων ἁπασῶν,
3. ἢ πρὸς τὰς ἀμέτρους καὶ δυσκράτους καὶ ἀδιορίστους
4. καὶ σχεδὸν ἀπείρους τὸ πλῆθος; ἐμοὶ μὲν γὰρ οὐδὲ παραβλητέον
5. εἶναι δοκεῖ τὸ τῆς διαιρέσεως, οὐδὲ σκέψεώς τινος ἐπιδεὲς,
6. ἀλλ’ ἄντικρυς φαίνεσθαι τῷ καὶ σμικρὸν νοῦν ἔχοντι
7. τὸ κατωρθωμένον σῶμα καὶ ἁπλοῦν καὶ ἓν οἷον κανόνα τινὰ
8. καὶ σκοπὸν ὑποθέμενον ἀπευθύνειν, οὕτω κρῖναι καὶ τἄλλα
9. πρὸς τοῦτο. κείσθω τοίνυν ἡμῖν τὸ τοιοῦτον σῶμα τῆς
10. τῶν φαρμάκων δυνάμεως κανών. καὶ τὸ μὲν ὁμοίαν τῇ τούτου
11. κράσει θερμασίαν ἀνάπτον εὔκρατον ὀνομαζέσθω, κᾂν
12. ὅτι μάλιστα θερμαίνειν ἐπιφανῶς δοκῇ πρεσβύτην κατεψυγμένον.
13. τὸ δ’ ἤτοι θερμαῖνον, ἢ ψῦχον τὸ τοιοῦτον σῶμα,
14. καλείσθω τὸ μὲν θερμαῖνον θερμὸν, τὸ δὲ ψῦχον ψυχρόν.
15. γινέσθω δὲ τούτων αὐτῶν εὐσήμου διδασκαλίας ἕνεκα τάξις
16. τῶν ἀποστάσεων, ἐπὶ μὲν τὸ ψυχρὸν ἡ πρώτη μὲν ἐξ ἧς ἄν
17. τις θείη τὸ ῥόδινον, ἡ δευτέρα δ’ ἐξ ἧς ἔσται τὸ ῥόδον αὐτὸ
18. καὶ τρίτη τις ἐπὶ ταύτῃ καὶ τετάρτη μέχρι περ ἂν ἐπὶ τὰ
ㅤ
1. ψυχρότατα τῷ λόγῳ παραγενώμεθα, κώνειόν τε καὶ μηκώνειον
2. καὶ μανδραγόραν καὶ ὑοσκύαμον. ἐπὶ δ’ αὖ τὸ θερμὸν
3. ἄνηθον μὲν καὶ τῆλιν πρῶτα, δεύτερα δ’ ἐφεξῆς ἅττα ἂν
4. φανῆται δεύτερα, καὶ τρίτα δὴ καὶ τέταρτα, μέχρι περ ἂν ἐπὶ
5. τὰ καίοντα παραγενώμεθα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπί
6. τε τῶν ὑγραινόντων φαρμάκων, ἀρξάμενοι πάλιν ἀπὸ τοῦ
7. συμμέτρου, τάξεις ἐφεξῆς ἄχρι τῶν ἄκρων ποιησώμεθα. τῆς
8. γὰρ τοιαύτης γνώσεως εἰς τὴν θεραπευτικὴν μέθοδον οὐ
9. σμικρά τις ἡ χρεία. μᾶλλον δ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, εἰ μή
10. τις οὕτω διορίσειε, βλάψει μᾶλλον ἢ ὠφελήσει τοὺς ἀναγινώσκοντας.
11. ὡς νῦν γε καὶ πρὸς τοῖς ἄλλοις οἷς ἁμαρτάνουσιν
12. οἱ πολλοὶ τῶν ἰατρῶν τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις
13. ἐξηγούμενοι καὶ τοῦτό ἐστιν εὑρεῖν τὸ βλαβερώτερον,
14. ἐν μὲν τοῖς θερμαίνουσιν εἰ τύχοι γεγραμμένον ἄνηθόν τε
15. καὶ τῆλιν καὶ μίσυ καὶ τίτανον, ἐν δὲ τοῖς ψύχουσιν ῥόδινόν
16. τε καὶ μανδραγόραν καὶ κώνειον, ὥσπερ ἐγγὺς ὑπάρχουσαν,
17. ἢ τῆς τιτάνου τὴν τῆλιν ἢ τοῦ κωνείου τὸ ῥόδινον, ἀλλ’ οὐ
18. πολλαῖς ταῖς μεταξὺ τῶν φαρμάκων τάξεσι διωρισμένα. ἀλλ’
ㅤ
1. ἡμεῖς γε πειρασόμεθα καθάπερ οἷοί τέ ἐσμεν, οὕτω μέγα
2. καὶ χαλεπὸν ἔργον εἰς τάξιν τινὰ καταστήσεσθαι καὶ γράψαι
3. τά τε πλησίον ἀλλήλων ταῖς δυνάμεσι καὶ τὰ πόῤῥω. καὶ
4. τοῦτο ποιήσωμεν οὐ λόγοις πιθανοῖς ἐπιτρέψοντες αὐτῶν
5. τὴν κρίσιν, ἀλλὰ τῇ διωρισμένῃ πείρᾳ, καθότι καὶ τοῦτο
6. πολλάκις εἴρηται διὰ τῶν ἔμπροσθεν. ἔστι δὲ δή που πρόδηλον
7. ὡς ἡ τοιαύτη κρίσις ἀσφαλὴς μέν ἐστιν, ἀλλὰ μακρά
8. τε ἅμα καὶ πόνον ἔχουσα πολὺν ἡμῖν τοῖς μέλλουσι δι’
9. αὐτῆς ἐπὶ τὸ τέλος ἀφικέσθαι τοῦ προκειμένου, τοῖς μέντοι
10. βουλομένοις ἀναλέγεσθαι ταυτὶ τὰ γράμματα μόνη τεχνῶσαι
11. δυναμένη καὶ παρασχεῖν οἷον ὀφθαλμόν τινα διαγνωστικὸν
12. τῆς ἀληθείας. ὅσα τοίνυν ἔτι λείπει πρὸς τὴν ὅλην στοιχείωσιν,
13. ἐν τῷδε τῷ λόγῳ προσθέντες, ἐν μὲν τῷ τετάρτῳ
14. περὶ τῆς τῶν χυλῶν δυνάμεως ἐροῦμεν, ἐπειδὴ καὶ τοῦτο τοῖς
15. ἑταίροις ἔδοξεν· ἐν δὲ τῷ πέμπτῳ περὶ τῶν ἐν ἅπασι καθόλου
16. τοῖς ἁπλοῖς φαρμάκοις δευτέρων τε καὶ συνθέτων δυνάμεων,
17. εἶθ’ οὕτως ἐπὶ τὰ κατὰ μέρος ἐν τοῖς ἐφεξῆς ὑπομνήμασι
18. μεταβησόμεθα.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 3.13, ed. Kühn, 1826, vol. 11, p. 570-573. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩