13. Οὐκ ἀγνοῶ δὲ ὅτι τοῖς τοιούτοις λόγοις
14. ἱκανῶς ἀκολουθεῖν οὐκ ἐγχωρεῖ μὴ προγεγυμνασμένους ἐν
15. τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ἐδείχθησαν γὰρ
16. ἐν ἐκείνοις ὡς ἐν οἰκειότητι ποιοτήτων ὁλκαὶ πλεῖσται
17. γίνονται, καὶ διὰ τοῦτο καὶ τῶν τοῦ ζώου μορίων ἕκαστον
ㅤ
1. εἰς ἑαυτὸν τὴν οἰκείαν ἐπισπᾶται τροφήν. ἕπεται δὲ τῷ
2. δόγματι τούτῳ καὶ τὰ καθαίροντα φάρμακα τοῖς μὲν
3. ἑλκομένοις χυμοῖς ὑπάρχειν οἰκεῖα, δραστικώτερα δέ πως
4. εἶναι τὰ ἕλκοντα, καθάπερ καὶ ἡ Μαγνῆτις λίθος τοῦ
5. σιδήρου. σιδηρίζει μὲν γὰρ καὶ αὐτὴ κᾀν τοῖς τοῦ σιδήρου
6. μετάλλοις εὑρίσκεται καὶ δεινῶς αὐτῷ προσέοικεν τὴν ἰδέαν,
7. ἀλλ’ ἰσχυροτέρα πώς ἐστιν, ὡς ἕλκειν μᾶλλον ἢ ἕλκεσθαι.
8. καὶ μὲν δὴ καὶ τὸν κνίκον οὐκ ἀπελπιστέον εἶναι φλεγματώδη,
9. ㅤὡς ἐν τῇ χρόᾳ δείκνυσιν, ἀλλ’ ὑπὸ θερμότητος
10. ἰσχυρότερος φλέγματος, ὡς ἕλκειν μᾶλλον ἢ ἕλκεσθαι. κατὰ
11. δὲ τὸν αὐτὸν τρόπον καὶ ὁ Κνίδιος κόκκος, ἀλλ’ ἐάν
12. ποτε νικηθείη ὑπὸ τοῦ σώματος ἡμῶν, συμβαίνει δὲ κνίκῳ
13. μὲν συνεχῶς τοῦτο, τῷ κόκκῳ δ’ οὐ πάνυ τι διὰ τὴν
14. ἰσχὺν, ἀντὶ τοῦ καθαίρειν γίνεται τροφὴ, καθάπερ ὁ ἐλλέβορος
15. ὀρτύγων ἀεί. βούλομαι δὲ, ἐπεὶ κατὰ τούτου τοῦ
16. λόγου γέγονα, καί τινος θεωρήματος ἀναμνῆσαι λογικοῦ,
17. δεδειγμένου κᾀν τοῖς περὶ ἀποδείξεων ὑπομνήμασιν, εἰς τὰ
18. παρόντα χρησίμου. ἔστι δὲ τὸ θεώρημα τοιόνδε. τῶν ἀποδείξεων
ㅤ
1. αἱ μὲν ὡς ἐξ ἀνάγκης ὑπάρχει τόδε τῷδε περαίνουσιν,
2. αἱ δὲ ὡς ὑπάρχειν ἐνδέχεται. τούτων δὲ αὐτῶν μεταπίπτουσί
3. τινες εἰς τὸ ἐξ ἀνάγκης ὑπάρχειν, ὅταν ἀναγκαίαις
4. ἀρχαῖς ἕπωνται, καθάπερ καὶ ἐν αὐτῷ τούτῳ τῷ νῦν
5. ἡμῖν ἀποδεδειγμένῳ. ἐν γὰρ τῷ κόκκῳ καὶ τῷ κνίκῳ τὸν
6. φλεγματώδη περιεχόμενον χυμὸν ἐναργῶς μὲν οὐκ ἔστι δεῖξαι,
7. τὸ δυνατὸν δὲ καὶ εἰκὸς καὶ ἐνδεχόμενον ὑπάρχει τῷ
8. λόγῳ. ἀλλ’ ἐπειδὴ καὶ τὰς ὁλκὰς ταῖς τῶν οὐσιῶν ὁμοιότησιν
9. ἐδείξαμεν γίγνεσθαι, δέδεικται γὰρ πολλάκις ὡς ἐν
10. ταῖς καθάρσεσιν ὁλκὴ τῶν οἰκείων τοῖς καθαίρουσι φαρμάκοις
11. ἐστὶν, οὐ πάντων ὁμοῦ τῶν χυμῶν ἀλλοίωσις, ἀναγκαῖον
12. ὁμοιότητά τινα ταῖς οὐσίαις ὑπάρχειν ἀμφοτέραις,
13. τῇ τε τοῦ καθαίροντος καὶ τῇ τοῦ καθαιρομένου. ἐπεὶ
14. τοίνυν τὸ καθαιρόμενόν ἐστι φλέγμα, πάντως δή που καὶ
15. τὸ ἕλκον ἀνάγκη φλεγματῶδες ὑπάρχειν. φλεγματῶδες δ’
16. εἶπον χρῆναι ὑπάρχειν τὸ ἕλκον, οὐκ ἄντικρυς αὐτὸ φλέγμα.
17. καὶ γὰρ ὁμοιότητα ταῖς οὐσίαις ὑπάρχειν ἔφαμεν, οὐ ταὐτότητα.
18. τοὐναντίον γὰρ ἅπαν, οὔτε σίδηρος σίδηρον οὔτε
ㅤ
1. σὰρξ ἕλκει σάρκα, ἀλλ’ ἡ μὲν σιδηρῖτις λίθος τὸν σίδηρον,
2. ἡ δὲ σὰρξ τὸ αἷμα. διαφέρει γὰρ, οἶμαι, τὸ ταὐτὸ καὶ τὸ
3. ὅμοιον. φλέγμα μὲν γὰρ φλέγματι ταὐτὸν καὶ κνίκος κνίκῳ,
4. φλέγματι δὲ ὅμοιον κνίκος, οὐ μὴν ταὐτόν γε. οὐδὲ γὰρ
5. ὅσα χολώδη τῶν ἐδεσμάτων ἢ φλεγματώδη λέγομεν, ὡς
6. ἤδη χολὴν ㅤἢ φλέγμα περιέχοντα, τοιαῦτα προσαγορεύομεν.
7. ἐδείχθη γὰρ καὶ ἡ τῆσδε τῆς δόξης ἀτοπία κατὰ
8. τε τὰ τῶν φυσικῶν δυνάμεων ὑπομνήματα καὶ ἄλλοθι
9. πολλαχόθι.
⟨
(De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]
De simplicium medicamentorum facultatibus
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1
De simplicium medicamentorum temperamentis ac facultatibus, 3.25, ed. Kühn, 1826, vol. 11, p. 611-614. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.25
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩