11. Εὐθὺς μὲν οὖν ἐν τῷδε κᾀκείνου μεμνῆσθαι
12. χρὴ, τοῦ καὶ τὰ ψυχρὰ τῇ φύσει φάρμακα δεόντως ὑπὸ τῶν
13. ἀρχαίων εἰρῆσθαι δυνάμει ψυχρά. λαμβάνει γάρ πως καὶ
14. ταῦτα τὸ ψύχειν ἐξ ἡμῶν, ὥσπερ καὶ τὸ θερμαίνειν τὰ θερμά.
15. εἰ δὲ καθ’ ἕτερον μὲν ἐκεῖνα, καθ’ ἕτερον δὲ καὶ ταῦτα τρόπον,
16. οὐδὲν διαφέρει. τὸ γὰρ καθόλου καὶ κοινὸν ἐν ἀμφοτέροις
17. ταὐτὸν, ἡ ἀρχὴ τῆς ἀλλοιώσεως ἐκ τοῦ μέλλοντος
18. πάσχειν σώματος εἰς τὸ μέλλον δρᾶσαι φάρμακον. ἀλλοιοῦται
ㅤ
1. δὲ τὰ μὲν τῇ δυνάμι θερμὰ τῷ θερμαίνεσθαι μόνον ὑφ’
2. ἡμῶν, τὰ δὲ τῇ φύσει ψυχρὰ τῷ καταθραύεσθαί τε καὶ κίνησιν
3. προσλαμβάνειν ἐπίκτητον. ἐπεὶ τοίνυν ὡς ψυχροῖς αὐτοῖς
4. δρᾷν οὐκ ἄνευ τοῦ πάσχοντος σώματος ὑπάρχει, δεόντως
5. εἴρηται δυνάμει ψυχρά. τὸ γὰρ ἐνεργείᾳ ψύχειν ἡμᾶς οὐκ
6. ἔχει τελέως ἐξ αὑτῶν, ἀλλὰ πρότερον ὑφ’ ἡμῶν δεῖται παθεῖν,
7. ἵνα ψύξῃ. τό τε γὰρ εἰς μικρὰ καταθραυσθῆναι καὶ τὸ κίνησιν
8. ἐπίκτητον προσλαβεῖν πάθη τῶν φαρμάκων ἐστίν. τῷ μέντοι
9. βουλομένῳ καλεῖν ἐνεργείᾳ ψυχρὰ καὶ τὰ τοιαῦτα συγχωρητέον,
10. ἐν ὀνόματι λοιπὸν ἐσομένης τῆς διαφωνίας, ἐὰν
11. ὁμολογῆται τὸ πρᾶγμα. δεῖται γὰρ, ὡς ἄρτι δέδεικταί μοι, τὰ
12. τοιαῦτα πάντα θερμοῦ σώματος εἰς τὸ δρᾶσαι. καὶ διὰ
13. τοῦτο καὶ τὸ μηκώνειον καὶ τὸ κώνειον οἴνῳ μιχθέντα θᾶττον
14. ἀναιρεῖν πέφυκεν, ἀλλ’ οὐκ ἐν ἁπάσῃ συμμετρίᾳ. παμπόλλῳ
15. μὲν γὰρ ἐλάχιστα κραθέντα κᾂν νικηθείη τελέως·
16. ὀλίγῳ δὲ πολλὰ ποδηγεῖται μὲν ἐπὶ τὴν καρδίαν, νικᾶσθαι δὲ
17. οὐ δύναται. εἰ δὲ καὶ φθάνοι μέν τις ἤδη πεπωκὼς ὀπὸν
18. μήκωνος ὃς ἀναιρεῖν μὲν πέφυκεν, ἔτι δὲ εἴη ζῶν, εὐλόγως
ㅤ
1. καὶ τοῦτον ἰᾶται ὁ παλαιὸς καὶ πολὺς οἶνος πινόμενος, καὶ
2. μᾶλλον εἰ τῶν εὐγενῶν εἴη· καὶ γὰρ καὶ θερμαίνει μᾶλλον. ὅτι
3. μὲν γὰρ οὔπω κατέψυκται σφοδρῶς ἡ καρδία, δῆλον ἐκ τοῦ
4. ζῇν ἔτι τὸν ἄνθρωπον. ὅτι δὲ πάντως ἐν τῷ βραδεῖ τῆς
5. ὁδοιπορίας προμεταβέβληταί πως ἤδη τὸ φάρμακον ὑπὸ
6. τοῦ σώματος, ὥσπερ τὸ χλωρὸν ξύλον ὅταν ἐγγὺς εἴη κείμενον
7. τοῦ πυρὸς, οὐδὲ τοῦτο ἄδηλον. οἶνος οὖν ἐν τούτῳ
8. θερμὸς πινόμενος ἄριστον ἴαμα, καὶ ἡμεῖς ἤδη τινὰ κατεψυγμένον
9. ἐσχάτως ἀνεσώσαμεν οἴνῳ Λεσβίῳ. δύναιτο δ’ ἂν καὶ
10. Φαλερῖνος καὶ Σουῤῥεντῖνος, Ἀριούσιός τε καὶ Τμωλίτης ὁ
11. αὐστηρὸς, οἵ τε ἄλλοι πάντες θερμοὶ καὶ ἀκριβῶς οἰνώδεις
12. οἶνοι τὴν αὐτὴν ἐνέργειαν ἐπιδείξασθαι τῷ Λεσβίῳ. καθόλου
13. γὰρ ὃς ἂν ᾖ λεπτὸς μὲν ㅤκαὶ διαυγὴς τὴν σύστασιν, κιῤῥὸς
14. δὲ ἢ ξανθὸς τὴν χρόαν, εὐώδης τε κατὰ τὴν ὀσμὴν, κᾀν
15. τῷ κεράννυσθαι πλείστου δεόμενος ὕδατος, ἱκανῶς θερμαίνειν
16. πέφυκε καὶ πάντῃ τοῦ σώματος ῥᾳδίως φέρεσθαι. τοιοῦτος
17. οὖν οἶνος τῇ φύσει καὶ παλαιὸς τὴν ἡλικίαν, ἀκρατέστερος
ㅤ
1. κεραννύμενος ἰᾶται καὶ τοὺς ἤδη κατεψυγμένους οὐχ
2. ὑπὸ μήκωνος ὀποῦ μόνον, ἤ τινος ἄλλου τῶν τοιούτων
3. ψυχόντων φαρμάκων, ἀλλὰ καὶ τοὺς ἤτοι στομαχικῶς ἢ
4. καρδιακῶς ἐν νόσοις συγκοπτομένους. ὁ δὲ σὺν αὐτοῖς
5. τοῖς ψύχουσι φαρμάκοις πινόμενος ὑπὲρ τοῦ θᾶττον ἀναιρεῖν,
6. οὔτε πολὺς οὗτός ἐστιν οὔτ’ εὐγενὴς, ἀλλ’ ὅσον εἰς τὸ
7. καταθραῦσαί τε καὶ παραπέμψαι μόνον ἐπὶ τὴν καρδίαν
8. αὐτὰ τῇ ῥύμῃ τῆς ἀναδόσεως. καὶ περὶ μὲν τούτων ἀρκείτω
9. ταῦτα.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 3.20, ed. Kühn, 1826, vol. 11, p. 602-605. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.20
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩