Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 3.17, ed. Kühn, 1826, vol. 11, p. 592-596. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.17

8. Τὸ δὲ ῥόδινον, ὡς ἂν ἐλαίου τε καὶ ῥόδου
9. μεταξὺ τὴν φύσιν ὑπάρχον ἐν ταῖς αὐξήσεσι τῶν φλεγμονῶν,
10. ἄριστον εἶναι φάρμακον. αὐτὸ μὲν γὰρ τοὔλαιον ἐν ταῖς
11. ἀκμαῖς τῶν φλεγμονῶν χρηστὸν, ὡς ἥ τε πεῖρα δείκνυσι κᾀν
12. τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ἐροῦμεν τὴν
13. αἰτίαν. τὸ δὲ ῥόδινον ἐν τῷ μεταξὺ τῶν ἁπλῶν, ἐξ ὧν ἐγένετο
14. κερασθὲν, ἐν τῷ μεταξὺ καιρῷ τὴν ὠφέλειαν ἐπιδείκνυται.
15. κατὰ μὲν γὰρ τὰς ἀρχὰς ἀποκρούεσθαι χρὴ μᾶλλον καὶ στέλλειν
16. τὰς ἐπιῤῥοὰς, κατὰ δὲ τὰς ἀκμὰς ἀδήκτως διαφορεῖν,
17. κατὰ δὲ τὰς ἐπιδόσεις ἀποκρούεσθαί τε ἅμα καὶ διαφορεῖν,
18. ὃ χωρὶς μὲν τῶν προειρημένων λογισμῶν ἀκούσας τις ἴσως
1. ἀπιστήσειεν. νυνὶ δ’ οὐκ οἶδα εἴ τις οὕτως ἐστὶν ἐνεὸς ὡς
2. μήπω πεπεῖσθαι τῷ λόγῳ. καὶ γὰρ τὰς ἐνδείξεις ἐν ταῖς
3. ἀναβάσεσι τῶν φλεγμονῶν ἀναγκαῖον ἐναντίας ὑπάρχειν.
4. ἀθρόως γὰρ ἀπὸ τῶν στυφόντων καὶ συναγόντων τὴν οὐσίαν
5. ἐπὶ τὰ χαλῶντα καὶ χέοντα μεταβαίνειν ἄτοπον, ἔν τε τῷ
6. μεταξὺ τῆς ἀκμῆς τε καὶ ἀρχῆς αὐξανομένων ἔτι τῶν νοσημάτων
7. οὔθ’ ἁπλῶς ἀποκρούεσθαι δίκαιον, ὡς ἐν ἀρχαῖς;
8. οὔτ’ ἤδη διαφορεῖν, ὡς ἐν ἀκμαῖς, ἀλλ’ ὥσπερ ἡ κατάστασις
9. τοῦ πάθους μέση τῶν ἐναντίων ἐστὶν, οὕτω χρὴ καὶ τὴν
10. ἴασιν μέσην εἶναι, μήτε στύφουσαν, ὡς ἐν ταῖς ἀρχαῖς, μήτε
11. διαφοροῦσαν, ὡς ἐν ταῖς ἀκμαῖς. καὶ δὴ ἅπαν τὸ μέσον ἐκ
12. τῶν ἐναντίων μικτόν ἐστιν, ἤτοι δι’ ὅλων ἀλλήλοις κεραννυμένων
13. αὐτῶν, ἢ κατὰ σμικρὰ μόρια, καὶ τὴν αἴσθησιν ἐκφεύγοντα
14. τῶν παρακειμένων. εἴτ’ οὖν οὕτως εἴτ’ ἐκείνως βούλει
15. κεκρᾶσθαι τὸ ῥόδινον ἐκ τῶν ἐναντίων, ἐμοὶ μὲν οὐδὲν διαφέρει,
16. δείκνυται γὰρ ἑκατέρως τὸ προκείμενον. οἶδα δὲ
17. ὅτι τοῖς περὶ τούτων λογισμοῖς ἅπασιν, οἷς τε ὁ Θεόφραστος
1. ἔγραψε καὶ οἷς ἡμεῖς ἐν ὅλῃ τῇδε τῇ πραγματείᾳ λέγομεν, ἐπὶ
2. πλέον ὁμιλήσας, εὑρήσεις τὸν δεύτερον τρόπον τῆς μίξεως.
3. καὶ μὴν καὶ τὸ δύεσθαι κατὰ τοῦ βάθους καὶ μᾶλλον ὑγραίνειν
4. ἐλαίου τὰ ξηρὰ τῶν σωμάτων ὑπάρχει τῷ ῥοδίνῳ. καί
5. τινας οἶμαι τεθεᾶσθαί σε πολλάκις ἀνατρίβοντας ῥοδίνῳ τὰς
6. πυκνὰς τῶν δερματίνων ἐφεστρίδων. ἔλαιον γὰρ καὶ ὑδρέλαιον
7. οὐ τέγγει καλῶς αὐτὰς ἁδρομερέστερον ὑπάρχον ἢ ὡς
8. εἴσω δύεσθαι δύνασθαι· τῷ δὲ ῥοδίνῳ συμβέβηκεν πρὸς τοῖς
9. ἄλλοις οἷς ἔχει καὶ τὴν στύψιν ὀλίγην οὖσαν οὐ σμικρὰ συντελεῖν
10. εἰς τοῦτο. τὰ μὲν γὰρ σφοδρῶς αὐστηρὰ καὶ στρυφνὰ,
11. πυκνοῦντα τὴν ἔξωθεν ἐπιφάνειαν εὐθὺς ἅμα τῷ προσπίπτειν
12. αὐτῇ κωλύει τὰς ὑγρότητας εἴσω φέρεσθαι. τὰ δ’ ἐπ’
13. ὀλίγον μὲν στύφοντα, τὸ πλεῖστον δ’ ἐν αὐτοῖς ἔχοντα λεπτομεροῦς
14. τε ἅμα καὶ χλιαρᾶς οὐσίας, οὐχ ὅπως οὐ κωλύεται
15. πρὸς τῆς στύψεως ἐγκαταβαίνειν τῷ βάθει τῶν πλησιαζόντων
16. σωμάτων, ἀλλὰ καὶ συνεργεῖται μᾶλλον ἐπωθούμενα πρὸς
17. αὐτῆς. ὅσα μὲν γὰρ ἁπλῶς ἐστι λεπτομερῆ καὶ θερμὰ, διαφορεῖ 
1. μᾶλλον ἐκ τῶν σωμάτων οἷς πλησιάζει τὰς ὑγρότητας
2. καὶ οὐ προστίθησιν ἑτέρας. ὅσα δὲ παχυμερῆ τε ἅμα καὶ
3. ψυχρὰ, τὴν ἀρχὴν οὐδ’ εἰσάγειν οὐδεμίαν ὑγρότητα πέφυκεν.
4. ἐν οἶς δ’ ἐστὶν ὑγρότης χλιαρά τε ἅμα καὶ λεπτομερὴς, ταῦτ’
5. οὐδὲν κωλύει διὰ μὲν τὸ λεπτομερές τε ἅμα καὶ χλιαρὸν
6. τῆς οὐσίας ἑτοίμως κινούμενα διεξέρχεσθαι τοὺς πόρους
7. τῶν κινουμένων σωμάτων. ὅτι δὲ οὐχ ἱκανῶς θερμαίνει
8. δῆλον ἐκ τοῦ τὴν ὑπάρχουσαν αὐτοῖς ὑγρότητα μὴ διαφορεῖν.
9. εἰ δὲ πρὸς τῷ τοιαῦτα τυγχάνειν ὄντα καὶ βραχείας τινὸς
10. μετέχει στύψεως, οἵας ἐπωθεῖν τε καὶ πρὸς τὸ βάθος ὅσον
11. ἔφθασεν εἰσδῦναι τοῖς πόροις λεπτομερὲς, σφίγγειν τέ πως
12. καὶ πυκνοῦν τὴν ἔξωθεν ἐπιφάνειαν, πάντων ταῦτα τῶν
13. ὑγραινόντων ἄριστα δραστήρια. ἡ μὲν γὰρ στύψις ἀποκλείειν
14. φθάνουσα τοὺς πόρους, εἰς ἑαυτήν τε συνάγουσα καὶ
15. πιλοῦσα τὴν πλησιάζουσαν οὐσίαν, ἐμποδὼν ἵσταται τοῖς
16. τέγγειν πεφυκόσιν. ἡ δὲ οὕτως ἀσθενὴς, ὡς ἐν τῷ ῥοδίνῳ
17. νικωμένη μᾶλλον ἢ νικῶσα, φθάσαι μὲν οὐχ οἵα τέ ἐστι τὰ
1. λεπτομερῆ καὶ λεπτὰ τοῦ ῥοδίνου μόρια, δυνόντων δ’ εἰς τὸ
2. βάθος ἐκείνων ἐνεργεῖν ἄρχεται περὶ τὴν ἐκτὸς ἐπιφάνειαν,
3. πιλοῦσα καὶ συνάγουσα καὶ πυκνοῦσα καθ’ ὅσον οἵα τέ ἐστιν.
4. ἐξ ὧν ἀνάγκη προωθεῖσθαι μὲν εἴσω τὰ φθάσαντα τοῖς πόροις
5. εἰσδῦναι σμικρομερῆ σώματα, κωλύεσθαι δὲ ἔξω παλινδρομεῖν
6. ἀποκλεισθέντων τῶν πόρων.

Cliquer un n° de page pour en afficher l’image