Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 3.15, ed. Kühn, 1826, vol. 11, p. 575-583. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.15

6. Τοῦτ’ οὐκ ἔτι συγχωροῦμεν ἑτοίμως καὶ ἐν
7. τῇ κράμβῃ. ἐκθλίβοντες μὲν γὰρ αὐτῆς τὸν χυλὸν καὶ μόνον,
8. ἢ μετὰ μέλιτος καταῤῥοφοῦντες ὁρῶμεν καθαρτικὸν, οὐ μὴν
9. ἐσθίειν γε δυνάμενοι τὸ λοιπὸν, ἀπιστοῦμεν ὅτι σταλτικόν
10. ἐστιν. ἀλλ’ ἄν τις ὅλην ἑψήσας αὐτὴν ἀποχέῃ τὸ πρότερον
11. ὕδωρ, ἐν ᾧ τὸν χυλὸν ἐναπέθετο, κᾄπειτα αὖθις ἐμβαλὼν
12. ἑτέρῳ καθαρῷ, καὶ πάλιν ἑψήσας ἀποχέῃ καὶ τοῦτο, τὸν μὲν
13. χυλὸν εὑρήσει καθαίροντα, τὴν δὲ κράμβην αὐτὴν ἐπέχουσαν
14. τὴν γαστέρα καὶ πολὺ μᾶλλον εἰ μὴ δὶς, ἀλλὰ τρὶς ἢ τετράκις
15. ἀποχέῃ τις τὸ ὕδωρ. ὅσῳ γὰρ ἂν ἀκριβέστερον ἐναπόθηται
16. τὸν χυλὸν αὐτῷ, καθαρτικώτερον μὲν ἐκεῖνο ποιήσει, τὴν δὲ
17. ὑπόλοιπον αὐτῆς οὐσίαν τὴν οἷον σάρκα τοῦ λαχάνου σταλτικὴν
1. ἐπιδείξεται. οὕτω δὲ καὶ ἐπὶ τῶν τεύτλων ἔχει καὶ
2. σχεδὸν ἁπάντων τῶν ἄλλων, ὧν ἤτοι δριμὺς, ἢ νιτρώδης ἢ
3. ἁλυκὸς ὁ χυλός ἐστιν, ἐπεί τοι καὶ τοῖς φακοῖς, καίτοι στύψιν
4. ἱκανὴν ἔχουσι κατὰ τὴν γεῦσιν, ὅμως ὑπάρχει τι τοιοῦτον.
5. ἔστι γὰρ καὶ τὸ τούτων ἀφέψημα λαπακτικὸν τῆς
6. γαστρὸς, ἀλλ’ οὗτος μὲν ὁ χυλὸς ἐπίμικτος σαφῶς ἐστιν κατὰ
7. τὴν γεῦσιν, ὡς εἰ καὶ νιτρῶδές τι μίξεις αὐστηρῷ. ὁ δὲ τῶν
8. θαλαττίων κογχαρίων, ἁπάντων τε τῶν ἄλλων ὀστρέων
9. χυμὸς, ἁπλῶς ἁλυκός ἐστι καὶ λαπακτικός. αὐτὴ μέντοι γε
10. καὶ τούτων ἡ σὰρξ ἐπέχει γαστέρα, καὶ πειραθήσῃ δὲ ἀληθοῦς
11. τοῦ λεγομένου, σκευάσας ὁμοίως ταῖς κράμβαις αὐτά. καὶ
12. γάρ τοι καὶ ὁ τῶν πρεσβυτέρων ἀλεκτρυόνων ζωμὸς ὑπάγει
13. τὴν γαστέρα, καίτοι τῆς σαρκὸς σταλτικῆς οὔσης. ἔστι δὲ
14. κᾀν τῇ λεπίδι τοῦ χαλκοῦ δύναμις διττὴ, καθάπερ καὶ ποιότης,
15. καὶ γὰρ στύφει καὶ δάκνει· καὶ διὰ τοῦτο τῷ μὲν
16. στύφειν ἐπουλεῖ τὰς ξηρὰς τῶν ἡλκωμένων σαρκῶν, τῷ δ’
17. αὖ δάκνειν τὰς πλαδαρὰς συντήκει. εἰ δ’ εἴσω τοῦ σώματος
1. ληφθείη, καθαίρει μὲν, οὐκ ἐπέχει δὲ τὴν γαστέρα. νικᾶται
2. γὰρ ἡ στυπτικὴ δύναμις ὑπό τε τῆς δριμείας καὶ καθαρτικῆς,
3. ὥσπερ εἰ καὶ ῥοῦ χυλὸν ἀναμίξαις σκαμμωνίᾳ. καθαρτικὸν
4. γὰρ ἔσται τὸ ἐξ ἀμφοῖν, οὐκ ἐφεκτικὸν τῆς γαστρὸς,
5. καίτοι γε πρὸς τὴν γεῦσιν ὁ αὐστηρὸς χυλὸς ἐπικρατήσει
6. μᾶλλον. οὕτω δὲ καὶ μετὰ μήλου κυδωνίου σαρκὸς οὐκ
7. ὀλίγα τῶν καθαιρόντων διδόμενα, τῇ μὲν γεύσει λανθάνει,
8. τῇ δ’ ἐνεργείᾳ μόνον φαίνεται. δίδοται δὲ καὶ διὰ φοίνικος
9. ἔνια σαρκὸς, ἄλλα δὲ διὰ μύρτων ἢ μετὰ Χίας μαστίχης, ἢ
10. μετ’ ἄλλου τινὸς τῶν εὐστομάχων τε καὶ στυπτικῶν, ὡς καὶ
11. τὴν γεῦσιν λαθεῖν καὶ τὸν στόμαχον ἧττον ἀνατρέψαι. ἀλλ’
12. εἰ καὶ τῇ πρὸς τὴν γεῦσιν ποιότητι κρατοίη τὰ στύφοντα
13. τῶν καθαιρόντων, τῇ γε ἄλλῃ δυνάμει κρατεῖται. πολλάκις
14. γὰρ ἡ μὲν γλῶττα κατὰ τὸ πλεονάζον ἐνικήθη τῆς οὐσίας,
15. ἡ δὲ ἐνέργεια κατὰ τὴν ἰσχὺν γίνεται τῆς δυνάμεως. ὅταν
16. οὖν οὐσία σμικρὰ, σφοδρὰν ἔχουσα δύναμιν, ἀναμιχθεῖσα
17. μεθ’ ἑτέρας οὐσίας πολλῆς ἀσθενῆ δύναμιν ἐχούσης εἴσω
18. τοῦ σώματος ἀφίκηται, τὴν μὲν γεῦσιν λανθάνει, τὸ δὲ ἔργον
1. ἐνεργέστερον ἐκείνης διαπράττεται. θαυμάζεται δὲ καὶ ταῦτα
2. πρὸς τῶν πολλῶν καὶ νομίζουσιν ἄπορον ὑπάρχειν, εἰ στῦφόν
3. τι σῶμα καθαίρειν πέφυκεν, οἷον ἀλόη καὶ λεπὶς χαλκοῦ
4. καὶ χαλκὸς κεκαυμένος· ἐχρῆν γὰρ, φασὶ, τοὐναντίον μᾶλλον
5. ἐπέχειν αὐτὰ, οὐ προτρέπειν τὴν γαστέρα. ὅτι δὲ τὸ
6. μῆλον, εἰ οὕτως ἔτυχεν, τὸ μετὰ τῆς σκαμμωνίας στῦφον
7. καθαίρει, τοῦτό γε οὐδεὶς θαυμάζει, καίτοι γε ἐντεῦθεν ὁρμηθέντα
8. ῥᾷστον ἦν, οἶμαι, κᾀπὶ τῆς ἀλόης συλλογίσασθαι
9. μικτήν τινα δύναμιν ὑπάρχειν. καὶ εἴπερ ἦν οἷόν τε διακρῖναι
10. τὸ καθαῖρον ἐν αὐτῇ τοῦ μὴ καθαίροντος, ὥσπερ ἐπὶ
11. γάλακτος ἐργαζόμεθα καὶ κράμβης ἑτέρων τε παμπόλλων,
12. οὐκέτ’ ἂν ἐθαυμάζετο. καὶ μὲν δὴ καὶ ποιῆσαι τοῦτό πως
13. δυνατόν. ἐπιμελῶς γὰρ ἀλόη πλυθεῖσα παντάπασιν ἀσθενῶς
14. ἢ οὐδ’ ὅλως ὑπάγει γαστέρα. ταὐτὸ δὲ τοῦτο καὶ λεπὶς
15. χαλκοῦ καὶ αὐτὸς ὁ κεκαυμένος χαλκὸς πέπονθεν, ὡς καὶ
16. ἡμεῖς ἀκριβῶς πλύναντες ἐπειράθημεν, ἀμυδρῶς αὐτῶν
17. καθαιρόντων. ἀλλ’ οὖν καὶ τὸ τῆς ποιότητος εὐθὺς ἅμα τῷ
18. γεύσασθαι φαρμακῶδες ἐμφαίνει τὸ μικτὸν τῆς δυνάμεως.
1. εἴπερ γὰρ ἦν ἀεὶ μία ποιότης ἐν ἑκάστῳ τῶν τὴν γεῦσιν
2. στυφόντων φαρμάκων, οὐκ ἂν ἦν ποτε αὐτῶν τὰ μὲν ἐδώδιμα,
3. τὰ δὲ φαρμακώδη, ἀλλὰ μόνον ἐν τῷ μᾶλλον ἢ ἧττον
4. στύφειν ἀλλήλων διέφερον. νυνὶ δὲ οὐχ οὕτως ἔχει. φαίνεται
5. γὰρ ἡ μέν τις ἡδεῖα καὶ προσηνὴς στύψις, ἡ δέ τις ἀηδής τε
6. καὶ φαρμακώδης, ἀπίου μὲν καὶ μήλου καὶ ῥοιᾶς ἡδεῖα, λεπίδος
7. δὲ χαλκοῦ καὶ ἀλόης ἀηδής τε καὶ φαρμακώδης. καίτοι
8. γε ἧττον στύφει κυδωνίου μήλου λεπὶς χαλκοῦ, ὥστε μηδὲ
9. τῷ σφοδρῷ τῆς στύψεως ἔχειν ἂν ἐνεγκεῖν τὸ τῆς ποιότητος
10. ἀλλόκοτον. ὁμοίως δὲ καὶ ἄλλα τῶν ἐδωδίμων ἀλόης καὶ
11. λεπίδος χαλκοῦ καὶ αὐτοῦ τοῦ κεκαυμένου χαλκοῦ στύφει
12. μᾶλλον. ἐπὶ μὲν δὴ τῶν τοιούτων ἄντικρυς φαίνεται τὸ
13. μικτὸν τῆς οὐσίας, ἐπ’ ἄλλων δὲ, κᾂν μὴ φαίνηται, συλλογίζεσθαι
14. χρὴ καὶ μὴ νομίζειν ἄλλο μέν τι κατὰ τὴν ἀλόην ἐργάζεσθαι
15. τὴν στύψιν, ἄλλο δέ τι κατὰ τὸ μῆλον. ἓν γὰρ ἐν
16. ἅπασι ποιεῖν εὔλογόν ἐστι κατά γε τὴν ἑαυτοῦ φύσιν, οὐ
17. τήν στύψιν μόνην, ἀλλὰ καὶ τῶν ἄλλων ποιοτήτων ἑκάστην.
18. τῷ δὲ μηδὲν εὑρίσκεσθαι καθαρὸν ἀκριβῶς μηδὲ ἄμικτον 
1. ἑτέρων ποιοτήτων, αἱ διαφοραὶ τῶν ἐνεργειῶν ἄλλαι κατ’
2. ἄλλο τῶν στυφόντων εἰσίν. ἄλλο μὲν γὰρ μεσπίλου τοὖργόν
3. ἐστιν, ἄλλο δὲ λεπίδος, ἄλλο δὲ ἀλόης, ἕτερον δὲ
4. μόρων, εἰ οὕτως ἔτυχεν ἢ κικίδος, ἢ σιδίων, ἢ στυπτηρίας,
5. ἢ ῥοῦ, καὶ βέλτιον ἦν, ὅσοι τι περὶ τῶν στυφόντων
6. φαρμάκων τῆς ἐνεργείας ἐτόλμησαν ἀποφήνασθαι,
7. καθόλου περὶ τῆς στύψεως αὐτῆς μᾶλλον ἢ περὶ τῶν στυφόντων
8. εἰρῆσθαι. τὸ μὲν γὰρ στῦφον οὐ στύφει μόνον,
9. ἀλλ’ ἤτοι δριμὺ πρὸς τὸ στύφειν ἐστὶν, ἢ λιπαρὸν, ἢ γλυκὺ,
10. ἢ πικρὸν, ἢ ἁλυκὸν, ἢ ὀξῶδες. ἡ δὲ στύψις ἓν τοῦτο μόνον
11. ἐστὶ διὰ παντὸς ὅπερ ἐστὶ, ὥσπερ καὶ ἡ γλυκύτης καὶ
12. ἡ ἁλυκότης ἑκάστη τε τῶν ἄλλων ποιοτήτων. εἰ δ’ ὥσπερ
13. ἡ στύψις μία, καὶ τὸ στῦφον ἓν ὑπῆρχεν, ἓν ἂν ἦν αὐτοῦ
14. διὰ παντὸς τοὖργον. ἐπεὶ δὲ πρὸς τὸ στύφειν ἔτι καὶ
15. ἄλλας δέδεικται ποιότητας οὐκ ὀλίγας, ἀεὶ μὲν ἐνεργήσει
16. κατὰ πάσας, ἀλλ’ ἐπιφανῶς ἄλλοτε κατ’ ἄλλην τὴν ἐπικρατοῦσαν,
17. ὡς πρὸς τὴν τοῦ πλησιάζοντος σώματος διάθεσιν.
18. φαίνεται γοῦν καὶ τὸ γάλα καὶ ἡ φακὴ καὶ ἡ κράμβη
1. τῶν μὲν ὑπάγοντα, τῶν δὲ ἴσχοντα τὴν γαστέρα. τὴν μὲν
2. οὖν αἰτίαν τοῦ μὴ διὰ παντὸς ἐνεργεῖν ἐπιφανῶς καὶ
3. καθ’ ἕκαστον τῶν σωμάτων μίαν ἡντιναοῦν ποιότητα καὶ
4. δύναμιν τοῦ φαρμάκου κατὰ τὸν ἑξῆς ἐρῶ λόγον. νυνὶ
5. δὲ ἀναμνῆσαι τοῦ γινομένου πρόκειταί μοι μόνον, ἵνα μή
6. τις ἀπιστήσῃ κατὰ τὰ πλεῖστα τῶν φαρμάκων ἐναντίας
7. εἶναι ποιότητάς τε καὶ δυνάμεις. ἀλλὰ καὶ αὐτὸ τοῦτο
8. πολλῆς ἐπισκέψεως ἔχεται καὶ διορισμῶν οὐκ ὀλίγων, εἰ
9. καὶ πᾶσιν ἔδοξε ῥᾴδιον εἶναι τὰς ἐναντίας ἀλλήλοις ποιότητάς
10. τε καὶ δυνάμεις ἐξευρεῖν. ἐξ ἑτοίμου γοῦν ἅπαντες
11. σχεδὸν ἐναντίον εἶναι τίθενται τὸ στύφειν τῷ καθαίρειν.
12. ἔστι δὲ οὐδαμῶς ἐναντίον, ὡς ἐγὼ προϊόντος ἐπιδείξω τοῦ
13. λόγου. κατὰ μέντοι τὸ παρὸν ἐκ περιουσίας ὁ λόγος
14. ἐπεράνθη μοι δεικνύντι, κᾂν ἐναντία τις ὑπάρχειν αὐτὰ
15. τίθεται, μηδὲν συμβαίνειν ἄτοπον, ἐνδεχομένου γε ὄντος εἰς
16. μίαν οὐσίαν ἐνίοτε ἐναντιωτάτας συνέρχεσθαι ποιότητάς
17. τε καὶ δυνάμεις. ἐπὶ μέν γε τῶν χυλῶν ἐλέχθη καὶ πρόσθεν
1. ἕτερον μὲν εἶναι τὸ βαρύτατον ἐν αὐτοῖς, ἕτερον δὲ
2. τὸ κουφότατον, ἄλλο δὲ τρίτον ἀναμεμιγμένον τῷ χυλῷ
3. ὅλῳ. καὶ θαυμαστὸν οὐδὲν, εἰ κᾀν τῷ τοῦ ῥόδου χυλῷ
4. τὸ μέν ἐστι βαρύτατον ἀνάλογον ἀμόργῃ καὶ τρυγὶ, τὸ δὲ
5. κουφότατον ἀνάλογον καὶ τοῦτο τοῖς ἐποχουμένοις ἄνθεσιν
6. ἑκάστῳ τῶν χυλῶν· ἄλλο δὲ τρίτον, οἷον ἐν τῷ γλεύκει
7. τὸ ζέον, ἐφ’ οἷς τέταρτον αὐτὸ τὸ εἰλικρινέστατον καὶ
8. καθαρώτατον, οὗ ταῦτά ἐστι τὰ τρία περιττώματα. συμβαίνει
9. δὲ τοὺς μὲν ἄλλους ἅπαντας χυλοὺς ὀξύνεσθαί τε
10. καὶ σήπεσθαι διαφθειρομένους, μόνα δὲ τοὔλαιον καὶ τὸ
11. μέλι καὶ τὸν οἶνον ἐξαρκεῖν εἰς μακρόν. ὥστε οὐδὲ τῇ
12. ζέσει καὶ διακρίσει τῶν ἄλλων χυλῶν ἐναργῶς ἐστιν ἐξευρεῖν
13. ἑκάστου τῶν περιττωμάτων τὴν ἰδέαν, ἀλλ’ εὐθὺς ἐξ
14. ἀρχῆς ἑψήσεώς τέ τινος αὐτοῖς δεῖ καὶ μίξεως τῆς πρὸς
15. ἕτερόν τινα τῶν διαμενόντων χυλῶν. οὕτως οὖν καὶ τὸν
16. τοῦ ῥόδου χυλὸν ἀποτιθέμεθα μέλιτι μιγνύντες, ἢ ἐλαίῳ
17. συνέψοντες, ἢ ἐναποβρέχοντες ὅλα τὰ ῥόδα. ἀλλ’ ὅτι γε
18. κᾀν τούτῳ πιθανὸν ἐνυπάρχειν τὰ τέτταρα γένη, τό τε
1. οἰκεῖον αὐτοῦ τοῦ χυλοῦ καὶ τὰ τρία περιττώματα, πρόδηλον
2. συνιδεῖν, καὶ μάλιστα ὅτι τὸ τῆς ποιότητος αὐτῶν
3. οὐχ ἁπλοῦν ἐστιν, ἀλλὰ ἔχειν μέν τινά σοι δόξει καὶ στύψιν
4. τὸ ῥόδον, εἰ διαμασήσασθαι βουληθείης αὐτό. ἔχει δὲ
5. καὶ γλυκύτητά τινα καὶ οἷον δῆξιν βραχεῖαν. ἤρκει δὲ κᾂν
6. μηδὲν τούτων ἐφαίνετο γευομένοις, ἐκ τοῦ μὴ τελέως εἶναι
7. στῦφον αὐτὸ, τὰς τῶν ἄλλων χυλῶν ἐννοῆσαι μίξεις.
8. εἴπερ γὰρ ὁ αὐστηρὸς μόνος, ἄκρος ἂν ἦν, ὥστε εἴπερ οὐκ
9. ἔστιν ἄκρος, οὐδὲ μόνος ἐστίν. ἣν γὰρ ἂν ὑπέθη τῆς
10. στύψεως γένεσιν, ἂν μόνην τῶν ἄλλων ἐγγίγνεσθαι νοήσαις,
11. ἄκραν ἀναγκαῖόν ἐστιν ἀπεργασθῆναι ταύτην, ὥσπερ εἰ καὶ
12. μόνη θερμότης ἐγγίγνοιτο σώματί τινι, τελέως ἔσται τὸ
13. τοιοῦτον πῦρ. αἱ γὰρ τῶν ἐναντίων ἐπιμιξίαι τὰς ἀκρότητας
14. θραύουσιν.

Cliquer un n° de page pour en afficher l’image