Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 3.2, ed. Kühn, 1826, vol. 11, p. 542-544. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.2

11. Ἡ μὲν δὴ τῶν ὀνομάτων διαίρεσις οὐδὲν
12. περιττότερον ἐκδιδάσκει τῆς ἐν τῷ τρίτῳ περὶ κράσεως εἰρημένης
13. κᾀν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἀναμνήσω
14. δ’ αὐτῆς καὶ νῦν. ἕκαστον τῶν σωμάτων ἤτοι θερμὸν, ἢ
15. ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν λέγεταί τε καὶ φαίνεται ποτὲ μὲν
16. κατὰ τὴν ἑαυτοῦ φύσιν ἐστὶν, ποτὲ δὲ ἐπίκτητόν τινα ποιότητα
17. προσειληφός. ἔθος δ’ ἐστὶν ἡμῖν λέγειν τὸ μὲν κατὰ
18. τὴν ἑαυτοῦ φύσιν πρώτως τε καὶ καθ’ ἑαυτὸ καὶ δ’ ἑαυτὸ
1. δυνάμει τοιοῦτον ὑπάρχειν τε καὶ φαίνεσθαι· τὸ δὲ τὴν ἐπίκτητον
2. προσειληφὸς ποιότητα κατά τι συμβεβηκὸς εἶναι καὶ
3. φαίνεσθαι τοιοῦτον. αὐτῶν δὲ τῶν κατὰ τὴν οἰκείαν φύσιν
4. ἤτοι θερμῶν, ἢ ψυχρῶν, ἢ ξηρῶν, ἢ ὑγρῶν εἶναι λεγομένων,
5. τὰ μὲν ἐνεργείᾳ τοιαῦτα ὑπάρχει, τὰ δὲ δυνάμει,
6. διαφέροντος τοῦδε τοῦ νῦν εἰρημένου δυνάμει παρὰ τὸ
7. μικρῷ πρόσθεν ῥηθέν· ἐκεῖνο μὲν γὰρ τῷ κατὰ συμβεβηκὸς
8. ἀντιδιῄρητο, τουτὶ δὲ τῷ κατ’ ἐνέργειαν. αὐτῶν δὲ τῶν
9. κατ’ ἐνέργειαν τὸ μὲν ἁπλῶς λέγεται θερμὸν, ἢ ψυχρὸν,
10. ἢ ὑγρὸν, ἢ ξηρὸν, ὥσπερ τὰ στοιχεῖα, τὸ δὲ κατ’ ἐπικράτειαν,
11. ὥσπερ ἄνθρωπος καὶ ἵππος καὶ βοῦς καὶ κύων καί
12. ὅλα τὰ ζῶα· τὸ δέ τι πρὸς τὸ σύμμετρον ὁμογενὲς, ἢ
13. ὁμοειδὲς, ὥσπερ εἰ τύχοι λέων μὲν ἀνθρώπῳ παραβαλλόμενος,
14. ἄνθρωπος δ’ ἀκμάζων παιδί. τὸ δὲ πρὸς ὁτιοῦν τὸ
15. ἐπιτυχὸν, οἷον ὁ Δίων πρὸς τὸν Θέωνα. καὶ δὴ καὶ τῶν
16. δυνάμει λεγομένων σωμάτων εἶναι τοίων ἢ τοίων ἀναγκαῖον
17. ἔφαμεν ἕκαστον ὡς πρὸς τὸ κατ’ ἐνέργειαν ἀναφερόμενον
18. λέγεσθαι, τὸ μὲν ὅτι ῥᾳδίως ἐκπυροῦται πρὸς τὸ κατ’
1. ἐνέργειαν ἁπλῶς θερμὸν, τὸ δ’ ὅτι τὰ ζῶα θερμαίνει πρὸς
2. τὸ κατ’ ἐπικράτειαν. οὕτω δὲ καὶ τὸ μὲν ἄνθρωπον θερμαῖνον
3. ὡς πρὸς ἄνθρωπον εἶναι δυνάμει θερμὸν, τὸ δὲ βοῦν
4. ἢ ἵππον ὡς πρὸς βοῦν ἢ ἵππον. ὁμοίως δὲ καὶ τὸ μὲν
5. τῷδέ τινι τῷ ἀνθρώπῳ, τὸ δὲ θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν
6. ὑπάρχον ἐκείνου μόνον τῇ φύσει παραβαλλόμενον.

Cliquer un n° de page pour en afficher l’image