9. Τὰ μὲν γὰρ λεπτομερέστερα κᾂν ἐκκριθείη
10. ποτὲ μετὰ τῶν περιττωμάτων καὶ σχεδὸν διὰ δύο
11. ταύτας αἰτίας οὐκ ἀνεῖλέ ποτε τῶν κατὰ σηπεδόνα καὶ
12. διάβρωσιν ἀναιρούντων ἔνια· μίαν μὲν, ἣν νῦν πέπαυμαι
13. λέγων, ὅταν ἅμα τοῖς περιττώμασιν ἐκκριθέντα τύχῃ, πρὶν
14. ἀδικῆσαι τὸ σῶμα· τὴν δ’ ἑτέραν, ὅταν εὐτυχήσῃ πως ὁ
15. λαβὼν αὐτὰ χρώμενος ἐδέσμασιν, ἢ τοῖς ἄλλως ἂν ὠφελήσασιν,
16. ἤ τινος ἐπιστατοῦντος, εἰ οὕτως ἔτυχεν, ἰατροῦ.
17. μεγάλης μὲν γὰρ οὔσης τῆς βλάβης ἀπ’ αὐτῶν, οὐκ ἐγχωρεῖ
ㅤ
1. καταστῆναι, διαίτῃ καὶ χρείᾳ γενναίων τε φαρμάκων
2. καὶ ἰατροῦ βοηθοῦντος. εἰ δὲ παντελῶς ὀλίγον εἴη τὸ δηλητήριον,
3. ἐνδέχεται καὶ τοῦτο μηδὲν ἀνύσαι τῷ γε μετὰ
4. τῶν περιττωμάτων ἐκκριθῆναι καὶ τῇ δεούσῃ διαίτῃ χρήσασθαι
5. τὸν ἄνθρωπον, οἷον εἰ κανθαρίδος εἴη μέρος ἑκατοστὸν
6. τῆς δραχμῆς. ἐκκριθήσεται γὰρ ἅμα τοῖς οὔροις τοῦτο
7. πρὶν ἀδικῆσαι τὸ ζῶον. ἀμέλει καὶ μίγνυται κανθαρίδος
8. οὐρητικοῖς φαρμάκοις, ὥσπερ καὶ πλείστων ἄλλων θανασίμων
9. τοῖς ἀλεξιφαρμάκοις. καὶ τά γε τοιαῦτα τῶν συνθέτων
10. φαρμάκων ὅταν ἐπιτηδείως μιχθῇ, δραστικώτατα γίνεται,
11. καθάπερ καὶ τὸ διὰ τῆς κανθαρίδος οὐρητικόν. ἔστι
12. μὲν γὰρ πως καὶ ἄλλως ἡ ὁρμὴ ταῖς κανθαρίσιν ἐπὶ
13. κύστιν δι’ οὔρων, οὕτω γοῦν αὐτὴν ἕλκουσιν ἀναβιβρώσκουσαι.
14. ἀλλ’ ὅταν ὀλίγον αὐτῶν πολλοῖς χρηστοῖς μίγνυται,
15. ποδηγεῖ μὲν ἐκεῖνα, διαβιβρώσκειν δὲ οὐ δύναται. δεῖ γὰρ,
16. οἶμαι, παντὶ τῷ δράσοντι, κᾂν ἰσχυρότατον ᾖ, ποσοῦ
17. τινος μεγέθους, ὅπου γε καὶ τὸ πῦρ, εἰ παντελῶς ἐλάχιστον
ㅤ
1. εἴη, πρὸς τῷ μὴ καίειν οὐδὲ θερμαίνειν δύναται. τὸ γοῦν
2. ἑκατοστὸν μέρος τοῦ σπινθῆρος ἀναίσθητον ἡμῖν ἐστιν. ἐξ
3. ὧν ἁπάντων εὔδηλον ὡς ὅσα μὲν τῷ ψύχειν ἀναιρεῖ βραχέα
4. ληφθέντα ㅤδύναιτ’ ἂν θρέψαι τὸ σῶμα, καθάπερ
5. καὶ ὁ τῆς θριδακίνης χυλὸς, ὅσα δὲ τῷ διαβιβρώσκειν, ἢ
6. σήπειν, οὐχ οἷά τε τρέφειν ἐστὶν οὐδ’ ἂν ὑπὸ σμικρότητος
7. ἀλύπως διεξέλθῃ τὸ σῶμα. τῷ γένει γάρ ἐστι τὰ τοιαῦτα
8. τῆς ἀνθρώπου συστάσεως ἐναντία.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 3.23, ed. Kühn, 1826, vol. 11, p. 608-610. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.23
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩