Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 3.21, ed. Kühn, 1826, vol. 11, p. 605-607. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.21

10. Ἐπεὶ δὲ καὶ περὶ τῶν κατὰ σηπεδόνα καὶ
11. διάβρωσιν ἀναιρούντων φαρμάκων ἐρεῖν ὑπεσχόμην, ὡς ἐν
12. τῷ χρόνῳ χείρω γίγνεται καὶ τῷ γένει φθαρτικὰ τῆς ἡμετέρας
13. ὑπάρχει φύσεως, οὐχ ὡς τὰ ψύχοντα τῷ πλήθει μόνον, ἤδη
14. μοι καιρὸς ἂν εἴη καὶ περὶ τούτων εἰπεῖν. καὶ γάρ πως καὶ
15. συνῆπται κατά τι τοῖς περὶ τῶν δυνάμει θερμαινόντων φαρμάκων
16. ὁ λόγος αὐτῶν. εἰκὸς μὲν γὰρ εἶναι τά γε πλεῖστα
17. τῶν τοιούτων ἤδη θερμὰ καὶ κατ’ ἐνέργειαν, ἀλλ’ ἡμᾶς λανθάνειν,
1. ἢ ὅτι πλείονος αὐτοὶ μετέχομεν θερμασίας ἢ ὅτι
2. παχυμερὴς αὐτῶν ἐστιν ἡ οὐσία. πάλιν γὰρ τῶν αὐτῶν ἀναμνησθῶμεν,
3. ὡς ἐν τῷ βαλανείῳ ψυχρὸν ἡμῖν φαίνεται τὸ
4. οὖρον. ἀναμνησθῶμεν δὲ καὶ ὡς εἰς δεξαμενὴν θερμὴν ἐνίοτε
5. καταβῆναι μὴ δυνάμενοι, προκαταβάντες εἰς ἑτέραν ἧττον
6. αὐτῆς θερμὴν, ἀλύπως ἐχρησάμεθα τῇ τέως ἀφορήτῳ φαινομένῃ.
7. καὶ μὲν δὴ καὶ τὸ πηγαῖον ὕδωρ ἐν χειμῶνι τοῖς μὲν
8. ψυχρὰς ἔχουσι τὰς χεῖρας φαίνεται χλιαρὸν, τοῖς δὲ ἄλλοις
9. οὐ φαίνεται τοιοῦτον. καθόλου γὰρ, ὡς καὶ πρότερον ἐλέγετο,
10. κατὰ τὴν ἑαυτοῦ διάθεσιν ἕκαστον τῶν σωμάτων αἰσθάνεται
11. τῶν πλησιαζόντων. οὕτω γοῦν ἐὰν μὲν ψυχρὰν ἔχων
12. τὴν χεῖρα καθήσῃ εἰς σωρὸν πυρῶν, αἰσθήσῃ σαφῶς θερμότητος,
13. ἐὰν δὲ θερμὴν, οὐκ αἰσθήσῃ· σωρῷ μέντοι κόπρου
14. περιστερῶν, καὶ μάλιστα τῶν ἀγρίων, κᾂν θερμὴν ἐνθῇς τὴν
15. χεῖρα, σαφοῦς αἰσθήσῃ θερμασίας. οὕτω δὲ καὶ μίσυ καὶ
16. χαλκῖτις, ἰός τε καὶ τίτανος καὶ ἕτερα μυρία τῶν τοιούτων,
17. εἰ σεσωρευμένοις αὐτοῖς ἐμβάλῃς τὴν χεῖρα, παραχρῆμά σοι
18. φανεῖται θερμά. βῶλον μέντοι λαβὼν ἐξ αὐτῶν τινα, τὴν
1. ἐκτὸς ἐπιφάνειαν ὑπὸ τοῦ ἐκτὸς καὶ πέριξ ἀέρος κατεψυγμένην,
2. εὐλόγως οὐδεμιᾶς αἰσθήσῃ θερμότητος. καὶ γὰρ τῶν
3. κατεψυγμένων αὐτῆς ἅπτῃ μορίων καὶ πρὶν εἰς λεπτὰ καταθραῦσαι.
4. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐν χειμῶνι πολλάκις,
5. ἢ φρεατιαῖον ὕδωρ, ἢ ἄλλως πηγαῖον ἐφάνη θερμὸν τοῖς
6. ἁπτομένοις, ἀλλ’ εἰ προθερμήνας τις τὰς χεῖρας ἅπτοιτο, φανεῖται
7. ψυχρὸν, ἕτερά τε μυρία τοιαῦτα δυνατὸν ἀναμιμνήσκειν
8. ἐστὶν, ἐξ ὧν οὐκ ἄν τις ἀπιστήσειεν, ὡς τὰ δυνάμει
9. θερμὰ τῶν φαρμάκων, ὡς πρὸς ἡμᾶς ἑτέρῳ γένει ζώων ἐστὶν
10. ἐνεργείᾳ θερμά.

Cliquer un n° de page pour en afficher l’image