Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.) [n° 078 Fichtner] [GalLat]

Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, p. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1

De simplicium medicamentorum temperamentis ac facultatibus, 3.27, ed. Kühn, 1826, vol. 11, p. 615-617. urn:cts:greekLit:tlg0057.tlg075.1st1K-grc1:3.27

5. Ἐπεὶ δὲ ἅπαξ εἰς τὸν περὶ τῶν καθαιρόντων
6. φαρμάκων ἀφικόμην λόγον, οὐ χεῖρον ἴσως
7. εἰπεῖν τι καὶ περὶ τῶν καλουμένων ὑπερκαθάρσεων. αὗται
8. τοίνυν γίγνονται μὲν ἐπειδὰν ἱκανῶς κατισχύσαν τὸ καθαρτικὸν
9. φάρμακον εἰς τὰ στόματα τῶν εἰς τὴν γαστέρα
10. καθηκόντων ἀγγείων δῆξίν τε ἅμα καὶ ἀναστόμωσιν ἐργάσῃ
11. τε πλείονα καὶ συνεχῶς ἐρεθίζον καὶ σπαράττον τὰ
12. σώματα καταλύσῃ τὴν ἐν τοῖς ἀγγείοις δύναμιν. οἷον γάρ
13. τοι κᾀπὶ τῆς γαστρὸς ὁρᾶται συμβαῖνον, ὅταν εἰς ἐσχάτην
14. ἀῤῥωστίαν ἡ δύναμις αὐτῆς καταπέσῃ, τοιοῦτον ἡγητέον
15. γίγνεσθαι κᾀν ταῖς φλεψί. τί δὴ τὸ συμβαῖνον ἐπὶ τῆς
16. γαστρός ἐστιν; ἔμετοι μὲν ἅπαντος τοῦ καταποθέντος,
17. ἐπειδὰν ἐν τοῖς ἄνω μέρεσιν αὐτῆς ἡ ἀῤῥωστία συμπέσῃ,
18. λειεντερίαι δὲ, ἐπειδὰν ἐν τῷ κάτω. δείκνυται δὲ καὶ περὶ
1. τούτων ἐπὶ πλέον ἐν ταῖς τῶν κενουμένων αἰτίαις. τοιοῦτόν
2. τι πάθος ἡγητέον γίνεσθαι ταῖς φλεψὶν ἐν ταῖς ὑπερκαθάρσεσιν.
3. οὔσης δὲ κατ’ ἀρχὰς μὲν ἔτι καὶ τῆς ἀναστομώσεως
4. καὶ τῆς ἀῤῥωστίας μετρίας, τὸ λεπτότατόν τε καὶ ἧττον
5. οἰκεῖον ἐκκρίνεται, ἐπὶ πλέον δὲ προηκόντων ἀμφοτέρων ἤδη
6. καὶ τὰ παχέα καὶ τὰ οἰκειότατα τῷ ζώῳ κενοῦται. διὰ τοῦτο
7. οὖν ἡ μὲν ξανθὴ χολὴ πρώτη, τὸ δὲ φλέγμα δεύτερον, ἡ δὲ
8. μέλαινα τρίτη, καὶ τούτων ὕστατον ἁπάντων ἐν ταῖς ὑπερκαθάρσεσιν
9. ἐκκρίνεται τὸ αἷμα, τοῦτο μὲν ὡς οἰκειότατος τῇ
10. φύσει χυμὸς, ἔμπροσθεν δὲ αὐτοῦ πρῶτος μὲν ὁ λεπτότατος,
11. ὕστατος δὲ ὁ παχύτατος. εἴρηται μὲν οὖν καὶ πρὸς Ἱπποκράτους
12. ἐν τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ περὶ τῆς
13. κατὰ τὴν κένωσιν αὐτῶν τάξεως, εἰρήσεται δὲ καὶ νῦν, ὡς
14. μηδὲν λείπειν τῷ λόγῳ. φλέγματος μὲν γὰρ ἀγωγὸν εἰ δοίης
15. φάρμακον, ἡ ξανθὴ μὲν πρῶτον κατὰ τὰς ὑπερκαθάρσεις,
16. δευτέρα δὲ ἡ μέλαινα, τελευταῖον δ’ ἐκκενοῦται τὸ αἷμα.
17. χολῆς δὲ ξανθῆς ἀγωγὸν εἴπερ εἴη τὸ φάρμακον, ἕψεται μὲν τὸ
18. φλέγμα, τρίτη δὲ ἡ μέλαινα, καὶ τέταρτον τὸ αἷμα. καὶ μὲν
1. δὴ καὶ εἰ μελαίνης χολῆς εἴη καθαρτικὸν, ἐκείνην μὲν πρώτην
2. ἐκκενώσει, μετὰ ταύτην δὲ τὴν ξανθὴν, εἶθ’ οὕτως τὸ φλέγμα,
3. καὶ πάντων ὕστατον ἀκολουθήσει τὸ αἷμα, καθάπερ ἐξ ἀψύχων
4. ἤδη ἀγγείων ἐκρέον, ἀῤῥωστίας τε μεγάλης αὐτὰ καταλαβούσης
5. καὶ τῶν στομάτων εἰς ἐσχάτην διάτασιν ἀφικομένων.
6. ἐξ ὧν δῆλον ὡς ὕστατος μὲν ἐν ταῖς ὑπερκαθάρσεσιν ὁ τοῖς
7. ἀνθρώποις οἰκειότατος κενοῦται χυμὸς, τῶν δ’ ἄλλων ἕκαστος,
8. ὡς ἂν αὐτῷ συμβαίνῃ λεπτότητος ἢ πάχους.

Cliquer un n° de page pour en afficher l’image