Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 3.18, ed. Kühn, 1826, vol. 11, p. 596-601. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.18

7. Εἰς δὲ δὴ τὰ τοιαῦτα τῶν ἔργων καὶ ἡ
8. τῶν ἡμετέρων σωμάτων ἔμφυτος θερμότης οὐ σμικρὰ συνεργάζεται.
9. καὶ γὰρ εἴσω τε πρὸς ἑαυτὴν ἐπισπᾶται καὶ λεπτύνει
10. καταθραύουσα ταύτῃ καὶ τὰ φύσει ψυχρὰ φάρμακα, τὰ
11. δηλητήρια καλούμενα, κώνειον καὶ μήκων καὶ ὑοσκυάμου
12. σπέρμα καὶ μανδραγόρας καὶ ὅσα ἄλλα τοιαῦτα, θᾶττόν τε
13. καὶ μᾶλλον ἐν ταῖς θερμαῖς φύσεσιν ἐνεργεῖ. καί σοι καὶ
14. τοῦτο τῶν ἀπόρων ὑποληφθὲν ἓν εἶναι προβλημάτων, εἰ μὴ
15. ῥαθύμως προσέχοις τοῖς λεγομένοις, ἑτοίμως ἕξει τὴν λύσιν.
16. εἰ γὰρ δὴ τὸ μὲν ἀποκτεῖναι τοῖς τοιούτοις ἀδύνατον, εἰ μὴ
17. καὶ τὴν καρδίαν αὐτὴν καταψύξαιεν, εἴσω δήπου βαδίζειν
1. αὐτὰ χρὴ καταθραυόμενα καὶ λεπτυνόμενα. τοῦτο δ’ ἐκ μὲν
2. τῆς οἰκείας οὐκ ἔχει φύσεως, ἁδρομερῆ τε γάρ ἐστι καὶ
3. δυσκίνητα καὶ τὴν εἰς λεπτὰ τομὴν καὶ πρόσω φορὰν ἐξ
4. αὐτῶν οὐκ ἄν ποτε σχόντα, ἐπικτήτου τέ τινος δεῖται
5. θερμότητος, τεμνούσης καὶ λεπτυνούσης καὶ καταθραυούσης
6. εἰς μικρὰ καὶ οἷον ποδηγούσης τε καὶ παραγούσης, εἰς τοὺς
7. κατὰ λεπτὸν πόρους ἁπάντων τῶν μορίων. ἔστ’ ἂν οὖν
8. ἀπορῇ τοιαύτης, μέλλει καὶ βραδύνει, τοῖς τε μεγάλοις τῶν
9. πόρων ἰσχόμενα καὶ ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις οἷον
10. ἐννηχόμενα καί που τί κᾀν τῷ χρόνῳ κατὰ τὴν πολλὴν
11. ἄλην ὑπὸ τῶν ἐν αὐταῖς χυμῶν ἀντιπάσχοντα. δέδεικται
12. γὰρ ἤδη πολλάκις ὡς εἰς ἀλλήλας αἱ ποιότητες πᾶσαι
13. δρῶσι κατά τι καὶ λίθος ἔπαθεν ὑπὸ συνεχοῦς πληγῆς
14. ὕδατος σταλαγμοῦ καὶ ξίφος ἠμβλύνθη τέμνον κηρὸν, ἐπιδέδεικταί
15. τε τὰς ἐν τοῖς ζώοις ἐνεργείας ὑπὸ τῶν στερεῶν
16. σωμάτων ἐν αὐτοῖς γίγνεσθαι, ἐπειδὰν μηδέπω ταῦτ’ ᾖ
17. κατεψυγμένα πρὸς τῶν ψυχόντων φαρμάκων, ἀναγκαῖόν
1. ἐστι περιεῖναι τῷ ζώῳ· οὐ καταψύχεται δὲ πρὶν εἰς τοὺς
2. οἰκείους αὐτῶν πόρους ἐνδῦναι. τοῦτο δ’ ἐξ αὐτῶν οὐχ
3. ὑπάρχει τοῖς ἁδρομερέσι καὶ ψυχροῖς φαρμάκοις, εἰ μὴ
4. τύχῃ τοῦ ποδηγοῦντος. ποδηγεῖ δὲ ὡς τὸ μὲν πρῶτον
5. αἴτιον ἡ ὁλκὴ τῶν ἀρτηριῶν. ἐδείχθησαν γὰρ ἐν τῷ διαστέλλεσθαι
6. πᾶν ἕλκουσαι τὸ πλησιάζον, ὡς δὲ τὸ δεύτερόν
7. τε καὶ ὑλικὸν ἡ λεπτομέρεια τῆς οὐσίας, ἣν ἐξ ἑαυτῶν
8. οὐκ ἔχοντα τὰ ψυχρότερα καὶ παχυμερέστερα φάρμακα,
9. δεῖται τῶν παρεξόντων. ὅσα τοίνυν ἐστὶ τῶν σωμάτων
10. ψυχρὰ ταῖς κράσεσι, τήν θ’ ὁλκὴν τῶν ἀρτηριῶν ἀσθενεστέραν
11. ἔχει ταῦτα τῶν θερμῶν, ἐδείχθη γὰρ καὶ τοῦτο,
12. καταθραύειν ταχέως εἰς μικρὰ τὰς τῶν φαρμάκων οὐσίας
13. ἀδυνατεῖ. κᾀκ τούτου βραδῦνον τὸ φάρμακον ἐν τῷ χρόνῳ
14. τι καὶ αὐτὸ πάσχειν εἰκὸς, ὥστ’ ἔστιν. ὅτε καὶ πεφθῆναι·
15. καθάπερ καὶ ὁ τῆς θριδακίνης χυλός. ἐν γὰρ τῷ χρόνῳ
16. καὶ οὗτος πέττεται· φθάσας δὲ εἰς τὴν καρδίαν ἀκραιφνὴς
17. ἐξικέσθαι παραπλησίως ἀναιρεῖ κωνείῳ. πάσχουσι δὲ
18. τοῦτο καὶ οἱ ἄλλοι πάντες σφοδρῶς ψύχοντες χυλοί. εἰ
1. γὰρ μὴ δυνηθεῖεν ἐν τάχει διαφθεῖραι, τοὐντεῦθεν ἤδη παντάπασιν
2. ἄπρακτοι καθίστανται. τοῖς δὲ κατὰ διάβρωσίν τε
3. καὶ σῆψιν ἀναιροῦσιν ἰσχυροῖς ὑπάρχει γίγνεσθαι χρονίζουσι.
4. σήπεται γὰρ ἐν τῷ χρόνῳ πάντα καὶ ἔτι μᾶλλον ἐν ὑγρῷ
5. καὶ θερμῷ χωρίῳ. δεόντως οὖν οἷς μὲν ἐκ τοῦ ψύχειν ἡ
6. βλάβη, τὸ τάχος τῆς ἐνεργείας εἰς ὄλεθρον συντελεῖ. θερμαινόμενα
7. γὰρ τῷ χρόνῳ τὴν δύναμιν ᾗ τὸ δρᾷν εἶχεν ἀπόλλυσιν.
8. οἷς δ’ ἐκ τοῦ σήπεσθαι τὸ δρᾷν ἐστιν, αὐξάνει τὴν
9. ἐνέργειαν ὁ χρόνος, ὅτι καὶ τὴν σῆψιν. ἀπολέσθαι μὲν γὰρ
10. ζῶον οὐκ ἐγχωρεῖ οὐδὲν, ἄνευ τοῦ παύσασθαι τὴν καρδίαν
11. ἐνεργοῦσαν, οὐκ ἐνδέχεται δὲ παύσασθαι ταύτην ἄνευ μεγίστης
12. τινὸς δυσκρασίας. οὐ γὰρ δὴ ἁπλῶς θερμοτέρα τοῦ
13. δέοντος εἰς ὅσον ἔτυχεν ἢ ψυχροτέρα γεννηθεῖσα παύσεται
14. κινουμένη. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ εἰ ξηρὰ μετρίως
15. ἢ ὑγρὰ γένοιτο. χεῖρον μὲν γὰρ ἐνεργήσει διὰ τὰς τοιαύτας
16. δυσκρασίας, ἀκίνητος δὲ οὐκ ἔσται, πρὶν ἐξαίσιόν τινα θερμασίαν,
17. ἢ ψύξιν, ἢ τῶν ἄλλων τινὰ τῶν δραστικῶν ποιοτήτων
18. ἀναδέξασθαι. παραπλήσιον δέ τι συμβαίνει τοῖς κατὰ ψύξιν 
1. ἀναιροῦσι φαρμάκοις, ὅταν ἐν τῷ πρὸς μὲν καρδίαν ἔρχεσθαι
2. βραδύνῃ, τῷ πολλάκις ἐπὶ τῶν ὑγρῶν τε καὶ χλωρῶν ξύλων
3. γιγνομένῳ. καὶ γὰρ καὶ ταῦτα, πολλὰ μὲν ἀθρόως ἐπιτιθέντα
4. τῷ πυρὶ κατασβέννυσιν ἐν τάχει, περιτεθέντα δ’ ἐν κύκλῳ
5. πάντα καὶ προξηρανθέντα καὶ προθερμανθέντα, κᾄπειτα
6. τιθέμενα κατ’ ὀλίγον, οὐ μόνον οὐ κατασβέννυσιν, ἀλλὰ καὶ
7. τροφὴ γίγνεται τοῦ πυρός. οὕτως οὖν καὶ τὸ κώνειον ἄνθρωπον
8. μὲν ἀναιρεῖ, τῇ τε τῶν πόρων εὐρύτητι καὶ τῷ πλήθει
9. τῆς θερμότητος καὶ τῇ ῥώμῃ τῆς τῶν ἀρτηριῶν ὁλκῆς,
10. ἰσχυρὸν ἔτι πρὸς τὴν καρδίαν ἀφικνούμενον. οὐκ ἀναιρεῖ δὲ
11. τοὺς ψάρας, ἐπὶ τοῖς ἐναντίοις αἰτίοις ἐπεχόμενόν τε καὶ
12. βραδῦνον καὶ φθάνον ἐν τῷ χρόνῳ προπέττεσθαι καὶ
13. προπαρασκευάζεσθαι, καθάπερ ἑστίᾳ τινὶ τῇ καρδίᾳ προθερμαινόμενον,
14. ὡς ἔξω τὸ ξύλον ὥστε οὐδὲ τοῦτο θαυμαστὸν
15. οὐδὲ ἄπορον, ἀλλ’ οἷόν τι καὶ ταῖς θριδακίναις
16. ὑπάρχει. τρέφουσι γὰρ αὗται τοὺς ἀνθρώπους ἐσθιόμεναι
17. συμμέτρως. εἰ δὲ καὶ θλίψας αὐτῶν τὸν χυλὸν, καταῤῥοφήσειέ
18. τις δαψιλῆ, τὸν αὐτὸν τρόπον τεθνήξεται τοῖς τὸ κώνειον,
1. ἢ μηκώνειον προσενεγκαμένοις. ὡς οὖν ἡ θριδακίνη, φθάσασα
2. μὲν ἀποψῦξαι τὴν καρδίαν ἀναιρεῖ, πεφθεῖσα δὲ
3. τροφὴ γίνεται τοῦ ζώου, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον
4. καὶ τὸ κώνειον ἄνθρωπον μὲν ἀνειρεῖ τῷ φθάνειν, ψάρας
5. δὲ τρέφει τῷ βραδύνειν. ἀναιρήσει δὲ οὐδὲ ἄνθρωπον, ἂν
6. ὀλίγον ληφθείη. καὶ τοῦτο καὶ ἡ Ἀττικὴ γραῦς ἔδειξεν, ἧς
7. ἅπαντες μνημονεύουσιν, ἀπ’ ἐλαχίστου μὲν ἀρξαμένη κωνείου,
8. προελθοῦσα δὲ ἀλύπως ἐπὶ πλῆθος ἱκανόν. ἐξ ἀρχῆς
9. μὲν γὰρ ἐνικήθη τὸ βραχὺ δι’ αὐτὴν τὴν ὀλιγότητα, τῷ δὲ
10. ἐθισμῷ σύμφυτον ἐγένετο. καὶ οὐ νῦν καιρὸς ἀποδιδόναι
11. τὴν αἰτίαν τοῦ πλεῖστον δύνασθαι τὰ ἔθη καὶ φύσεις ἐπικτήτους,
12. ὥσπερ οὖν εἴρηται πρὸς τῶν παλαιῶν ὑπάρχειν.
13. οὕτω γὰρ ἄν μοι τὸ πάρεργον μεῖζον τοῦ ἔργου γένοιτο,
14. πρὸς τῷ καὶ γεγράφθαι κατὰ μόνας ὑπὲρ αὐτοῦ. συνάπτειν
15. δὲ χρὴ καὶ περαίνειν τὸν ἐνεστῶτα λόγον.

Cliquer un n° de page pour en afficher l’image