Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 3.16, ed. Kühn, 1826, vol. 11, p. 583-592. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.16

15. Ἐν μὲν δὴ τοῖς ὁμοιομερέσι σώμασι θερμότης
16. γέ ἐστι καὶ ψυχρότης, ὑγρότης τε καὶ ξηρότης αἱ
17. δημιουργοῦσαι τὰς κατὰ μέρος ἁπάσας διαφοράς· ἐν δὲ τοῖς
18. ἀνομοιομερέσι δριμύτητές τε καὶ ὀξύτητες, αὐστηρότητές τε
1. καὶ στρυφνότητες καὶ γλυκύτητες καὶ λιπαρότητες, ὥσθ’ ἕκαστον
2. μὲν τῶν ὁμοιομερῶν ἐν αὐτοῖς τοῖς μορίοις μὴ πολλὰς,
3. ἀλλὰ μίαν ἔχει ποιότητα, τὸ δὲ ὅλον ἀνομοιομερὲς παμπόλλας.
4. χιλίων γὰρ, εἰ οὕτως ἔτυχεν, ἐν τῷ κυάθῳ τοῦδέ τινος
5. τοῦ χυλοῦ περιεχομένων ὁμοιομερῶν σωμάτων, ἑκατὸν μὲν ἐξ
6. αὐτῶν ἐγχωρεῖ στύφειν, ἑξήκοντα δὲ δάκνειν, ἑξακόσια δὲ εἶναι
7. τὰ γλυκέα, διακόσια δὲ τὰ πικρὰ, τεσσαράκοντα δὲ τὰ ἁλυκὰ,
8. πάντα δὲ ἀλλήλοις ἀναμεμίχθαι ταῦτα καὶ μηδὲν δύνασθαι
9. λαμβάνειν αἰσθητὸν μόριον οὕτω μικρὸν, ὅτῳ μὴ πάντων
10. μέτεστιν. ὥστε ἐν τῷ ψαύειν τῆς γλώττης ἐνεργεῖν μὲν
11. ἅπαντα κατὰ τὸ διαφέρον ἕκαστον αὐτῶν μόριον, ᾧπερ ἂν
12. ὁμιλῆσαν τύχῃ, διαδίδοσθαι δὲ τὴν διάθεσιν ἐκ τοῦ πρώτου
13. παθόντος εἰς ὅλην αὐτὴν, ὥσπερ ὅταν εἰς ὕδωρ ψυχρὸν ἕνα
14. δάκτυλον ἀθρόως καθέντες ἐν ψύχει σφοδρῷ φρίξομεν ὅλην
15. τὴν χεῖρα, πολλάκις δὲ καὶ σύμπαν τὸ σῶμα· ταχεῖα γὰρ ἡ
16. διάδοσις ἐν τοῖς αἰσθητικοῖς σώμασιν ἐκ τοῦ πρώτου παθόντος
17. εἰς ὅλον γίνεται τὸ ζῶον, ὥστε καὶ θερμαινομένῳ
18. συνθερμαίνεσθαι καὶ ψυχομένῳ συμψύχεσθαι καὶ ξηραινομένῳ 
1. συγξηραίνεσθαι καὶ ὑγραινομένῳ συνυγραίνεσθαι, καὶ πολλάκις
2. τἀναντία πάσχειν ὅλον ὑφ’ ἕνα καιρόν. ἵνα δὲ μᾶλλον εἰς
3. ἔννοιαν ἀφίκῃ τοῦ λεγομένου, βέλτιον ἴσως ἐστὶ καὶ παραδείγματι
4. προσέχειν ἑτέρῳ τὸν νοῦν. εἶδες οὖν, οἶμαι, ποτὲ
5. λίθου τινὸς ἐμβληθέντος εἰς ὕδωρ ἀτρεμίζον, ἀρξάμενον μὲν
6. ἐκ τούτου κινεῖσθαι τὸ ὕδωρ, ἐν κύκλῳ δὲ τὴν κίνησιν ἐκτεῖνον,
7. ὥσπερ εἰς κέντρον τὸ πλῆξαν. ὅταν οὖν ὑφ’ ἕνα καιρὸν
8. εἰς διαφέροντας τόπους ἀτρεμίζοντος ὕδατος ἐμβληθέντες
9. δύο λίθοι γεννήσωσι δύο κύκλους δι’ ἀλλήλων φερομένους,
10. ἐναντίας ὄψει κινήσεις ἐν ἅπαντι μορίῳ τοῦ ὕδατος, ὅθεν καὶ
11. ἀπορίαν παρέσχε τὸ φαινόμενον τοῦτο καὶ αὐτοῖς τοῖς φυσικοῖς
12. ἀνδράσιν, εἴθ’ ἕτερα μόρια πρὸς ἑκατέρας τῶν κινήσεων,
13. εἴτε καὶ ταὐτὰ κινεῖται πρὸς ἀμφοτέρων. ὅτι μὲν γὰρ οὐχ
14. ἵστησιν ὁ κύκλος τὸν κύκλον οὔτε κωλύει φέρεσθαι πρόσω
15. προδήλως ὁρᾶται. ταὐτὸν δὴ τούτῳ νόει μοι, ὅταν ὑφ’ ἕνα
16. καιρὸν ἐμβάλλωμεν εἰς μὲν ψυχρὸν ὕδωρ τοὺς πόδας, εἰς δὲ
17. θερμὸν τὰς χεῖρας. εἰς ὅλον μὲν γὰρ τὸ σῶμα τοῦ πάθους
18. ἑκατέρου διέρχεται ἡ κίνησις, ἀπαντῶσι δὲ ἀλλήλαις ὑπεναντίαι.
1. διαφέρει δὲ ἴσως οὐδὲν οὐδ’ εἰ μὴ τὴν ἐναντίαν ἴοιεν,
2. ἀλλ’ ἡ μὲν ἀπὸ θατέρου τῶν ποδῶν, ἡ δ’ ἀπὸ θατέρου τὴν
3. ὁρμὴν λαβοῦσα προσέρχοιντο. τηνικαῦτα γὰρ οὔτε μηδὲν
4. πάσχειν ὅλον τὸ σῶμα δυνατὸν εἰπεῖν οὔθ’ ὑπὸ θατέρου
5. μόνον πάσχειν. καὶ γὰρ πάσχει σαφῶς καὶ ὑπ’ ἀμφοῖν πάσχει
6. θερμαινόμενόν τε ἅμα καὶ ψυχόμενον, ὥσπερ, οἶμαι, κᾀν
7. ταῖς λειπυρίαις καὶ τοῖς ἠπιάλοις συμπίπτει πυρετοῖς, πλὴν
8. οὐκ ἔξωθέν γε ἐν ἐκείνοις, ἀλλ’ ἐξ αὐτοῦ τοῦ σώματος ἥ τε
9. τῆς ψύξεως καὶ ἡ τῆς θέρμης ὁρμᾶται διάθεσις. εἰ δὲ μηδὲ
10. νῦν ἕπηταί τις τῷ λεγομένῳ, ἀλλ’ ἐκ τοῦ λεχθησομένου ῥᾷστον
11. αὐτῷ τὴν πεῖραν λαβεῖν. καὶ γὰρ οὐδὲ πόῤῥω τῶν
12. ζητουμένων ἐστὶν, ἀλλ’ ἐξ αὐτῶν τι τῶν τῆς γλώττης ὑπάρχει
13. παθῶν. εἰ γὰρ ἀναμίξας ἀκριβῶς ἶσον ἀψινθίου καὶ μέλιτος
14. ὄγκον ἐπιθείης τῇ γλώττῃ, γλυκύπικρον, ὥσπερ οἱ ποιηταὶ
15. τὸν ἔρωτα προσαγορεύουσι, φανεῖταί σοι τὸ μικτὸν ἐξ ἀμφοῖν,
16. οὐκ ἐν ἄλλῳ μέν τινι χρόνῳ μέλιτος αἰσθανομένης
17. τῆς γλώττης, ἐν ἄλλῳ δὲ ἀψινθίου, οὔτε θατέρου μόνον,
18. ἀλλὰ διὰ παντὸς ἀμφοῖν ἀήθη τινὰ μίξιν μεμιγμένην. τοιόνδε
1. τι γίγνεται κᾀν τῷ συνελθεῖν εἰς ἕνα χυμὸν αὐστηρὸν καὶ
2. νιτρώδη δύναμιν, ἤτοι τῆς φύσεως αὐτῆς ἀναμιξάσης ἤ τινος
3. ἰατροῦ συνθέντος. ἥ τε γὰρ γλῶττα τῆς ἑκατέρου τῶν χυμῶν
4. ποιότητος ὑφ’ ἕνα χρόνον αἰσθάνεται, καὶ εἴπερ αἰσθάνεται,
5. δηλονότι καὶ διατίθεται κατὰ τὰς οἰκείας αὐτῶν δυνάμεις,
6. ἕκαστόν τε τῶν ἄλλων τοῦ σώματος μορίων ἀνάγκη πάσχειν
7. ὡσαύτως, εἰ καὶ μὴ τῶν ποιοτήτων αἰσθάνηται· οὐ γὰρ δὴ
8. τῷ γε πάσχειν ἢ μὴ διαφέρειν τῶν ἄλλων ὑποληπτέον τὴν
9. γλῶτταν, ἀλλὰ τῷ μὴ λανθάνειν αὐτὴν μηδὲν τῶν
10. οἰκείων παθῶν ἀκριβείᾳ δυνάμεως αἰσθητικῆς. συντελεῖ μὲν
11. οὖν εἰς τοῦτο καὶ ἡ μανότης αὐτῆς. ῥᾷον γὰρ εἰς τὸ βάθος
12. οἱ χυλοὶ κατιόντες ἐνεργοῦντές τε περὶ τὰ μαλακὰ τῶν μορίων
13. ἰσχυρὰν μὲν τὴν διάθεσιν, ἐναργεστέραν δὲ καὶ τὴν αἴσθησιν
14. αὐτῆς ἀπεργάζονται. ἀλλ’ ἡ μείζων δύναμις ἐν τῷ τῆς
15. αἰσθήσεως ἐστὶν ἀκριβεῖ μᾶλλον, οὐκ ἐν τῷ τῆς διαθέσεως
16. ἰσχυρῷ, τὸ μὲν γὰρ τῆς διαθέσεως ἰσχυρὸν οὐδὲν ἧττον κᾀν
17. τοῖς ἡλκωμένοις γίγνεται μορίοις, ἀλλὰ τῷ τὴν ἀκρίβειαν τῆς
18. αἰσθήσεως ἀπεῖναι λανθάνουσιν αἱ τῶν χυλῶν ποιότητες.
1. ἔνεστι μέντοι καὶ κατ’ ἐκεῖνα καὶ πρὸ ἐκείνων ἔτι, μήπω τοῦ
2. δέρματος ἡλκωμένου, συλλογίσασθαι τὴν μικτὴν ἐνέργειαν ἐκ
3. τῶν ἐναντίων δυνάμεων, ἅμα τοῖς σώμασιν ἐγγινομένην. εἰ
4. γὰρ ἐπιθείης φλεγμαίνοντι μορίῳ στρύχνου χυλὸν, ὄψει
5. πυκνούμενον αὐτὸ καὶ πιλούμενον καὶ τὰς διαπνοὰς ἐπεχομένας.
6. ὥστ’ εἰ καὶ μέχρι πλείονος οὕτω ποιήσαις, οὐδ’ ἐρυθρὸν
7. ἔτι φυλάξαις τὸ μόριον, ἀλλ’ ἤτοι πελιδνὸν ἢ μέλαν
8. ἐργάσῃ, ὁποῖόν τι κᾀν τοῖς ἐρυσιπέλασι ποιοῦσι συνεχῶς οἱ
9. πλεῖστοι τῶν ἰατρῶν. καὶ γὰρ καὶ ταῦτα μελαίνουσι καὶ
10. σκληρύνουσιν ἐν τῷ χρόνῳ, καταψύχοντες ἀμέτρως. εἰ τοίνυν
11. μὴ στρύχνον, ἀλλ’ ἀνθεμίδα κατὰ τοῦ φλεγμαίνοντος ἐπιθείης
12. μέρους, ὄψει πάντα τἀναντία πάσχον αὐτό. καὶ γὰρ ἀραιὸν
13. καὶ κεχυμένον καὶ μαλακὸν καὶ χαλαρὸν ἔσται καὶ διαπνευθήσεται
14. πολὺ τοῦ κατ’ αὐτὸ περιττοῦ καὶ πελιδνὸν καὶ μέλαν
15. οὐδέποτ’ ἔσται, κᾂν πολλοῖς ἐφεξῆς ἡμέραις χρήσῃ τῷ χαμαιμήλῳ,
16. χεῖν γὰρ τοῦτο πέφυκε καὶ διαφορεῖν, οὐ συνάγειν
17. οὐδὲ πυκνοῦν οὐδ’ εἴργειν τὰς διαπνοάς. ὅτι μὲν οὖν ἐστιν
18. ἐναντίας δυνάμεως τῷ στρύχνῳ τὸ χαμαίμηλον ἐκ τῶνδε
1. δῆλον· ὅτι δ’ εἰ κᾂν μίξαις ἄμφω, σαφῶς τὰς ἑκατέρου
2. θεάσῃ δυνάμεις, ἐγὼ μὲν πειρασθεὶς σοὶ λέγω, βουλοίμην δ’
3. ἂν καὶ σὲ διὰ τῆς πείρας αὐτῆς εἰς γνῶσιν ἀφικέσθαι τῶν
4. γιγνομένου μᾶλλον ἢ διηγουμένῳ μοι πιστεῦσαι. τοῦτο μὲν
5. οὖν οἶδα ὅτι ποιήσει πᾶς ὃς ἂν ἀληθείας ὑπάρχῃ ἐραστής.
6. χρὴ δὲ ὡς ἤδη πεφηνότα τὸν ἐφεξῆς λόγον ἐμὲ περαίνειν. εἰ
7. γὰρ ἐπιτιθέντων ὁμοῦ στρύχνου τε καὶ ἀνθεμίδος, οὔθ’
8. οὕτως πυκνὸν καὶ σκληρὸν καὶ περιτεταμένον καὶ πελιδνὸν,
9. ὡς εἰ καὶ στρύχνῳ μόνον ἐχρῆτό τις, οὔθ’ οὕτως ἀραιὸν καὶ
10. μαλακὸν καὶ χαλαρὸν καὶ ἐρυθρὸν, ὡς εἰ καὶ χαμαιμήλῳ
11. μόνον ἐχρῆτό τις, ἀλλὰ τὴν μέσην ἑκατέρων τῶν εἰρημένων
12. διάθεσιν ὁρᾶται λαμβάνον τὸ μόριον, εὔλογόν ἐστιν
13. ἀμφότερα τὰ φάρμακα κατὰ τὴν ἑαυτῶν ἐνεργῆσαι δύναμιν.
14. εἴτε γὰρ μηδέτερον ἔδρασεν, ἀλλ’ ἡσύχασεν ἄμφω, τὴν ἐξ
15. ἀρχῆς ἂν ἐφύλαττε τὸ μέρος διάθεσιν, ὡς εἰ καὶ μηδὲν ὅλως
16. ἐπεθήκαμεν, εἴτε τὸ μὲν ἕτερον αὐτῶν ἐνήργησε, τὸ δὲ ἕτερον
17. ἐνικήθη τελέως, οὐκ ἂν τὴν μέσην διάθεσιν, ἀλλὰ τὴν
18. ἑτέραν τῶν ἄκρων ἐπεπόνθει τὸ μέρος. καὶ μὴν εἴπερ ἑκάτερον 
1. ἐνήργησεν, ἦν δὲ ταῦτα ἐναντία ταῖς δυνάμεσιν, ἔπασχε
2. δὴ τἀναντία κατὰ τὸν αὐτὸν χρόνον τὸ σῶμα. οὐ γὰρ δὴ
3. μερισάμενά γε τοὺς χρόνους ἐνήργησεν, ὥστε εἰ τύχοι δι’ ὅλης
4. ἡμέρας ἐπιτεθέντων ἀμφοῖν ἕξ μὲν ταῖς πρώταις ὥραις
5. θάτερον τῶν φαρμάκων, ἓξ δὲ ταῖς ὑπολοίποις θάτερον
6. ἐνεργῆσαι. ληρώδης γὰρ ἡ ὑπόθεσις αὕτη καὶ πάσης οὐκ
7. ἀποδείξεως μόνον, ἀλλὰ καὶ πιθανότητος ἔρημος. οὔκουν οὐχ
8. οὕτως συνέβη χυθῆναί τε καὶ συναχθῆναι τὴν ὑποκειμένην
9. οὐσίαν, ὡς τοῖς λουσαμένοις μὲν ἐν βαλανείῳ, μετὰ ταῦτα δὲ
10. εἰς ψυχρὸν ὕδωρ ἐμβᾶσιν, ἀλλὰ μᾶλλον ὡς εἰ τῷ λουομένῳ
11. προσραίνοις ὕδατος ψυχροῦ. οὕτω γὰρ οὐκ ἐν διαφέρουσι
12. χρόνοις, ἀλλὰ καθ’ ἕνα τἀναντία πείσεται. ὡς οὖν ἐπὶ τῶν
13. συνθέτων φαρμάκων οὐδὲν ἐστι θαυμαστὸν ἐναντίας ἅμα
14. διαθέσεις ἐγγίγνεσθαι τοῖς σώμασιν, οὕτως οὐδ’ ἐπὶ τῶν
15. ἁπλῶν, ὅταν καὶ ταῦτα πρὸς μὲν τὴν ἄλλην αἴσθησίν τε καὶ
16. διάγνωσιν ἁπλᾶ φαίνεται, πρὸς δὲ τὴν φύσιν αὐτὴν ὑπάρχῃ
17. σύνθετα. καὶ μὲν δὴ καὶ ὡς ἐφ’ ὧν ἡμεῖς αὐτοὶ συντίθεμέν
18. τι καὶ μίγνυμεν, ἐνίοτε μὲν εἰ οὕτως ἔτυχε πλέονα μὲν τὸν
1. στύφοντα χυλὸν ἐμβάλλοντες, ἐνίοτε δὲ τὸν γλυκὺν, ἢ πικρὸν,
2. ἢ ἁλυκὸν, ἢ δριμὺ, ἤ τινα ἕτερον τῶν ἐναντίων,
3. ἐνίοτε δ’ ἴσους ἀμφοτέρους, οὕτως ἐγχωρεῖ καὶ τὴν φύσιν
4. ἐν δένδροις καὶ θάμνοις καὶ πόαις καὶ ζώοις καὶ κατ’ αὐτὴν
5. τὴν γῆν μιγνύναι τοὺς ἐναντίους χυμοὺς ἢ τοῖς ὄγκοις ἢ
6. ταῖς δυνάμεσιν. ἔστι δ’ ὅτε καὶ τὸν ἕτερον ἐπικρατέστερον,
7. ὥστε καὶ τὰς ἐνεργείας αὐτῶν ἐν μὲν ταῖς ἴσαις μίξεσιν
8. ὁμοίας ὑπάρχειν, ἐν δὲ ταῖς ἀνίσοις διαφερούσας. μὴ τοίνυν,
9. ὥσπερ εἴρηται καὶ πρόσθεν, ἤδη ταὐτὸν εἶναί τις ὑπολαμβανέτω
10. περί τε στύφοντος χυλοῦ διαλέγεσθαι καὶ περὶ
11. στύψεως αὐτῆς. ἡ μὲν γὰρ στύψις ἓν ἁπλοῦν νοεῖται
12. πρᾶγμα, τὸ δὲ στῦφον σῶμα διττόν ἐστιν, ὥσπερ καὶ
13. θερμαῖνον, τὸ μὲν ἁπλοῦν καὶ ἄκρον, οἷόν περ τὸ πῦρ, τὸ
14. δ’ ἐπικρατείᾳ θερμότητος, οἷον τὸ αἷμα. καὶ στῦφον ἤδη
15. τὸ μέν ἐστιν ἄκρον, οἷον εἰ τύχοι στυπτηρία καὶ μελαντηρία
16. καὶ κικὶς καὶ ῥοῦς, τὸ δὲ τῷ μετέχειν τι καὶ τῆς
17. στυφούσης ποιότητος, οἷον ἄπιόν τε καὶ οἶνος καὶ μῆλον
1. καὶ ῥόδον. ὀλίγιστον γὰρ τὸ στῦφον ἐν πολλαπλασίῳ τῷ
2. μὴ τοιούτῳ μέμικται κατὰ τὸ ῥόδον, ὥστε καὶ τῆς στύψεως
3. ἔργα βραχέα κατὰ λόγον ἐστὶν, ἄχρι τοῦ μὴ διαλύεσθαι τῶν
4. ὁμιλούντων αὐτῷ σωμάτων τὸν τόνον, ὑπὸ τῆς ἐν τῷ ῥόδῳ
5. χαλαστικῆς δυνάμεως. οὐδὲν οὖν θαυμαστὸν ἄκος αὐτὸ
6. φλεγμονῶν ὑπάρχειν καὶ μάλιστα ἐν ἐπιδόσει τε καὶ αὐξήσει,
7. μᾶλλον δὲ καὶ ἀρχομένων ἔτι.

Cliquer un n° de page pour en afficher l’image